κατελείπετο. Ὁ Θεὸς τῷ πρεσβύτῃ τεκνογονίαν ἐπαγγέλλεται· καὶ μὴ ἀσθενήσας τῇ πίστει ὁ Ἀβραὰμ, καὶ κατανοήσας τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον· οὐ τῇ τοῦ σώματος ἀσθενείᾳ, ἀλλὰ τῇ δυνάμει τοῦ ἐπαγγέλλοντος προσέχων, πιστὸν ἡγησάμενος τὸν ἐπαγγειλάμενον, ὥσπερ ἐκ νενεκρωμένων σωμάτων παραδόξως τὸ τέκνον ἐκτήσατο. Καὶ μετὰ τὸ κτήσασθαι κελευσθεὶς προσενέγκαι τὸν υἱὸν, [καὶ τοίγε ἀκούσας τὸ, Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,] προσέφερε τὸν υἱὸν τὸν μονογενῆ τῷ Θεῷ, πιστεύσας ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δύναται ὁ Θεός. Καὶ συμποδίσας τὸν υἱὸν καὶ τοῖς ξύλοις ἐπιθεὶς, τῇ προαιρέσει μὲν προσήνεγκεν, ἀγαθωσύνῃ δὲ Θεοῦ τὸν υἱὸν ἔλαβε ζῶντα, ἀμνὸν αὐτῷ παραδόντος ὑπὲρ τοῦ τέκνου. Ἐπὶ τούτοις πιστὸς ὢν, ἐσφραγίσθη εἰς δικαιοσύνην καὶ περιτομὴν ἔλαβε, σφραγίδα τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ· λαβὼν ἐπαγγελίαν, ὅτι πατὴρ ἔσται πολλῶν ἐθνῶν. 5.6 Πῶς τοίνυν ἐστὶ πατὴρ πολλῶν ἐθνῶν ὁ Ἀβραὰμ, ἴδωμεν. Ἰουδαίων μὲν γάρ ἐστιν ὁμολογουμένως, διὰ τὴν κατὰ σάρκα διαδοχήν· εἰ δὲ τῇ κατὰ σάρκα προσέχοιμεν, ψευδὲς εἰπεῖν ἀναγκασθησόμεθα τὸ λόγιον. Οὐκέτι γὰρ κατὰ σάρκα ἡμῶν πάντων ἐστὶ πατήρ· ἀλλ' ὁ τύπος τῆς ἐκείνου πίστεως πάντας ἡμᾶς υἱοὺς ποιεῖ τοῦ Ἀβραάμ. Πῶς καὶ τίνα τρόπον; Ἄπιστον παρὰ ἀνθρώποις τὶ, ἐκ νεκρῶν ἀναστῆναί τινα· ὥσπερ ὁμοίως ἄπιστον καὶ τὸ, ἐκ νενεκρωμένων πρεσβυτῶν τεκνογονίαν γενέσθαι. Ἀλλὰ Χριστοῦ καταγγελλομένου, ἐν ξύλῳ μὲν ἐσταυρωμένου, ἀποθανόντος δὲ καὶ ἀναστάντος, ἡμεῖς πιστεύομεν. Τῇ τοίνυν ὁμοιότητι τῆς πίστεως εἰς υἱοθεσίαν ἐρχόμεθα τοῦ Ἀβραὰμ, καὶ τότε μετὰ τὴν πίστιν, ὁμοίως ἐκείνῳ τὴν πνευματικὴν λαμβάνομεν σφραγίδα· ἁγίῳ Πνεύματι διὰ τοῦ λουτροῦ περιτεμνόμενοι, οὐ σώματος τὴν ἀκροβυστίαν, ἀλλὰ τὴν καρδίαν, κατὰ τὸν Ἱερεμίαν λέγοντα· Καὶ περιτεμεῖσθε τῷ Θεῷ τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν· καὶ κατὰ τὸν Ἀπόστολον· Ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, καὶ τὰ ἑξῆς. 5.7 Ταύτην ἐὰν τηρήσωμεν τὴν πίστιν, ἀκατάγνωστοι ἐσόμεθα, καὶ παντοίοις ἀρετῶν εἴδεσι κοσμηθησόμεθα. Τοσοῦτον γὰρ ἰσχύει ἡ πίστις, ὡς καὶ ἀνθρώπους ἐπὶ θαλάσσης κουφίζειν περιπατοῦντας. Ἄνθρωπος ὅμοιος ἡμῖν ἦν ὁ Πέτρος, ἐξ αἵματος καὶ σαρκὸς συγκείμενος, καὶ ἐκ τῶν ὁμοίων τροφῶν διαγινόμενος· ἀλλ' εἰπόντι τῷ Ἰησοῦ, Ἐλθὲ, πιστεύσας, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, πάσης κρηπίδος ἀσφαλεστέραν ἐπὶ τοῖς ὕδασιν ἔχων τὴν πίστιν, καὶ τὸ βαρὺ σῶμα τῇ κουφότητι τῆς πίστεως μετεωριζόμενος. Ἀλλὰ μέχρι μὲν ὅτου ἐπίστευσεν, ὑπὲρ τὸ ὕδωρ εἶχεν ἀσφαλῆ τὴν βάσιν· ὅτε δὲ ἐδίστασε, τότε ἤρξατο καταποντίζεσθαι. Χαυνουμένης γὰρ κατὰ μέρος τῆς πίστεως, συγκατεσπᾶτο καὶ τὸ σῶμα. Καὶ συνιδὼν αὐτοῦ τὸ πάθος, ἔλεγεν ὁ τῶν ψυχῶν τὰ πάθη διορθούμενος Ἰησοῦς, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Καὶ πάλιν, νευρωθεὶς ὑπὸ τοῦ κρατήσαντος αὐτοῦ τὴν δεξιὰν, ἀφ' οὗ πάλιν ἐπίστευσε, χειραγωγούμενος ὑπὸ τοῦ δεσπότου, τὸν αὐτὸν ἐπὶ τῶν ὑδάτων ἀπέλαβε περίπατον. Τοῦτο γὰρ πλαγίως ἐμνημόνευσε τὸ εὐαγγέλιον, εἰπὸν, ὅτι Ἀναβάντων δὲ αὐτῶν ἐπὶ τὸ πλοῖον. Οὐ γὰρ εἶπεν, ὅτι διακολυμβήσας ὁ Πέτρος ἀναβέβηκεν· ἀλλὰ δίδωσι νοεῖν, ὅτι ὅσον ἦλθε πρὸς τὸν Ἰησοῦν διάστημα, τοσοῦτον ἐπιστρέψας, πάλιν ἀνέβη ἐπὶ τὸ πλοῖον. 5.8 Τοσοῦτον δὲ ἔχει δυνάμεως ἡ πίστις, ὥστε οὐ μόνος ὁ πιστεύων σώζεται, ἀλλὰ γὰρ καὶ οἱ ἄλλοι ἄλλων πιστευσάντων ἐσώθησαν. Οὐκ ἦν πιστὸς ὁ παραλυτικὸς ὁ ἐν Καπαρναούμ· ἀλλ' οἱ βαστάζοντες καὶ χαλάσαντες διὰ τῶν κεράμων, ἐπίστευον. Συνενόσει γὰρ τῷ σώματι τοῦ νοσοῦντος καὶ ἡ ψυχή. Καὶ μή με νομίσῃς ἐκείνου κατηγορεῖν μάτην· αὐτὸ τὸ εὐαγγέλιον εἴρηκεν· Ἰδὼν ὁ Ἰησοῦς, οὐ τὴν πίστιν αὐτοῦ, ἀλλὰ τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ, Ἔγειρε. Οἱ βαστάζοντες ἐπίστευσαν, καὶ ὁ παραλυτικὸς ἀπήλαυσε τῆς ἰάσεως. 5.9 Καὶ θέλεις ἰδεῖν ἀσφαλέστερον, ὅτι πίστεσιν ἄλλων ἄλλοι διασώζονται; Ἐτελεύτησεν ὁ Λάζαρος· παρεληλύθει μία καὶ δευτέρα καὶ τρίτη ἡμέρα· διελύθη τὰ νεῦρα αὐτοῦ, καὶ σηπεδὼν λοιπὸν ἐπενέμετο τὸ σῶμα. Πῶς ἐδύνατο πιστεῦσαι