Epistulae ad Castorem

 καθημερι ναῖς συνόδοις φυλάττεσθαι, ἱκανῶς ἡμῖν εἴρηται. Ὀφεί λομεν δὲ λοιπὸν περὶ τῶν ἀποτασσομένων τῷ κόσμῳ 28.853 διηγήσασθαι, ποίῳ τρόπῳ ἐν τούτοι

 κρίσεσι δοκιμάσας ὁ Πατὴρ ἀποδείξει. Οὕτω γὰρ δυνή σεται ἐν μηδενὶ ὑπὸ τοῦ ἐχθροῦ ὁ πρὸς ἀρετὴν τυπούμενος ἀπατᾶσθαι, ὡς ἄπειρος, καὶ μήπω γνῶσιν κεκτ

 διετυπώσαντο. Παρὰ δὲ τοῖς Αἰγυπτίοις, καὶ μάλιστα τοῖς Ταβεννησιώταις, τοσαύτη σιωπὴ ὑπὸ πάντων παρέχεται, ἡνίκα εἰς τοσοῦτον πλῆθος πολυαρίθμητον τῶ

 ἕως ὅτε τῇ πολλῇ αὐτοῦ ὑπομονῇ μετὰ μικροῦ υἱοῦ παρὰ τὸν συνήθη κανόνα τοῦ κοινοβίου ἐδέχθη. Καὶ ὅτε μετὰ πολλοὺς κόπους εἰσῆλθεν, οὐ μόνον διαφόροις

 πεποίηκεν ἀνθρώπῳ, ὃς παρ' αὐτοῖς ὡς ἀρχάριος, καὶ οὐ πρὸ πολλοῦ τὸν κόσμον καταλείψας. ἔσχατος ἐνομίζετο. Ἔτι δὲ μάλιστα ἐξεπλάγησαν, ὅτε τὸ ὄνομα το

 ἀκινήτους καὶ ἀνενεργήτους ἔχει πάσας τὰς ἐπιθυμίας καὶ τὰς σαρκικὰς διαθέσεις. Φυλάττου τοιγαροῦν μήποτε τούτων ἀναλαβεῖν ἐπιθυμήσῃς, ὧν ἀποτασσόμενο

 κρύπτει Πατέρα· τρίτον, εἰ μὴ τῇ ἰδίᾳ συνέσει, ἀλλὰ πάντα τοῦ Πα τρὸς διακρίσει πιστεύει, διψῶν ἀεὶ καὶ ἐπιποθῶν, καὶ ἡδέως ἀκούων τῆς τούτου νουθεσία

 θελημάτων ἡ νέκρωσις· ἐκ δὲ τῆς τῶν θελημάτων νεκρώσεως αἱ τῶν ἡδονῶν ῥίζαι μαραίνονται· ἐκ δὲ τούτων πάντα τὰ ἐλαττώματα τῆς ψυχῆς ἀποβάλλονται· τῇ δ

 σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,» οὐ τὴν ἀναγκαίαν τῆς ζωῆς κυβέρνησιν ἐκώλυσεν, ἀλλὰ τὴν φιλήδονον ἐπι μέλειαν ἀπηγόρευσεν. Ἄλλως τε καὶ πρ

 προστρέ χειν. Εἰ γὰρ καὶ μὴ λογίζεται ἁμαρτία ἡ τοιαύτη κίνη σις, ὅμως τεκμήριον ὑπάρχει τοῦ νοσεῖν τὴν ψυχὴν, καὶ μήπω τοῦ πάθους ἀπηλλάχθαι. Καὶ τού

 ἀνάπτει, τῇ δρόσῳ τῆς παρου σίας τοῦ ἁγίου Πνεύματος ἀποσβεσθῆναι. Πρὸς δὲ τούτοις μέγιστον ἡμῖν ὅπλον πρὸς τὸν πολέμιον τοῦ τον καθέστηκεν ἡ κατὰ Θεὸ

 ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, εἴδωλα ἀνθρώπων ἐγγεγλυμμένα τῷ χρυ σίῳ ἀγαπᾷ· τούτοις δὲ τοῖς λογισμοῖς ὁ μοναχὸς σκο τωθεὶς, καὶ ἐπὶ τὸ χεῖρον αὔξων, οὐδεμ

 τοῦ βα λεῖν ἀρχὴν χαύνην καὶ διεφθαρμένην ἀνατρέπειν τοὺς ἄλλους ἀπὸ τῆς εὐαγγελικῆς τελειότητος. Ἐπειδὴ δέ τινες τὸ καλῶς εἰρημένον τῇ Γραφῇ· «Μακάρι

 περιφρονοῦμεν. Τὴν κατάκρισιν Ἀνανίου καὶ Σαπ φείρης πρὸ ὀφθαλμῶν ἔχοντες, φρίξωμεν καταλιμπά νειν ἑαυτοῖς τί ποτε τῆς παλαιᾶς περιουσίας. Ὁμοίως τοῦ

 κατανύγητε·» τουτέστιν, ὅταν ἀνέλθωσιν ἐπὶ τὴν καρδίαν οἱ πονηροὶ λογισμοὶ, ἐκβάλλοντες τούτους διὰ τῆς πρὸς αὐτοὺς ὀργῆς, μετὰ τὴν τούτων ἀποβολὴν ὡσ

 φεύγοντες τὴν ἔρημον καταδιώκω μεν καὶ τὴν μόνωσιν, ὅσα δ' ἂν τῶν ἡμετέρων παθῶν ἀθεράπευτα ἐκεῖσε ἐπενέγκωμεν, ἐπικεκρυμμένα, οὐκ ἐξειλημμένα, τυγχάν

 ἵνα πιστεύσωμεν, ὅτι οὔτε ἐπὶ δικαίοις, οὔτε ἐπὶ ἀδίκοις, ἔξεστιν ἡμῖν κινεῖν τὸν θυμόν. Τοῦ γὰρ πνεύματος τῆς ὀργῆς σκο τίσαντος τὴν διάνοιαν, οὔτε δ

 λύπη ...» τῇ ἐλπίδι τῆς μετανοίας τρέφουσα τὴν ψυχὴν, χαρὰ σύμμικτος ὑπάρχει· ὅθεν καὶ πρόθυμον καὶ ὑπήκοον πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν παρα σκευάζει τ

 δυσκαταγώνιστος τυγχάνει. Καὶ γὰρ ἐν παντὶ ἐπιτηδεύματι παρυφίστα ται ἔν τε σχήματι, καὶ μορφῇ, καὶ βαδίσματι, καὶ λόγῳ, καὶ ἐν ἀγρυπνίαις, καὶ ἐν νησ

 ὑψηλῷ, θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Σὺ δὲ ἄνθρωπος, καὶ οὐ Θεός. Καὶ ἄλλος προφήτης λέγει· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ,

ὑψηλῷ, θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Σὺ δὲ ἄνθρωπος, καὶ οὐ Θεός. Καὶ ἄλλος προφήτης λέγει· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός;» καὶ μετ' ὀλίγα· «Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. ∆ιὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε εἰς τέλος, ἐκτῖλαί σε, καὶ μετανα-στεῦσαί σε ἀπὸ σκηνώματός σου, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται, καὶ ἐπ' αὐτὸν γελάσονται, καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρω-πος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, καὶ ἐνεδυ-ναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.» Ταῦτα τοίνυν γινώσκοντες, φοβηθῶμεν, καὶ πάσῃ φυλακῇ τηρή-σωμεν τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ θανατηφόρου πνεύματος τῆς ὑπερηφανίας, ἐπιλέγοντες ἑαυτοῖς τὸ τοῦ Ἀποστόλου, ὅταν ἀρετήν τινα κατορθώσωμεν· «Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί·» καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν·» καὶ τὸ ὑπὸ τοῦ Προφήτου· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκο- πίασαν οἱ οἰκοδομοῦντες·» καὶ πάλιν· «Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.» Καὶ γὰρ εἰ καὶ τὰ μάλιστα ἔσεταί τις ζέων τῇ προθυμίᾳ, καὶ σπουδαῖος τῇ προαιρέσει, ἀλλὰ σαρκὶ συνδεδεμέ 28.905 νος καὶ αἵματι, οὐ δυνήσεται πρὸς τελειότητα φθάσαι, εἰ μὴ πρὸς τούτοις πᾶσιν ἐπὶ τῷ ἐλέει Χριστοῦ ἐλπίζει καὶ τῇ χάριτι αὐτοῦ. Κατὰ γὰρ τὸν θεῖον Ἰάκωβον, «πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων.» Καὶ ὁ Παῦλός φησι· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» ἀλλ' ὡς ἐπ' ἰδίοις τοῖς ἀλλοτρίοις χαρίσμασιν ἐπαιρόμενος. Ὅτι δὲ χάριτι καὶ ἐλέει Θεοῦ ἡ σωτηρία ἡμῖν προσγίνε-ται, μάρτυς ὁ λῃστὴς ἐκεῖνος, ὃς οὐκ ἀρετῆς ἔπαθλον τὴν βασιλείαν τῶν οὐρανῶν ἐκομίσατο, ἀλλὰ χάριτι Θεοῦ καὶ ἐλέει. Ταῦτα καὶ οἱ Πατέρες ἡμῶν ἐπιστά-μενοι, πάντες μιᾷ γνώμῃ παραδεδώκασι μὴ ἄλλως δύνασθαι ἡμᾶς θεμέλιον ἀσφαλῆ πρὸς τελείωσιν ἀρε-τῆς καταβάλλεσθαι, εἰ μὴ διὰ ταπεινώσεως, ἥτις ἀπὸ πίστεως καὶ πραότητος, καὶ τελείας ἀκτημοσύνης προσγίνεσθαι πέφυκε, δι' ὧν ἡ τελεία ἀγάπη κατορ-θοῦται χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

21