1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

21

καὶ χρόνῳ καὶ πόνῳ πρεσβύτερος ἦν, φιλόσοφος δὲ ἀνὴρ καὶ τῷ σκληρῷ βίῳ συντεθραμμένος. Οὗτος πανταχόθεν περι θρυλλουμένην τὴν τοῦ ἀνδρὸς καταμαθὼν ἀρετὴν τῆς μακρᾶς ἡσυχίας κερδαλεωτέραν εἶναι τὴν τοιαύτην θέαν νενομικὼς ἔδραμε σπεύδων ἰδεῖν τὸ ποθούμενον. Μαθὼν δὲ αὐτοῦ τὴν ἄφιξιν ὁ μέγας Μαρκιανὸς καὶ τὴν θύραν ἀνοίξας πρὸς ἑαυτὸν εἰσεδέξατο. Εὐσεβίῳ δὲ τῷ θαυμασίῳ παρηγγύησε καὶ ὄσπριον ἐψῆσαι καὶ λάχανον εἴπερ ἔχοι. Ἐπειδὴ δὲ τῆς ἀλλήλων διαλέξεως ἐνεπλήσθησαν καὶ τὴν ἀλλήλων κατέμαθον ἀρετήν, κοινῇ τὴν τῆς ἐνάτης ἐπετέλεσαν λειτουργίαν· ἧκε δὲ ὁ Εὐσέβιος τράπεζαν φέρων καὶ ἄρτους προσφέρων. Ὁ δὲ μέγας Μαρκιανὸς τῷ θεσπεσίῳ Ἀβίτῳ· "∆εῦρο, ἔφη, πάντων μοι προσφι λέστατε, καὶ ταύτης κοινωνήσωμεν τῆς τραπέζης." Ὁ δὲ· "Οὐκ οἶδα, ἔφη, πώποτε πρὸ τῆς ἑσπέρας σιτίων μεταλαβών, πολλάκις δὲ καὶ δύο καὶ τρεῖς κατὰ ταὐτὸν ἄσιτος ἡμέρας διατελῶ." Ὁ δὲ μέγας Μαρκιανὸς· "Ἐμοῦ γοῦν εἵνεκα, ἔφη, τήμερον ἀμειβέσθω τὸ ἔθος. Ἀσθενῶς γὰρ τὸ σῶμα διακείμενος προσμένειν τὴν ἑσπέραν οὐ δύναμαι." Ὡς δὲ καὶ ταῦτα λέγων τὸν θαυμαστὸν Ἄβιτον οὐκ ἔπειθε, στενάξαι τε λέγεται καὶ φάναι· "Ἀλλ' ἔγωγε ἀθυμῶ λίαν καὶ δάκνομαι τὴν ψυχὴν ὅτι τοσοῦτον ὑπέμεινας πόνον, ἵνα τινα φιλόπονον καὶ φιλόσοφον ἴδῃς, καὶ τῆς ἐλπίδος ψευσθεὶς κάπηλόν τινα καὶ ἄσωτον ἀντὶ φιλοσόφου τεθέασαι." Ἀνιαθέντος δὲ πρὸς ταῦτα τοῦ θειοτάτου Ἀβίτου καὶ φήσαντος ὡς κρεῶν μεταλάβοι ἂν ἥδιον μᾶλλον ἢ τούτων ἀκούοι, ὁ μέγας ἔφη Μαρκιανός· "Καὶ ἡμεῖς, ὦ φιλότης, τὸν αὐτόν σοι μέτιμεν βίον καὶ τὴν αὐτὴν ἀσπαζόμεθα πολιτείαν καὶ τῆς ἀναπαύλης προτιμῶμεν τοὺς πόνους καὶ τὴν νηστείαν τῆς τροφῆς προαιρούμεθα καί, νυκτὸς ἐπιγενο μένης, τότε ταύτης μεταλαγχάνομεν. Ἀλλ' ἴσμεν ὅτι τῆς ἀγάπης τὸ χρῆμα τῆς νηστείας ἐστὶ τιμιώτερον. Τὸ μὲν γὰρ τῆς θείας ἔργον νομοθεσίας, τὸ δὲ τῆς ἡμῶν αὐτῶν ἐξουσίας. Προσήκει δὲ τοὺς θείους νόμους τῶν ἡμετέρων πολλῷ νομίζειν τιμιωτέρους." Τοιαῦτα πρὸς ἀλλήλους διαλεχθέντες, καὶ βραχείας μεταλαβόντες τροφῆς, καὶ τὸν θεὸν ὑμνήσαντες, καὶ τρεῖς ἀλλήλοις συνδιατρίψαντες ἡμέρας, ἐχωρίσθησαν, πάλιν ἀλλή λους ὁρῶντες τῷ πνεύματι. 3.13 Τίς τοίνυν οὐκ ἂν θαυμάσειε τοῦδε τοῦ ἀνδρὸς τὴν σοφίαν, ὑφ' ἧς κυβερνώμενος ᾔδει μὲν νηστείας, ᾔδει δὲ φιλαδελφίας καιρόν, ᾔδει δὲ καὶ τῶν τῆς ἀρετῆς μορίων τὸ διάφορον, καὶ ποῖον ποίῳ προσήκει παραχωρεῖν, καὶ τίνι κατὰ καιρὸν διδόναι τὰ νικητήρια; 3.14 Ἔχω δὲ καὶ ἄλλο διήγημα τῆς ἐν τοῖς θείοις αὐτοῦ τελειότητος γνώρισμα. Ἀφίκετο γὰρ πρὸς αὐτὸν ἀπὸ τῆς πατρίδος ἡ ἀδελφὴ σὺν τῷ υἱεῖ, ἀνδρί τε ὄντι καὶ τῆς Κύρρου πρωτεύοντι, τὰς ἀναγκαίας αὐτῷ χρείας πλουσίως κομίζουσα. Ὁ δὲ τὴν μὲν ἀδελφὴν ἰδεῖν οὐκ ἠνέσχετο, τὸν δὲ ἀδελφιδοῦν εἰσεδέξατο· τῆς γὰρ ὡρισμένης συντυχίας ἦν ὁ καιρός. Ὡς δὲ ἱκέτευον ὑποδεχθῆναι τὰ κομισθέντα· "∆ιὰ πόσων, ἔφη, μοναστηρίων διήλθετε; Τίσιν ἐκείνων ἐκ τούτων αὐτῶν μετεδώκατε;" Τοῦ δὲ εἰρηκότος ὡς οὐδενὶ δεδωκότες εἶεν· "Ἄπιτε, ἔφη, μεθ' ὧν ἐκομίσατε. Ἡμεῖς γὰρ τούτων οὐδενὸς οὔτε δεόμεθα, οὔτε, εἰ δεοίμεθα, δεξοίμεθα. Φυσικῆς γὰρ συγγενείας, ἀλλ' οὐ θείας θεραπείας πεφρον τικότες τούτοις ἡμᾶς φιλοφρονεῖσθε. Εἰ γὰρ μὴ μόνην τοῦ γένους ἐτιμᾶτε τὴν ἀγχιστείαν, οὐχ ἡμῖν μόνοις μετεδώκατε ἂν ὧν ἠνέγκατε". Ταῦτα λέγων τὸν ἀδελφιδοῦν μετὰ τῆς ἀδελφῆς ἀπεπέμψατο, οὐδὲ βραχύ τι τῶν παρ' αὐτῶν προσενεχθέντων ὑποδεχθῆναι κελεύσας. 3.15 Οὕτως ἔξω τῆς φύσεως ἦν, καὶ εἰς τὴν τῶν οὐρανῶν μετεβεβήκει πολιτείαν. Ποῖον γὰρ ἄν τις τούτου σαφέστερον παράσχοι παράδειγμα ὅτι τοῦ θεοῦ ἄξιος ἦν κατὰ τὴν αὐτοῦ τοῦ θεοῦ φωνήν· "Ὁ μὴ καταλιμπάνων γάρ, φησι, πατέρα καὶ μητέρα καὶ