ἐπιρροαῖς κατασκευάσας ὡραιότατον πάνυ. καὶ τούτου τελεσθέντος, ἦν τις ἐν τῇ πόλει ὀνόματι Πέ τρος λόγιος καὶ σκωπτικός, ὃν καὶ πτωχομάγιστρον ἐκάλουν. τοῦ τον προσκαλεσάμενος Μιχαὴλ ἐν τῷ στάβλῳ ὑπεδείκνυεν αὐτῷ τὴν ἄλογον τοῦ κατασκευασθέντος οἴκου εὐπρέπειαν, ὡς βουλόμενος ἐπαινεθῆναι παρ' αὐτοῦ, εἰπὼν καὶ τοῦτο ὡς ἀεὶ μνημονεύεσθαι μέλλω διὰ τὴν τοῦ ἔργου τούτου κατασκευήν. ὁ δὲ ἔφη τῷ βασι λεῖ "Ἰουστινιανὸς ἔκτισε τὴν μεγάλην ἐκκλησίαν, κοσμήσας χρυσῷ καὶ ἀργύρῳ καὶ μαρμάροις πολυτίμοις, καὶ μνήμη αὐτοῦ νῦν οὐκ ἔστιν. καὶ σύ, βασιλεῦ, κοπροθέσιον ποιήσας καὶ ἀλόγων ἀνά παυσιν, καὶ λέγεις μνημονεύεσθαι διὰ τοῦτο;" ὁ δὲ ἀποτυχὼν 826 τῶν ἐξ αὐτοῦ ἐπαίνων καὶ ὀργισθείς, τυπτόμενος καὶ συρόμενος ἐξεβλήθη ὁ πτωχομάγιστρος. 20. Φήμης δὲ διαθεούσης περὶ Βάρδα Καίσαρος ὅτι τῇ νύμφῃ αὐτοῦ συμφθείρεται, τοῦτο ἀκούσας Ἰγνάτιος ὁ πατριάρ χης πολλάκις παρῄνεσεν αὐτὸν ἀποσχέσθαι τοῦ τοιούτου μύσους καὶ μὴ πρόσκομμα εἶναι πολλῶν τὸν ἀρετῆς ὑπόδειγμα εἶναι ὀφεί λοντα καὶ σώφρονος βίου. ὁ δὲ φρονεῖν κατεπείγετο. καὶ δή ποτε μέλλοντα κοινωνεῖν τὸν Βάρδαν ὁ πατριάρχης ἀπώσατο ὡς μὴ πειθόμενον κανόσιν ἢ παραινέσεσιν· ὃς ὀργῇ πληγεὶς τὴν ψυ χὴν τὸν παραινέτην ὡς ἄνομον καὶ φθορέα τῆς ἐκκλησίας ἐξέωσε καὶ βασάνοις ἀπείροις καὶ ἀνημέροις ὑπέβαλεν ὡς ποιῆσαι παραί τησιν. τοῦ δὲ μὴ πεισθέντος Φώτιον πατριάρχην ἀντ' αὐτοῦ χειροτονεῖ, πρωτασηκρῆτιν ὄντα τῷ κατ' ἐκεῖνο καιροῦ καὶ λογιώ τατον πάνυ. 21. Ὁ δὲ βασιλεὺς ἐξεστράτευσε κατὰ τῶν Ἀγαρηνῶν, καταλιπὼν ἐν τῇ πόλει ταύτην φυλάττειν Ὠορύφαν ὕπαρχον ὄντα, ὅστις οὔπω τοῦ βασιλέως μηδὲν ἐξ ὧν ἐμελέτα καὶ κατὰ νοῦν εἶχεν ἐργασαμένου τὴν τῶν ἀθέων Ῥὼς ἐμήνυσεν ἄφιξιν, γεγενημένους ἤδη κατὰ τὸν Μαυροπόταμον. καὶ ὁ μὲν βασιλεὺς καὶ τῆς ἐχο μένης μετεσχέθη ὁδοῦ, καὶ δι' ἣν ταύτην ἀφῆκεν, οὐδὲν βασιλι κὸν καὶ γενναῖον εἰργάσατο. οἱ δὲ Ῥὼς φθάσαντες ἔνδον τοῦ Ἱεροῦ γενέσθαι πολὺν εἰργάσαντο φόνον Χριστιανῶν καὶ ἀθῶον 827 αἷμα ἐξέχεον. ὑπῆρχον δὲ πλοῖα διακόσια, ἃ περιεκύκλωσαν τὴν πόλιν καὶ πολὺν φόβον τοῖς ἔνδοθεν ἐνεποίησαν. ὁ δὲ βασιλεὺς καταλαβὼν μόλις ἴσχυσε διαπερᾶσαι. καὶ δὴ σὺν τῷ πατριάρχῃ Φωτίῳ εἰς τὸν ἐν Βλαχέρναις ναὸν τῆς τοῦ θεοῦ μητρὸς παρεγέ νοντο, κἀκεῖ τὸ θεῖον ἐξιλεοῦντο καὶ ἐξευμενίζοντο. εἶτα μεθ' ὑμνῳδίας τὸ ἅγιον τῆς θεοτόκου ἐξαγαγόντες ὠμοφόριον τῇ θα λάσσῃ ἄκρως προσέβαψαν, καὶ νηνεμίας οὔσης εὐθὺς ἀνέμων ἐπιφοραὶ καὶ τῆς θαλάσσης ἠρεμούσης κυμάτων ἐπαναστάσεις ἀλλεπάλληλοι ἐγένοντο, καὶ τὰ τῶν ἀθέων Ῥὼς πλοῖα κατεάγησαν, ὀλίγων ἐκπεφευγότων τὸν κίνδυνον. 22. Βάρδα δὲ τοῦ Καίσαρος ἐν τῇ προελεύσει διερχομέ νου μετὰ σκαραμαγγίου ὀξέος εἰς τὸ ὡρολόγιον καθεζόμενος ∆α μιανὸς ἐκεῖσε πατρίκιος, ὁ καὶ παρακοιμώμενος, οὐκ ἐπηγέρθη τιμῆσαι αὐτόν. τοῦτο ἰδὼν ὁ Καῖσαρ ἐθυμώθη λίαν· καὶ εἰσελ θόντος αὐτοῦ εἰς τὸν Χρυσοτρίκλινον καὶ συγκαθεσθέντος τῷ βα σιλεῖ καὶ δακρύοντος ἀπὸ ὀργῆς καὶ θυμοῦ ἠρώτησε τὴν αἰτίαν ὁ βασιλεύς. ὁ δὲ ἔφη ὅτι ∆αμιανὸς δὴ ὁ παρακοιμώμενος εἰς ὄνει δος ἐμοῦ καὶ τῆς σῆς βασιλείας οὐκ ἐπηγέρθη μοι ἐνώπιον τῆς συγ κλήτου. θυμωθεὶς δὲ ὁ βασιλεὺς Μαξιμιανόν τινα κοιτωνίτην παρευθὺ προστάττει ἆραι ∆αμιανὸν καὶ ἐν τῷ ἐμπορίῳ τοῦ ἁγίου Μάμαντος ἀπαγαγεῖν, καὶ τοῦτον ἀποκεῖραι καὶ ποιῆσαι μοναχόν, καὶ προστάξαι φρουρεῖσθαι· καὶ τῇ αὐτῇ ἡμέρᾳ προβάλλεται Βασίλειος ὁ πρωτοστράτωρ παρακοιμώμενος. 23 ἐζηλοτύπησε 828 δὲ ὁ Καῖσαρ τοῦτο ἀκούσας, καὶ ἔκτοτε ἐζήτει ἀποκτεῖναι Βασί λειον. Ἐχώρισε Βασίλειον ὁ Μιχαὴλ τῆς ἰδίας γυναικὸς Μαρίας, δεδωκὼς αὐτῷ γυναῖκα Εὐδοκίαν τὴν Ἰγγηρῖναν, διορισάμενος αὐτῷ κυρίαν αὐτὴν ἔχειν· ἦν γὰρ αὐτὴ τοῦ βασιλέως παλλακή, καὶ πάνυ ἠγάπα αὐτὴν ὡς εὐπρεπῆ. τῇ δὲ προτέρᾳ αὐτοῦ γυναικὶ Μαρίᾳ δοὺς χρυσίον καὶ ἄλλα τινὰ ἀπέστειλεν ἐν Μακεδονίᾳ εἰς τὰ ἴδια. Θέκλαν δὲ τὴν ἰδίαν ἀδελφὴν προσήρμοσε Βασιλείῳ τοῦ ἔχειν ἰδίως. 24. Ἔκτοτε δὲ ὑπεβλέποντο ἀλλήλους ὅ τε Καῖσαρ καὶ ὁ Βασίλειος, ζητοῦντες πῶς ἕτερος τὸν ἕτερον ἀνελεῖ. ἰδίως δὲ ἐλοιδόρει Βασίλειος βασιλεῖ τὸν Καίσαρα ὡς κατ'