εὑρίσκοιτο λέγων, τοῦτο καὶ διὰ μέσου καὶ τοῖς τελευταίοις ἐκτιθείς, τοὺς τῆς ἀντιρρήσεως λόγους ἀποφήνειεν ἂν οὐκ ἐν κόσμῳ τάχα που γεγενημένους· πᾶσα γάρ πως ἀνάγκη τοῖς παρ' αὐτοῦ λεγομένοις φιλονεικεῖν ᾑρημένους οὐχ ἅπαξ ἀλλὰ πλειστάκις περὶ τῶν αὐτῶν ἀειλογοῦντας ὁρᾶσθαι. ∆ιελόντες τοίνυν ἐν τάξει τῇ πρεπωδεστέρᾳ τὸν παρ' αὐτοῦ λόγον, καὶ τὰς ἐν αὐτῷ διανοίας συνενεγκόντες κατ' εἶδος, οὐχ ἑκάστης πλειστάκις, ἀποχρώντως δὲ ἅπαξ καὶ ἐντέχνως ὑπαντήσωμεν. Ἄρχεται τοίνυν τοῦ καθ' ἡμῶν λόγου καί φησιν· {ΙΟΥΛΙΑΝΟΣ} Καλῶς ἔχειν μοι φαίνεται τὰς αἰτίας ἐκθέσθαι πᾶσιν ἀνθρώποις ὑφ' ὧν ἐπείσθην ὅτι τῶν Γαλιλαίων ἡ σκευωρία πλάσμα ἐστὶν ἀνθρώπων ὑπὸ κακουργίας συντεθέν, ἔχουσα μὲν οὐδὲν θεῖον, ἀποχρησαμένη δὲ τῷ φιλομύθῳ καὶ παιδαριώδει καὶ ἀνοήτῳ τῆς ψυχῆς μορίῳ, τὴν τερατολογίαν εἰς πίστιν ἤγαγεν ἀληθείας. {ΚΥΡΙΛΛΟΣ} 2.3 Γαλιλαίους μὲν οὖν, ὥς γε οἶμαι, φησὶ τοὺς ἁγίους ἀποστόλους, τερατολογίαν δὲ τὰ Μωσέως γράμματα καὶ τὰς τῶν ἁγίων προφητῶν προαγορεύσεις τε καὶ θεηγορίας. Καὶ ἠγνόηκε μὲν ἴσως, μᾶλλον δὲ οὐκ ἀθεεὶ τῆς ἑαυτοῦ δεισιδαιμονίας πεποίηται τὴν κατάρρησιν. Εἰσὶ γὰρ Γαλιλαῖαι δύο, ὧν ἡ μὲν μία κατὰ τὴν Ἰουδαίαν, ἥ γε μὴν ἑτέρα ταῖς Φοινίκων πόλεσιν ὅμορός τε καὶ γείτων. Καὶ γοῦν ἐν μὲν τοῖς Εὐαγγελίοις γέγραπται περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ὅτι περιπατῶν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, τουτέστι τὴν Τιβεριάδος λίμνην, ἀπολέκτους ἐποιεῖτο τοὺς μαθητάς. Ἔφη δέ που Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν. Καὶ τί καὶ ὑμεῖς ἐμοί, Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; καὶ μὴν καὶ ὁ θεσπέσιος Ἠσαΐας· Χώρα Ζαβουλών φησί καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα. Γαλιλαῖοι δὴ οὖν οὐχὶ δήπου μόνον νοηθεῖεν ἂν οἱ κατά γε τὴν Ἰουδαίαν, ἀλλὰ γὰρ καὶ πάντα τὰ ἔθνη· Γαλιλαία γάρ, φησί, τῶν ἐθνῶν. Ἀσυμφανὲς οὖν ἄρα καὶ οὔπω σαφὲς κατὰ τίνων ἂν ἴοι πρεπωδέστερόν τε καὶ ἀληθέστερον ὁ λόγος αὐτῷ· πότερον καθ' ἡμῶν ἤγουν κατ' αὐτοῦ καὶ τῶν τὴν ἀπόπληκτον καὶ φίλην αὐτῷ δεισιδαιμονίαν τετιμηκότων; Γαλιλαῖοι γὰρ καὶ αὐτοί, μᾶλλον δὲ κατ' οὐδένα τρόπον ἐνδοιάσαι τις ἂν ὅτι ταῖς Ἑλλήνων ἐμβροντησίαις ἁρμόσειεν ἂν τῶν εἰρημένων ἡ δύναμις. 2.4 Ποῦ γὰρ τὸ μυθῶδες πολὺ καὶ ἀσύφηλον καὶ παιδαριῶδες, ψυχρόν τε καὶ εἰκαιόβουλον, καὶ ἀσυνεσίας ἁπάσης ἔμπλεων, πλὴν ὅτι παρὰ μόνοις αὐτοῖς, οἳ πολυτρόπως τερατευσάμενοι καὶ εἰς πίστιν ἀληθείας ἀγαγεῖν ἐπιχειροῦσι τὸ ψεῦδος; Ἀκαλλὲς δὲ οὕτω παρ' αὐτοῖς ἐστι καὶ πολὺ ὡς καὶ αὐτοὺς τοὺς ἐξειλεγμένους, ἄριστά τε φιλοσοφεῖν τὰ παρ' ἑαυτοῖς εἰωθότας, τῆς τῶν ποιητῶν οὐκ ἐνθέου μᾶλλον ἀλλ' ἐκτόπου μανίας πλείστην μὲν ὅσην ποιήσασθαι τὴν καταβοήν, πρέπει δὲ ὅτι τῆς παρ' αὐτοῖς τερθρείας ἀποφοιτᾶν ἀναφανδὸν εἰπεῖν. Οὐ γάρ τοι προσίεται τὰ Ὁμήρου Πλάτων θεοὺς καὶ θεὰς εἰσκεκομικότος, τοῦτο μὲν ἐπ' ἀσελγείᾳ κατεγνωσμένους καὶ ταῖς ἐξ ἀνθρώπων πλεονεξίαις ἠδικημένους, τοῦτο δὲ καὶ κλάοντας, καὶ τεθνεώτων αὐτοῖς τῶν ἐκ γένους ἀσχάλλοντας, καὶ τὸ ὤ μοι ἐγώ λέγοντας γυναικοπρεπῶς, διά τοι τὸ βούλεσθαι μὲν ἐξαρπάσαι θανάτου τινά, μὴ μὴν ἔτι δύνασθαι τοῦτο δρᾶν, ἀλλ' ἡττᾶσθαι Μοιρῶν καὶ Πεπρωμένῃ παραχωρεῖν, ὡς ἀλκιμωτέρᾳ δηλονότι καὶ αὐτοῦ τοῦ προὔχοντος τῶν ἄλλων θεῶν, ὃν δὴ καὶ ὕπατον καλοῦσι ∆ία. Ἀλλὰ γὰρ τὸ καὶ ἔτι δύνασθαι πλεῖστα λέγειν ἔν γε δὴ τούτῳ παρεὶς διὰ τὸ μὴ δοκεῖν ἀποφέρεσθαι τοῦ εἰκότος, ἐπὶ τὸν τῶν προκειμένων ἐπανήξω σκοπόν. 2.5 Ἑλλήνων ἐστὶ τὸ μυθῶδες, καὶ αὐτοὶ τὴν τερατολογίαν εἰς πίστιν ἀληθείας οὐκ ἐξ ἁπλῶν ἐννοιῶν, ἀνοσίως δὲ μᾶλλον καὶ φιλοκακούργως ἐξηυρημένων, ἐπενεγκεῖν ἐσπούδασαν καὶ κατὰ τῆς ἀρρήτου δόξης τοῦ πάντων κρατοῦντος Θεοῦ τὸ κακόηθες πλάσμα συντεθείκασι, καὶ ὥσπερ τινὰ παγὴν