1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

20

τραγῳδίαν ἐδίδασκε, καὶ τὸ ληκύθιον ἐπεδείκνυ. Ὁ δὲ ἠγανάκτει μέν, ὡς εἰκὸς ἦν τὸν δεικνύναι τὴν ἀρετὴν οὐ βουλόμενον· ἀπειλήσας δὲ ὅμως, ὡς, εἰ αὖθις τοιαῦτα τολμήσειε, καὶ τῆς συνουσίας ἐκείνης στερη θήσεται, καὶ τὴν διακονίαν ἀφαιρεθήσεται- μεγίστη δὲ ἦν ἡ ζημία τοῖς τὸ κέρδος ἐπισταμένοις-, ἀπέπεμψεν ἀποδοῦναι τῷ δεδωκότι κελεύσας. Καὶ ὁ μὲν ταῦτα ἐκέλευε· τέτταρας δὲ σταθμοὺς ὁ δαίμων ἀφεστηκὼς τοῦ ἐξελαύνοντος ἐβόα τὴν δύναμιν· καὶ Μαρκιανὸς ἐν Βεροίᾳ τὰ δικαστῶν εἰργάζετο δημίοις τισὶ κατὰ τοῦ δαίμονος χρώμενος, καὶ τὸν ἀλιτήριον ἐξελαύνων, καὶ τὴν κόρην καθαρὰν τῆς ἐνεργείας ἀποφαίνων ἐκείνου. Καὶ τοῦτο μεμάθηκεν ἀκριβῶς ὁ τῆς κόρης πατήρ. Ἐπανιόντι γὰρ αὐτῷ καὶ ὀλίγους τοῦ ἄστεως σταδίους ἀπέχοντι οἰκέτης τις ἀπήντησεν, εἰς ἀγρὸν ὑπὸ τῆς δεσποίνης ἀποσταλείς. Οὗτος οὖν τὸν δεσπότην θεασάμενος προσέφερε τῆς γεγενημένης θαυματουργίας τὰ εὐαγγέλια, πρὸ τεττάρων ἡμερῶν λέγων γεγενῆσθαι τὸ θαῦμα. Ἀριθμήσας τοίνυν τὰς ἡμέρας καὶ τὸν καιρὸν ἀκριβῶς ἐξετάσας, ἐκεῖνον εἶναι μεμάθηκεν, ἐν ᾧ τὸ ληκύθιον ἐξεκόμισεν ὁ πρεσβύτης. 3.10 Ἐγὼ δὲ εἰς ἔννοιαν λαμβάνω τί οὐκ ἂν ἔδρασεν ὁ μέγας οὗτος ἀνήρ, εἰ θαυματουργεῖν ἐβούλετο. Εἰ γὰρ καὶ κρύπτειν ἐσπουδακὼς ἣν ἐδέξατο χάριν, τοσαύτην αἴγλην ἠφίει, ποίαν οὐκ ἂν τερατουργίαν ἐθελήσας εἰργάσατο; Οὕτω δὲ καὶ τὴν πνευματικὴν αὐτοῦ σοφίαν οὐχ ἅπασιν ἐδήλου, καὶ ταῦτα τὸ τελευταῖον, μετὰ τὴν τοῦ σωτηρίου πάθους καὶ τῆς δεσποτικῆς ἀναστάσεως ἑορτὴν εἰσιέναι τοὺς βουλομένους πρὸς αὐτὸν ἐπιτρέψας. 3.11 Ἀμέλει κατ' ἐκεῖνον ἅπαντες ὁρᾶν αὐτὸν ἐσπούδαζον τὸν καιρόν. Καὶ δή ποτε ἀφίκοντο πρὸς αὐτὸν συναχθέντες τῶν ἀρχιερέων οἱ πρῶτοι, Φλαβιανὸς ὁ μέγας τὴν Ἀντιοχέων ποιμαίνειν πεπιστευμένος, καὶ ὁ θεῖος Ἀκάκιος, οὗ καὶ πρόσθεν ἐμνήσθην, Εὐσέβιός τε ὁ τῆς Χαλκιδέων, καὶ Ἰσίδωρος ὁ τότε τὴν Κύρρον κυβερνᾶν πεπιστευμένος, ἀρετῇ διαπρέποντες. Συνῆν δὲ αὐτοῖς καὶ Θεόδοτος τῆς Ἱεραπολιτῶν κατέχων τὰς ἡνίας, ἀσκήσει καὶ πρᾳότητι λάμπων. Παρῆσαν δέ τινες τῶν ἐν τέλει καὶ ἀξιώμασι, τῆς πίστεως τὸ ζώπυρον ἔχοντες. Πάντων τοίνυν σιγῇ καθημένων καὶ τὴν ἱερὰν ἐκείνου προσδεχομένων φωνήν, σιγῶν καὶ αὐτὸς ἐπὶ πολὺ καθῆστο, ἀργῶν μὲν τὴν γλῶτταν, ἐνεργὸν δὲ παρέχων τὴν ἀκοήν. Τότε τις τῶν καθημένων, συνήθης ὢν αὐτῷ διὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ ἄλλως δὲ ἀξιώματι λάμπων· "Ἅπαντες, ἔφη, ὦ πάτερ, καὶ οἱ θεῖοι πατέρες τῆς σῆς διψῶντες διδασκαλίας, τὰ ἥδιστά σου προσμένουσι νάματα. Μετάδος τοίνυν τοῖς παροῦσιν ἅπασι τῆς ὠφελείας, καὶ μὴ κωλύσῃς τοὺς τῆς εὐεργεσίας κρουνούς." Ὁ δὲ μέγα στενάξας· "Ὁ τῶν ὅλων, ἔφη, θεὸς καθ' ἑκάστην ἡμέραν, καὶ διὰ τῆς κτίσεως φθέγγεται, καὶ διὰ τῶν θείων γραφῶν διαλέγεται, καὶ παραινεῖ τὰ δέοντα, καὶ εἰσηγεῖται τὰ συμφέροντα, καὶ ἀπειλαῖς δεδίτ τεται, καὶ προτρέπει ταῖς ὑποσχέσεσι, καὶ ὄνησιν οὐδεμίαν καρπούμεθα. Πῶς ἂν τοίνυν Μαρκιανὸς φθεγγόμενος ὠφελήσειε, τοσαύτην ὠφέλειαν μετὰ τῶν ἄλλων ἀποπεμ πόμενος καὶ ὄνησιν ἐκεῖθεν εὕρασθαι μὴ βουλόμενος;" Ἐντεῦθεν πολλοὶ μὲν παρὰ τῶν πατέρων ἐκινήθησαν λόγοι, οὓς ἐνθεῖναι τῷ διηγήματι παρέλκον ἐνόμισα. Ἀναστάντες δὲ καὶ προσευξάμενοι, καὶ τῆς ἱερωσύνης αὐτῷ τὴν χειρο τονίαν ἐπιθεῖναι θελήσαντες, ἔδεισαν πάλιν τὴν ἐπιχείρησιν. Καὶ οὗτος μὲν ἐκείνῳ, ἐκεῖνος δὲ τούτῳ παρεκελεύετο. Πάντες δὲ ὁμοίως παραιτησάμενοι τὴν ἐπάνοδον ἐποιήσαντο. 3.12 Ἀλλὰ γὰρ βούλομαι καὶ ἄλλο τούτοις προσθεῖναι διήγημα, τῆς θείας ὕπαρχον αὐτοῦ συνέσεως γνώρισμα. Ἄβιτός τις εἰς τὴν ἑτέραν ἔρημον τὴν ἀσκητικὴν καλύβην πρῶτος ἐπήξατο· βορειοτέρα δὲ ταύτης ἐστὶ καὶ μικρὸν πρὸς ἕω κειμένη κατὰ τὸν ἀπαρκτίαν ἄνεμον τὸν τῷ ἀφη λιώτῃ πελάζοντα. Οὗτος τοῦ μεγάλου Μαρκιανοῦ