ὑποκριτῶν γὰρ ἔργον ἐστὶ τὸ τοῖς ἀνθρώποις ἐναβρύνεσθαι ἐπ' εὐσεβείᾳ θέλειν ἢ τῷ κοινωνικῷ. δέον δὲ μεμνημένους τοῦ «πῶς δύνασθε πιστεῦσαι ὑμεῖς, δόξαν παρὰ ἀνθρώπων λαβόντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;» πάσης τῆς παρὰ ἀνθρώποις δόξης, κἂν ἐπὶ τῷ καλῷ γίνεσθαι νομίζηται, καταφρονεῖν καὶ ζητεῖν τὴν κυρίαν δόξαν καὶ ἀληθῆ τὴν ἀπὸ τοῦ μόνου τὸν τῆς δόξης ἄξιον πρεπόντως ἑαυτῷ ὑπὲρ τὴν ἀξίαν τοῦ δοξαζομένου δοξάζοντος. καὶ αὐτὸ οὖν τὸ νομισθὲν ἂν καλὸν εἶναι καὶ ἐπαινε τὸν μολύνεται νομιζόμενον γίνεσθαι, ὅτε, «ὅπως» δοξασθῶμεν «ὑπὸ τῶν ἀνθρώπων» ἢ «ὅπως» φανῶμεν «τοῖς ἀνθρώποις,» ποιοῦμεν αὐτό· διόπερ οὐδεμία ἐπὶ τούτῳ ἀπὸ θεοῦ ἀμοιβὴ ἡμῖν ἕπεται. ἀψευδὴς γὰρ πᾶς ὁ τοῦ Ἰησοῦ λόγος καὶ, εἰ δεῖ βιαζόμενον εἰπεῖν, ἀψευδέστερος γίνεται, ἐπὰν μετὰ τοῦ συνήθους αὐτοῦ ὅρκου λέγη ται. φησὶ δὲ περὶ τῶν δι' ἀνθρωπίνην δόξαν εὖ τὸν πέλας δο κούντων ποιεῖν ἢ «ἐν ταῖς συναγωγαῖς καὶ ταῖς γωνίαις τῶν πλα τειῶν» προσευχομένων, «ὅπως φανῶσι τοῖς ἀνθρώποις,» τὸ αὐτό· «ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.» ὥσπερ γὰρ ἀπέσχεν ὁ κατὰ Λουκᾶν πλούσιος «τὰ ἀγαθὰ» «ἐν τῇ» ἑαυτοῦ ἀνθρωπίνῃ «ζωῇ,» διὰ τὸ ἀπεσχηκέναι ταῦτα οὐκέτι χωρῶν τυχεῖν αὐτῶν μετὰ τὸν ἐνεστηκότα βίον· οὕτως ὁ ἀπέχων ἑαυτοῦ «τὸν μισθὸν,» εἴ τι δώσει τινὶ ἢ ἐν εὐχαῖς, ἅτε μὴ σπείρας «εἰς τὸ πνεῦμα» ἀλλὰ «εἰς τὴν σάρκα,» «θερίσει» μὲν τὴν «φθορὰν,» οὐ «θερίσει» δὲ τὴν «αἰώνιον ζωήν.» «εἰς τὴν σάρκα» δὲ σπείρει ὁ «ἐν ταῖς συναγωγαῖς καὶ ταῖς ῥύμαις, ὅπως» δοξασθῇ «ὑπὸ τῶν ἀνθρώπων,» ποιῶν «ἐλεημοσύνην» μετὰ σαλπισμοῦ τοῦ «ἔμπροσθεν» ἑαυτοῦ, ἢ ὁ φιλῶν «ἐν ταῖς συνα γωγαῖς καὶ ταῖς γωνίαις τῶν πλατειῶν» ἑστὼς «προσεύχεσθαι, ὅπως» φανεὶς «τοῖς ἀνθρώποις» εὐσεβής τις καὶ ὅσιος εἶναι παρὰ τοῖς ἑωρακόσι νομισθῇ. 19.3 ἀλλὰ καὶ πᾶς ὁ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύων ὁδὸν, τὴν ἀπάγουσαν ἐπὶ «τὴν ἀπώλειαν,» οὐδὲν ὀρθὸν καὶ εὐθὲς ἔχουσαν ἀλλὰ πᾶσαν σκολιὰν τυγχάνουσαν καὶ γεγωνιωμένην (κέκλασται γὰρ ἐπὶ πλεῖστον ἡ εὐθεῖα), ἐν αὐτῇ ἕστηκεν οὐ καλῶς, «ἐν ταῖς γω νίαις τῶν πλατειῶν» προσευχόμενος, διὰ τῆς φιληδονίας οὐχὶ ἐν μιᾷ ἀλλ' ἐν πλείοσι γινόμενος πλατείαις· ἐν αἷς οἱ «ὡς ἄνθρωποι» ἀποθνῄσκοντες διὰ τὸ τῆς θεότητος ἀποπεπτωκέναι τυγχάνουσι δοξάζοντες καὶ μακαρίζοντες τοὺς ἐν ταῖς πλατείαις ἀσεβεῖν αὐτοῖς νενομισμένους. πολλοὶ δὲ ἀεὶ οἱ φαινόμενοι ἐν τῷ προσεύχεσθαι «φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,» ἐν μέσοις τοῖς συμποσίοις καὶ παρὰ ταῖς μέθαις ἐμπαροινοῦντες τῇ προσευχῇ, ἀληθῶς «ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες» καὶ προσευχόμενοι· πᾶς γὰρ ὁ κατὰ τὴν ἡδονὴν βιοὺς, τὸ εὐρύχωρον ἀγαπήσας ἐκπέπτωκε τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ Ἰησοῦ Χριστοῦ, οὐδὲ τὴν τυχοῦσαν ἐχούσης κάμπην καὶ οὐδὲ ὅλως γεγωνιωμένης. 20.1 Εἰ δέ ἐστι τὶς διαφορὰ ἐκκλησίας καὶ συναγωγῆς (τῆς μὲν κυρίως ἐκκλησίας οὐκ ἐχούσης «σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιού των ἀλλὰ» ἁγίας καὶ ἀμώμου τυγχανούσης, εἰς ἣν οὔτε ὁ «ἐκ πόρνης» εἰσέρχεται οὔτε ὁ «θλαδίας» ἢ «ἀποκεκομμένος» ἀλλ' οὐδὲ Αἰγύπ τιος ἢ Ἰδουμαῖος, ἐὰν μὴ υἱῶν γεννηθέντων αὐτοῖς διὰ τὴν τρί την γενεὰν μόλις δυνηθῶσιν ἐφαρμόσαι τῇ ἐκκλησίᾳ, οὐδὲ ὁ «Μωα βίτης» καὶ «Ἀμμανίτης,» ἐὰν μὴ δεκάτη γενεὰ πληρωθῇ καὶ ὁ αἰὼν τελεσθῇ· τῆς δὲ συναγωγῆς ὑπὸ ἑκατοντάρχου οἰκοδομουμένης, ἐν τοῖς πρὸ τῆς Ἰησοῦ ἐπιδημίας χρόνοις τοῦτο ποιοῦντος, ὅτε οὐδέπω μεμαρτύρηται «πίστιν» ἔχειν, ὁπόσην «οὐδὲ ἐν τῷ Ἰσραὴλ» εὗρεν ὁ υἱὸς τοῦ θεοῦ), ὁ φιλῶν δὴ «προσεύχεσθαι» «ἐν ταῖς συναγωγαῖς» οὐ μακράν ἐστι τῶν γωνιῶν «τῶν πλατειῶν.» ἀλλ' οὐχ ὁ ἅγιος τοιοῦτος· οὐ φιλεῖ γὰρ «προσεύχεσθαι» ἀλλὰ ἀγαπᾷ, καὶ οὐκ «ἐν συναγωγαῖς» ἀλλ' ἐν ἐκκλησίαις, καὶ οὐκ «ἐν γωνίαις πλατειῶν» ἀλλ' ἐν τῇ εὐθύτητι τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀλλὰ καὶ οὐχ ἵνα φανῇ «τοῖς ἀνθρώποις» ἀλλ' ἵν' ὀφθῇ «ἐνώπιον κυρίου τοῦ θεοῦ.» ἄῤῥην γάρ ἐστι τὸν «δεκτὸν ἐνιαυτὸν κυρίου» νοῶν καὶ τὴν ἐντολὴν τηρῶν τὴν λέγουσαν· «τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικὸν ἐνώπιον κυρίου τοῦ θεοῦ.»