τούτους τοῦ συνεδρίου· εἰ δὲ ὡς κατηγόρους, στήσατε εἰς τὴν κρίσιν, ἵνα γνῶ ὅπως κονίζωμαι, πότερον ὡς πρὸς ἀντιδίκους ἢ ὡς δικαστάς· καὶ πάντως ἐλεύσομαι οὐ μόνον πρὸς τὴν ὑμετέραν ἀγάπην, ἀλλὰ καὶ πρὸς πᾶσαν τῆς οἰκουμένης σύνοδον. ὥστε οὖν γνῶτε, ἐὰν μυριάκις ἀποστείλητε πρός με, οὐδὲν πλέον ἀκούσεσθε παρ' ἐμοῦ." τούτων ἐξελθόντων, νοτάριος παρὰ 50 πόδας γράμμα ἔχων βασιλικόν, ἐν ᾧ προεδεήθησαν ἄκοντα αὐτὸν ἀπαντῆσαι εἰς τὴν δίκην, κατήπειγεν αὐτὸν εἰς τὴν κρίσιν. μετὰ τὴν ἀπόκρισιν τὴν πρὸς τὸν νοτάριον ἐμηνύθησαν δύο πρεσβύτεροι τοῦ Ἰωάννου, Εὐγένιός τις, ὃς μισθὸν τῆς κατὰ τοῦ ἐπισκόπου Ἰωάννου συσκευῆς τὴν προεδρίαν ἔλαβεν Ἡρακλείας, καὶ ὁ ἡσυχαστὴς Ἰσαάκιος-ἵνα μὴ ἄλλως εἴπω- λέγοντες· "Ἐδήλωσέν σοι ἡ σύνοδος· "Πέρασον πρὸς ἡμᾶς, ἀπολογησόμενος τὰ ἐγκλήματα."" πρὸς ταῦτα ὁ Ἰωάννης ἀντε δήλωσεν δι' ἐπισκόπων ἑτέρων· "Ποίᾳ ἀκολουθίᾳ δικάζετε, οἱ μήτε τοὺς ἐχθρούς μου ἐξώσαντες, καὶ διὰ τῶν ἐμῶν κληρικῶν με μεταστελλόμενοι;" οἱ δὲ λαβόντες τοὺς ἐπισκόπους, τὸν μὲν ἔδειραν, τὸν δὲ περιέσχισαν, τῷ δὲ σίδηρα τῷ τραχήλῳ περιέθηκαν, ἃ ἦσαν εὐτρεπίσαντες τῷ ἁγίῳ, ἵν' οὕτως βληθεὶς εἰς πλοῖον, εἰς ἄδηλον ἀποσταλῇ τόπον· τοῦ δαίμονος καθάπερ λέοντας ἀγριώσαντος αὐτούς. καὶ ὁ μὲν ὅσιος, εἰδὼς τὴν ἀναιδῆ αὐτῶν γνώμην, ἑαυτὸν ἐπέσχεν. οἱ δὲ γεννάδες, πράξαντες ὑπομνημάτια ἀράχνης ἀσθενέστερα πρὸς ἀφοσίωσιν, ἀποφαί νονται κατὰ τοῦ μακαρίου, οὗ οὔτε τὸ πρόσωπον εἶδον, οὔτε φωνῆς αὐτοῦ ἤκουσαν, ἐν ἡμέρᾳ μιᾷ τὴν ἐν πολλῷ χρόνῳ ὑφαι νομένην κακίαν συμπεραιώσαντες (ἀνεπίσχετον γὰρ τὸ δαιμο νιῶδες ὅρμημα, οὐκ ἀναμένον σκέψιν). καὶ πέμψαντες τῷ βασιλεῖ ἀναφορὰν προέταξαν· "Ἐπειδὴ κατηγορηθεὶς Ἰωάννης ἐπὶ κακοῖς τισι καὶ συνειδὼς ἑαυτῷ, οὐκ ἠθέλησεν ἀπαντῆσαι, τόνδε τοιοῦτον καθαιροῦσιν οἱ νόμοι· ὃ δὴ καὶ ὑπέστη. περι έχουσι δὲ οἱ λίβελλοι καὶ καθοσιώσεως ἔγκλημα. κελεύσει οὖν ἡ ὑμῶν εὐσέβεια καὶ ἄκοντα αὐτὸν ἐξωσθῆναι καὶ δίκας δοῦναι 51 ἐπὶ τῇ καθοσιώσει, ἐπειδὴ ἡμῖν οὐκ ἔξεστι ταῦτα ζητεῖν." ὦ τρισάθλιοι, ἃ φρονεῖτε καὶ ποιεῖτε; αἰσχύνεσθε ταῦτα ποιεῖν, οὐ Θεόν, ἀλλὰ ἀνθρώπους αἰδούμενοι ἢ φοβούμενοι. ἦν δὲ ἡ καθοσίωσις ἡ εἰς τὴν βασίλισσαν λοιδορία, ὡς ἐκεῖνοι ἀνή νεγκαν, ὅτι εἶπεν αὐτὴν Ἰεζάβελ. καὶ οἱ μὲν θαυμάσιοι, τὸν διὰ ξίφους θάνατον αὐτοῦ ποθήσαντες ἰδεῖν, οὕτως ἀνήνεγκαν· ὁ δὲ Θεὸς καὶ τούτων ἐφανέρωσεν τὴν ἐνδομυχοῦσαν κακίαν, καὶ τῶν ἀρχόντων ἐμαλάκυνε τὴν καρδίαν, καθάπερ ἐπὶ τοῦ ∆ανιὴλ συνέβη ἐν Βαβυλῶνι. ἐκεῖ γὰρ οἱ μὲν λέοντες ἡμερώθησαν, φεισάμενοι τοῦ ∆ανιήλ, οἱ δὲ ἄνθρωποι ἠγριώθησαν, ἀφειδή σαντες τοῦ προφήτου· καὶ ἐδυσώπησεν ὁ Θεὸς τοὺς παρὰ φύσιν ἀγριωθέντας, τῶν παρὰ φύσιν ἡμερωθέντων. <ΚΕΦΑΛΑΙΟΝ Θʹ> Οὕτως ἐξεώσθη ὁ Ἰωάννης τῆς ἐκκλησίας, κόμητος ἀποστα λέντος σὺν στρατιωτικῇ βοηθείᾳ, καθάπερ ἐπὶ βαρβαρικῆς παρατάξεως. ἐκβληθεὶς δὲ φθάνει εἰς τὰ κατὰ Πραίνετον τῆς Βιθυνίας ἀγρίδια. μέσης δὲ διαγενομένης ἡμέρας μιᾶς, συνέβη θραῦσίν τινα γενέσθαι ἐν τῷ κοιτῶνι. φοβηθέντες ἐκ τούτου, δι' οἰκείου νοταρίου ἀνακαλοῦνται τὸν Ἰωάννην μετὰ ἡμέρας ὀλίγας, ἀποδόντες τῷ οἰκείῳ θρόνῳ. οὕτως ὁ Θεόφιλος σὺν τοῖς Αἰγυπτίοις φυγῇ τὴν σωτηρίαν πορίζεται (ἐζήτει γὰρ ἡ πόλις αὐτὸν θαλασσῶσαι). μετὰ δύο μῆνας πάλιν ὑπαναπνεύ σαντες τῆς πληγῆς, φρυάττονται ἐκ δευτέρου κατὰ τοῦ Ἰωάννου· καὶ εὐπρόσωπον ἀρχὴν οὐχ εὑρίσκοντες, πέμπουσι πρὸς τὸν σοφιστὴν τῶν τοιούτων εἰς Ἀλεξάνδρειαν δηλώσαντες· "Ἢ πάλιν ἀπάντησον στρατηγήσων κατὰ τοῦ Ἰωάννου, ἤ, εἰ τοῦτο 52 δέδοικας διὰ τοὺς λαούς, τρόπον ἡμῖν ὑπόθου τινά, δι' οὗ τὴν ἀρχὴν ποιήσωμεν." πρὸς τούτοις ὁ Θεόφιλος αὐτὸς μὲν οὐκ ἀπήντησεν, εἰδὼς ὅπως διέφυγεν, ἀπέστειλεν δὲ τρεῖς ἐλεεινοὺς ἐπισκόπους, Παῦλον καὶ Ποιμένα καὶ ἕτερον νεοχειροτόνητον, συναποστείλας αὐτοῖς καὶ κανόνας τινάς, οὓς πεποιήκεισαν οἱ Ἀρειανοὶ κατὰ τοῦ μακαρίου Ἀθανασίου, ἵνα αὐτοῖς τοῖς κανόσι χρησάμενοι δίκας πλέξωσι τῷ Ἰωάννῃ, ὡς μετὰ καθαί ρεσιν ἑαυτῷ ἐπεισελθόντι