βασιλίδα τῶν πόλεων ἔσπευδεν ἐφ' ᾧ τὸ χρυσίον ἀναλαβεῖν καὶ τὸν ἀδελφὸν πρίασθαι. Ἡμέραις οὖν ὀλίγαις τοῦτο συναγαγὼν ἀπῄει ὡς ἐπὶ Ἄγκυραν καὶ σπεύδων ταχέως καταλαβεῖν τό τε πλεῖστον τῆς νυκτὸς καὶ τῆς ἡμέρας τὸ πᾶν ἤλαυνε. Περὶ ἑσπέραν δὲ βαθεῖαν φθάσας εἰς τὴν Ἄγκυραν καὶ τὰς τῆς πόλεως πύλας εὑρὼν κεκλεισμένας, ἐζήτει ταύτας ἀνοιχθῆ ναί οἱ· οἱ δ' ἐντὸς τοῦ ἄστεος, δεδιότες μήπως ὑπ' ἐχθρῶν ἐνεδρεύοιντο διὰ τὸ μὴ πάνυ τι πόρρω τοὺς Τούρκους ἔτι στρατοπεδεύειν, ἀπῄτουν οἵτινες εἶεν εἰπεῖν καὶ οἱ περὶ τὸν Ἀλέξιον εὐθὺς ὅστις εἴη ἀνεδίδασκον κἀντεῦθεν συνέβη τι ἡδονὴν παρέχον τοῖς φιλακροάμοσιν, οὐκ ἐκείνοις τότε μόνον, ἀλλὰ καὶ νῦν. Ἐν ὅσῳ γὰρ ὁ Κομνηνὸς ἀπῄει Ἀλέξιος τὴν τιμὴν ἄξων τῷ ἀδελφῷ, δείσας ὁ Κομνηνὸς Ἰσαάκιος μὴ πόρρω τῶν Ῥωμαϊκῶν ὁρίων γενόμενος δυσχερέστερον τῆς αἰχμαλωσίας ἀπαλλαγείη, πρὸς τὰς κύκλῳ διεπέμπετο πόλεις καὶ τὰ κατ' αὐτὸν ἀνεδίδασκεν ὡς ἁλῴη καὶ ὡς βούλοιντο τιμῆς αὐτὸν ἀποδιδόναι οἱ βάρβαροι, ἠξίου τε τῆς τιμῆς κομίζειν ὁπόσον ἕκαστος δύναιτο πρὸ τοῦ πόρρω τοὺς βαρβάρους τῶν Ῥωμαϊκῶν ὁρίων γενέσθαι καὶ ὑπισχνεῖτο πάντα σὺν τόκῳ ἀποδοῦναι σφίσι τὰ κομισθησόμενα. Πολλοὶ γοῦν τῶν εὐπόρων χρυσίον πεπόμφασιν αὐτῷ, καὶ τὸ μὲν ἀπέδοτο τοῦ τιμήματος, τοῦ λοιποῦ δὲ χάριν ὁμήρους καταλιπὼν τῶν δεσμῶν ἀπολέλυτο καὶ τὴν τῶν Γαλατῶν μητρόπολιν κατέλαβεν Ἄγκυραν. Ξυνέπεσε γοῦν ἄμφω τὼ ἀδελφὼ εἰς μίαν ἡμέραν τὴν πόλιν καταλαβεῖν, ἀλλ' ἐκεῖνος μὲν προφθάσας ἐπί τινος οἰκήματος τῶν πυλῶν ὄντος ἄνωθεν ἀνεπαύετο, τὰς πύλας κλείσας καὶ τὰς κλεῖς κατέχων αὐτός· ὡς δ' ἠκηκόει τοῦ ἀδελφοῦ φωνοῦντος ἔξωθεν, ἀνήλατό τε τῆς κλίνης καὶ τὰς κλεῖς λαβὼν ἐπὶ τὰς πύλας ἔθεεν. Ἀνοίξας οὖν εἰσῆγε πάντας ἔνδον τῆς πόλεως· ὁ δὲ θαυμασιώτατος Ἀλέξιος αὐτὸν ἀπροσδοκήτως θεασάμενοςοὔπω γὰρ πέπυστο περὶ αὐτοῦ, κατεπήδησέ τε τοῦ ἵππου καὶ περιπλακεὶς κατησπάζετο. Θυμηδίας οὖν ὅτι πλείστης πλησθέντες ἀνῄεσαν ὡς ἐπὶ τὸ δωμάτιον, καὶ ὁ μὲν ἐδείπνει ἄσιτος ὢν τὸ παράπαν, ὁ δὲ ἃ πάθοι κατὰ τὴν αἰχμαλωσίαν ἀπήγγειλε, καὶ ἦν ὁ δεῖπνος ἐκείνοις μετὰ ἡδονῆς καὶ δακρύων. 2.9 Τρισὶν οὖν ἡμέραις ἀναπαύσαντες ἑαυτούς τε καὶ τὰ ὑποζύγια, ἐπεὶ περὶ τῶν Τούρκων ἐπύθοντο ὡς πόρρω γένοιντο τῶν Ῥωμαϊκῶν ὁρίων, ἄραντες ἐκεῖθεν ἐπὶ τὴν βασιλίδα τῶν πόλεων ἐπορεύοντο· περαιωθέντες δὲ τὸν Σαγγάριον, τὴν Νικομήδους καταλαβεῖν ἠπεί γοντο. ∆ιιοῦσι δὲ τούτοις τὸ χωρίον ὃ ∆έκτη καλεῖται τῶν συνήθων τις ὑπηντίαζε καὶ παρεκάλει παρὰ τῇ οἰκίᾳ τούτου γενέσθαι καὶ ἑαυτοὺς βραχύ τι διαναπαῦσαι. Εἴξαντες οὖν ταῖς τοῦ ἀνδρὸς παρακλήσεσιν ἀπῄεσαν καὶ τῶν ἵππων ἀποβάντες ἀνῄεσαν ἐπὶ τὸ δωμάτιον, καὶ οἱ μὲν ἀνεπαύοντο, ὁ δ' ἑστιάτωρ τὸ δεῖπνον ηὐτρέπιζε μάλα ἀσμένως, ὅτι τοιούτους ὑπεδέξατο δαιτυμόνας. Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ξυνέβη Τούρκους περί που διακοσίους κατιέναι ἐπὶ προνομῇ, οἳ καὶ διώδευον τὴν ὁδὸν ἐπὶ τὰ πρόσω σπεύδοντες καὶ μηδένα λόγον τῶν κατὰ πάροδον Ῥωμαίων ποιούμενοι. Ἀγρότης δέ τις ἀροτριῶν αὐτοὺς θεασάμενος καὶ οἰηθεὶς τοῦ μέρους εἶναι τῶν προκληθέντων, ἐφώνει καὶ αὐτοὺς ἐκάλει καὶ τὸν μέγαν δομέστικον ἐπιδεικνύειν ἐπηγγέλλετο· οἱ δὲ πρὸς αὐτὸν ἀφικόμενοι, ἐπειδήπερ ἐμάνθανον ξὺν ὀλίγοις τοῦτον ἐπιξενίζεσθαι, ἐξελάσαντες τὴν οἰκίαν τε ἐκύκλουν καὶ τὰς διεξόδους ἐτήρουν· πορθεῖν δὲ ταύτην οὐκ ἐπεχείρουν δεδιότες τοὺς ἔσωθεν. Ὡς δ' ἐγνώσθη τὰ συμβάντα τοῖς ἔσωθεν, οἱ μὲν τούτων ἦσαν ἐν ὅπλοις εὐθὺς ὅσοι γενναιότατοι καὶ ἀλκιμώτατοι, οἱ δὲ πρὸς δρασμὸν ἐχώρουν ἅτε πλῆθος ὄντες σύμμικτον καὶ θητικὸν τὸ πλεῖον, τοῖς δὲ ἐδόκει βέλτιον οἳ καὶ μεγέθει σωμάτων τῶν ἄλλων διέφερον καὶ μεγάλως ηὔχουν ἐπὶ στρατὸν μηδαμῶς εἰς χεῖρας ἰέναι τοῖς πολεμίοις, ἀλλὰ τὰ ὅπλα ῥίψαντας αὐτομολῆσαι πρὸς τοὺς βαρβάρους, ὅρκια λαβόντας ἐκεῖθεν ὥστε μὴ θανεῖν. Θροῦς οὖν ἐπὶ τῷ λόγῳ ἤρθη πολύς, τῶν μὲν ἐπαινούντων τὸ δόγμα, τῶν δ' ἀμφιβόλως ἐχόντων· ὁ δὲ γενναῖος Ἀλέξιος κατασιγάσας τὸν θόρυβον τοιῶνδε πρὸς αὐτοὺς