μέλλων προσηγορίας γίνεσθαι κοινωνός. 5.2 Ὧδε οὖν ζητεῖται λοιπὸν, ἵνα τις ἐξ ὑμῶν πιστὸς ἐκ συνειδήσεως εὑρεθῇ. Ἄνδρα γὰρ πιστὸν ἔργον ἐστὶν εὑρεῖν· οὐκ ἵνα ἐμοὶ δείξῃς σου τὴν συνείδησιν, (οὐ γὰρ ὑπὸ ἀνθρωπίνης ἡμέρας ἀνακρίνεσθαι μέλλεις) ἀλλ' ἵνα τῷ Θεῷ δείξῃς τῆς πίστεως τὸ ἄδολον, τῷ ἐτάζοντι νεφροὺς καὶ καρδίας, καὶ γινώσκοντι τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων. Μέγα τι πρᾶγμά ἐστι πιστὸς ἀνὴρ, παντὸς πλουσίου τυγχάνων πλουσιώτερος. Τοῦ πιστοῦ γὰρ ὅλος ὁ κόσμος τῶν χρημάτων, τῷ ὑπερφρονεῖν αὐτὰ καὶ καταπατεῖν. Οἱ μὲν γὰρ κατὰ τὸ φαινόμενον πλουτοῦντες, καὶ πολλὰ κεκτημένοι πένητές εἰσι τὴν ψυχήν· ὅσῳ γὰρ πολλὰ συνάγουσι, τοσούτῳ τῇ τῶν λειπόντων ἐπιθυμίᾳ τήκονται. Ὁ δὲ πιστὸς ἀνὴρ, τὸ παραδοξότατον, ἐν πενίᾳ πλουτεῖ· εἰδὼς γὰρ ὅτι δεῖ μόνον ἔχειν σκεπάσματα καὶ τροφὰς, καὶ τούτοις ἀρκούμενος, πεπάτηκε τὸν πλοῦτον. 5.3 Καὶ οὐ παρ' ἡμῖν γε μόνοις, τοῖς τὴν τοῦ Χριστοῦ προσηγορίαν ἔχουσιν, μέγα τὸ τῆς πίστεώς ἐστιν ἀξίωμα· ἀλλὰ γὰρ καὶ πάντα τὰ ἐν τῷ κόσμῳ τελούμενα, καὶ τὰ ὑπὸ τῶν ἀλλοτρίων τῆς Ἐκκλησίας, τῇ πίστει τελεῖται. Πίστει γαμικοὶ νόμοι τοὺς ἀπεξενωμένους συνάπτουσιν εἰς ταὐτόν· καὶ ἄνθρωπος ἀλλότριος σωμάτων καὶ χρημάτων [ἀλλοτρίων], διὰ τὴν ἐν γαμικοῖς συμβολαίοις πίστιν, γίνεται κοινωνός. Πίστει καὶ γεωργία συνίσταται· ὁ γὰρ μὴ πιστεύων λήψεσθαι καρποφορίαν, οὐχ ὑπομένει τοὺς καμάτους. Πίστει θαλαττεύοντες ἄνθρωποι, μικροτάτῳ ξύλῳ πιστεύσαντες, τὴν ἄστατον τῶν κυμάτων φορὰν τοῦ στεῤῥοτάτου στοιχείου, τῆς γῆς, ἀντικαταλλάττονται· ἀδήλοις ἑαυτοὺς ἐπιδιδόντες ἐλπίσι, καὶ πάσης ἀγκύρας ἀσφαλεστέραν ἐπαγόμενοι τὴν πίστιν. Κατὰ πίστιν συνέστηκε τοίνυν τὰ πλεῖστα τῶν ἀνθρώπων πράγματα· καὶ οὐ παρ' ἡμῖν μόνοις τοῦτο πεπίστευται, ἀλλὰ καὶ παρὰ τοῖς ἔξωθεν, καθὼς εἴρηται· κἂν γὰρ μὴ δέχωνται τὰς γραφὰς, οἰκεῖα δέ τινα προσφέρωσι διδάγματα, πίστει κἀκεῖνα παραδέχονται. 5.4 Ἐπὶ τὴν πίστιν ὑμᾶς τὴν ἀληθῆ καλεῖ καὶ ἡ σήμερον ἀνάγνωσις γενομένη, τὴν ὁδὸν ὑμῖν παραστήσασα, πῶς δεῖ τῷ Θεῷ καὶ ὑμᾶς εὐαρεστῆσαι· φησὶ γὰρ, ὅτι χωρὶς πίστεως ἀδύνατόν ἐστιν εὐαρεστῆσαι. Πότε γὰρ προθήσεται ἄνθρωπος δουλεῦσαι τῷ Θεῷ, μὴ πιστεύων, ὅτι γίνεται μισθαποδότης; πότε παρθενεύσει κόρη, καὶ σωφρονήσει νέος, μὴ πιστεύων, ὅτι τῆς ἁγνείας ἀμάραντός ἐστι στέφανος; Ὀφθαλμὸς πάσης συνειδήσεως φωτιστικός ἐστιν ἡ πίστις, καὶ συνέσεως ἐμποιητικός. Λέγει γὰρ ὁ προφήτης· Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Ἐμφράττει στόματα λεόντων ἡ πίστις, κατὰ τὸν ∆ανιήλ· φησὶ γὰρ ἡ γραφὴ περὶ αὐτοῦ, ὅτι ἀνηνέχθη ∆ανιὴλ ἐκ τοῦ λάκκου, καὶ πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ, ὅτι ἐπίστευσεν ἐν τῷ Θεῷ αὐτοῦ· Ἔστι τι τοῦ διαβόλου δεινότερον; ἀλλὰ καὶ πρὸς τοῦτον οὐδὲν ἕτερον ὅπλον ἔχομεν ἢ τὴν πίστιν, ἀσώματον θυρεὸν κατ' ἐχθροῦ μὴ φαινομένου. Ἀποστέλλει μὲν γὰρ βέλη ποικίλα καὶ κατατοξεύει ἐν σκοτομήνῃ τοὺς μὴ νήφοντας· ἀλλ' ἐπειδὴ μὴ φαίνεται ὁ ἐχθρὸς, περίβλημα κραταιὸν ἔχομεν τὴν πίστιν, κατὰ τὸν Ἀπόστολον λέγοντα· Ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Πεπυρωμένον πολλάκις βέλος ἐπιθυμίας αἰσχρᾶς ἡδονῆς ἐκ διαβόλου πέμπεται· ἀλλ' ἡ πίστις ὑπογράφουσα τὴν κρίσιν, καταψύξασα τὸν νοῦν, σβέννυσι τὸ βέλος. 5.5 Καὶ πολὺς ὁ περὶ τῆς πίστεως λόγος, καὶ οὐκ ἀρκετὸς ἡμῖν ὁ πᾶς τῆς ἡμέρας διηγουμένοις χρόνος. Αὐτάρκης δὲ νῦν τέως ἡμῖν ἔστω τῶν ἐκ τῆς παλαιᾶς τύπων μόνος Ἀβραὰμ, ἐπειδὴ κἀκείνου γεγόναμεν υἱοὶ διὰ τῆς πίστεως. Ἐκεῖνος οὐκ ἐξ ἔργων μόνον ἐδικαιώθη, ἀλλ' ἐκ πίστεως. Πολλὰ μὲν γὰρ κατώρθωσεν· ἀλλ' οὐδέ ποτε φίλος Θεοῦ ἐκλήθη, ἀλλ' ὅτε ἐπί στευσε. Καὶ πᾶν δὲ ἔργον αὐτοῦ κατὰ πίστιν τετέλεσται. Κατέλιπε γονέας διὰ πίστιν· κατέλιπε πατρίδα, καὶ χώραν καὶ οἰκίαν διὰ τὴν πίστιν. Ὥσπερ οὖν ἐκεῖνος ἐδικαιώθη, καὶ σὺ δικαιώθητι. Νεκρὸς ἦν λοιπὸν τῷ σώματι πρὸς τεκνογονίαν· πρεσβύτης γὰρ ἦν, καὶ πρεσβύτιδα λοιπὸν ἔσχε τὴν γαμετὴν Σάῤῥαν, καὶ τεκνογονίας ἐλπὶς οὐδεμία