αὐτοῦ μελε τῶντα. ὁ δὲ ταῦτα ὡς λῆρον ἤκουεν. ὁ δὲ Βασίλειος σπεύδων πληροφορῆσαι τὸν βασιλέα συμφιλιοῦται Συμβατίῳ πατρικίῳ καὶ λογοθέτῃ τοῦ δρόμου, γαμβρῷ δὲ τοῦ Καίσαρος· καὶ δι' ὅρκων ἐβεβαιώσαντο ἀλλήλους ἐν ὁμονοίᾳ καὶ διηνεκεῖ ἀγάπῃ εἶναι. ἐπληροφόρησε δὲ καὶ Συμβάτιον ὁ Βασίλειος δι' ὅρκων φρικτῶν ὡς τοῦ βασιλέως ἀγάπην πολλὴν ἔχοντος πρὸς σέ, κἀμοῦ σπου δάζοντος τὰ ὑπὲρ σοῦ, μελετᾷ μὲν προβαλέσθαι Καίσαρα, ἀλλὰ διὰ τὸν πενθερόν σου τοῦτο ἀδυνατεῖ ποιῆσαι. ὁ δὲ ἀπατηθεὶς τοῖς ὅρκοις τοῦ Βασιλείου γέγονε κατὰ τοῦ Καίσαρος Βάρδα τοῦ ἰδίου πενθεροῦ· καὶ εἰσελθὼν εἰς τὸν βασιλέα ἐξωμόσατο πληρο 829 φορῆσαι αὐτὸν ὅτι ὁ Καῖσαρ βούλεταί σε ἀνελεῖν, ἐξειπὼν καὶ τὰ τῆς βουλῆς. 25 ὁ δὲ βασιλεὺς τοῖς ὅρκοις τοῦ Συμβατίου πεισθεὶς καὶ τοῖς λόγοις τοῦ Βασιλείου βεβαιωθεὶς ἐνδομύχει κατὰ τοῦ Καίσαρος. εἰδὼς δὲ Βασίλειος ὅτι πάντα καλῶς κατὰ τοῦ Καίσαρος συνεσκεύασται, ἐν τῇ πόλει μὴ δυνάμενος τοῦτο ποιῆ σαι, πείθει τὸν βασιλέα κινῆσαι στόλον καὶ στρατὸν κατὰ τῆς Κρήτης. τούτου δὲ γενομένου Λέων ὁ φιλόσοφος Βάρδα τὸν Καίσαρα παρῄνει ὑποστέλλεσθαι καὶ τηρεῖν ἑαυτὸν ἀπὸ Βασι λείου. ὁ δὲ Καῖσαρ τὸν βασιλέα πάλιν ἐπεφώνει τοῦ φείδεσθαι Βασιλείου. 26. Γενομένης δὲ τῆς προελεύσεως εἰς τὰ Χαλκοπρατεῖα τῷ εὐαγγελισμῷ, καὶ τῆς εἰσόδου γενομένης καὶ τοῦ εὐαγγελίου τελεσθέντος, ἀνῆλθεν ὁ πατριάρχης Φώτιος καὶ ὁ βασιλεὺς σὺν τῷ Καίσαρι καὶ τῷ παρακοιμωμένῳ ἐν τοῖς κατηχουμένοις, τοῦ πατριάρχου ἐπὶ χεῖρας ἔχοντος τὸ τίμιον αἷμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ βάψαντες ὅ τε βασιλεὺς καὶ ὁ Βασίλειος τοὺς τιμίους ὑπέγραψαν σταυρούς, ὅρκῳ βεβαιοῦντες τὸν Καί σαρα ἀφόβως συνεξελθεῖν μετ' αὐτῶν ἐν τῷ ταξειδίῳ. φανερῶς γὰρ Λέων ὁ φιλόσοφος παρεγγυᾶτο τῷ Βάρδᾳ μὴ ἐξελθεῖν σὺν αὐτοῖς· ἐξερχόμενον γὰρ ἔλεγε μὴ ὑποστραφῆναι. 27. Ἀπὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα ἀπάρας ὁ βασιλεὺς μετὰ πολλοῦ στρατοῦ κατέλαβεν ἐν τῷ θέματι τῶν Θρακησίων. 830 ἀπληκευσάντων δὲ αὐτῶν εἰς Κήπους Βασίλειος ὁ παρακοιμώμενος βουλὴν ἐποιεῖτο ἀνελεῖν τὸν Καίσαρα. ὑπῆρχε δὲ ἐν τῇ βουλῇ Μαυριανὸς καὶ Συμβάτιος καὶ Ἀσυλαίων ὁ ἐξάδελφος αὐτοῦ καὶ Πέτρος ὁ Βούλγαρος καὶ Ἰωάννης ὁ Χάλδος καὶ Κωνσταντῖνος ὁ Τοξαρᾶς. Ἰωάννης δὲ ὁ Νεατοκωμήτης διέγνω ταῦτα· καὶ κατελθὼν εἰς τοῦ Καίσαρος τένταν τοῦ ἡλίου δύνοντος, καὶ συντυ χὼν Προκοπίῳ πρωτοβεστιαρίῳ τοῦ Καίσαρος, διεβεβαιοῦτο ὅτι αὔριον μεληδὸν κατακόπτεται ὁ δεσπότης ὑμῶν ὁ Καῖσαρ. ὁ δὲ Καῖσαρ ταῦτα ἀκούσας εἶπε Προκοπίῳ "ἀπελθὼν εἶπε τῷ Νεατο κωμήτῃ ὅτι ληρεῖς. οἶδας ὅτι νέος εἶ, καὶ οὐ πρέπει σοι ἡ τοῦ πατρικίου ἀξία· σὺ γὰρ διὰ τοῦτο τὰ ζιζάνια αὐτὰ ἐγείρεις." ἄϋπνος δὲ διατελέσας, ὄρθρου βαθέος τοὺς αὐτοῦ πάντας προσ καλεσάμενος διεσάφησε τὰ λαληθέντα αὐτῷ, βουλὴν ἐπιζητῶν παρ' αὐτῶν. Φιλόθεος δὲ πρωτοσπαθάριος καὶ γενικός, προσ φιλὴς αὐτοῦ ὤν, εἶπε τῷ Καίσαρι "αὔριον, ὦ δέσποτα, περιβα λοῦ τὸν χρυσοπέρσικόν σου χιτῶνα καὶ ὄφθητι τοῖς ἐχθροῖς σου, καὶ ἀπὸ προσώπου σου φεύξονται." 28 τοῦ ἡλίου δὲ ἀνατεί λαντος ἵππῳ ἐπιβὰς παρεγένετο πρὸς τὴν κόρτην τοῦ βασιλέως μετὰ στολῆς λαμπρᾶς, πολλῶν περικυκλούντων αὐτόν, ἔχων πρωτοστράτορα γενναῖον τὸν Ἀργυρόν. Κωνσταντῖνος ὁ Τοξαρᾶς τῇ Βασιλείου .... προϋπήντησε. προσκυνήσας αὐτὸν καὶ ὑπο στραφεὶς ἐμήνυσε Βασιλείῳ τὴν τοῦ Καίσαρος ἄφιξιν. Βασίλειος 831 δὲ ἐξελθὼν προσεκύνησεν αὐτόν, καὶ τῇ χειρὶ κρατήσας προσή γαγε πρὸς τὸν βασιλέα. ὁ δὲ Καῖσαρ συγκαθεσθεὶς τῷ βασιλεῖ ἔφη "τοῦ λαοῦ παντός, ὦ δέσποτα, συνηγμένου πρόσταξον δια περᾶσαι ἐν τῇ Κρήτῃ." ὄπισθεν δὲ ἐπιστὰς ἑστὼς ὁ Βασίλειος τῇ χειρὶ διηπείλει τὸν Καίσαρα. αἴφνης δὲ ἐπιστραφέντος τοῦ Καίσαρος καὶ ἰδόντος αὐτὸν ἀπειλούμενον, παρευθὺ Βασίλειος δέδωκεν αὐτῷ μετὰ τοῦ ξίφους, καὶ οἱ λοιποὶ οἱ μετ' αὐτοῦ μελη δὸν κατέκοψαν αὐτόν, τοῦ βασιλέως βλέποντος καὶ σιωπῶντος. 29 ὥρα δὲ ἦν τρίτη τῆς ἡμέρας. εὐθέως δὲ ὁ βασιλεὺς καὶ ὁ Βασίλειος ἐπὶ τὴν πόλιν ὑπέστρεψαν. ἐρχομένων δὲ κατὰ τὴν ὁδόν, κατὰ τὸ ἐμπόριον τοῦ Ἀκρίτου, λαοῦ πολλοῦ συνηγμένου ἰδεῖν τὸν βασιλέα, εἷς τις μοναχικὸν σχῆμα περιβεβλημένος, ἐφ'