ἤρχετο λόγων· 2.10 "Ἐμοὶ μέν, ὦ ἄνδρες, τὸ μηδόλως ἀποπειρᾶσθαι τῶν πολεμίων, ἀλλὰ σφᾶς αὐτοὺς εἰς δουλείαν προδοῦναι καὶ προῦπτον κίνδυνον πρὸς τὸ δειλίας ἔγκλημα φέρειν καὶ πάσης εὐηθείας δοκεῖ εἶναι μεστόν. Οἶμαι γὰρ μὴ ὅτι γε Ῥωμαίους ἄνδρας τῶν εὖ γεγονότων τοῦτο δρᾶσαί ποτε, ἀλλ' οὐδὲ γυναῖκας εὐγενεῖς τε καὶ σώφρονας· πρὸς γὰρ τῷ δεινὰ παθεῖν καὶ τὸν ἔλεον τῶν ἀνθρώπων ἀφ' ἡμῶν ἀποκλείσομεν καὶ τῶν εἰς τὸ μέλλον ἐγκωμίων ἀποτευξόμεθα, ἃ τοῖς γενναίως ἀγωνισαμένοις καὶ ἀξίως τῆς σφῶν εὐγενείας ..... θανόντες ἐλεοῦνται μὲν παρ' ἰδιωτῶν, ἐπαινοῦνται δὲ παρὰ σοφῶν, μακαρίζονται παρὰ πάντων· οἱ δὲ σφᾶς αὐτοὺς προδόντες εἰς δουλείαν ἢ κίνδυνον πάσης συγγνώμης πόρρω τυγχάνουσι, ταλανίζονται δὲ παρὰ πάντων τῆς ἀθλιότητος, ἀλλ' ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι δέον σκοπεῖν, τοῦτο δὴ τὸ τοῦ λόγου. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, ὅσοις μὲν ὅπλα ἀγχέμαχα πρόσεστι λαβόντες ταῦτα πρὸς τῇ ἐξόδῳ στῶμεν, ὅσοις δὲ τόξα καὶ βέλη ἐπὶ τοὺς ὀρόφους ἀνίτωσαν· τὸ δὲ θητικὸν ἅπαν καὶ ἀπόλεμον καὶ ὅσοι πολεμικοὶ μέν εἰσιν, ἵππων δ' ἀποροῦσι καὶ ἐφ' ἡμιόνων ὀχοῦνται, στήτωσαν ἡμῶν ὄπισθεν. Εἶτα οἱ μὲν ἄνωθεν τὰ βέλη πεμπέτωσαν ἐπὶ τοὺς πολεμίους· αὐτοὶ δὲ τὰς πύλας ἀναπετάσαντες χωρῶμεν κατ' αὐτῶν σφοδροτάτῃ ῥύμῃ τῶν ἵππων. Ἐπειδὰν δ' ἐκεῖνοι φεύγοντες πόρρω τῶν διεξόδων γένωνται, οἵ τε ἄνωθεν ὄντες καταβάντες καὶ ἱππασάμενοι ἐξίτωσαν καὶ τὸ λοιπὸν συνεπέσθωσαν πλῆθος· ἁπτέσθωσαν δὲ τῆς ὁδοῦ ἐν τάξει φάλαγγος καθιστάμενοι, πλὴν ἅπασιν ἔστω σκοπὸς εἷς μὴ διαλῦσαι τὴν τάξιν μηδὲ διασκεδασθῆναι. Ἀλλ' ἐπειδὰν ἡμεῖς κατὰ τῶν πολεμίων χωρῶμεν, οἱ δ' ἀπίτωσαν βάδην, ἐπειδὰν δ' οἱ πολέμιοι καθ' ἡμῶν ἐξορμήσωσιν, ἑστηκέτωσαν· ἐγγὺς δὲ ὄντων τῶν στενωπῶν, ἐπειδὰν ἐν αὐτοῖς γενώμεθα πάντες, τῶν ἵππων ἀποβησώμεθα, καὶ πείθομαι μὴ ἂν τοὺς πολεμίους κατατολμῆσαι πλησίον ἡμῶν γενέσθαι". 2.11 Ταῦτ' εἶπε καὶ πάντες ἐπείθοντο, καὶ οἱ μὲν ἐπὶ τοὺς ὀρόφους ἀνῄεσαν καὶ τὰ βέλη προέπεμπον, οἱ δὲ τὰς πύλας ἀνεπετάννυον καὶ σφοδρᾷ τῇ ῥύμῃ κατὰ τῶν πολεμίων ἐπῄεσαν. Οἱ οὖν πολέμιοι τῷ αἰφνιδίῳ καταπλαγέντες ἀλκῆς ἐπελάθοντο καὶ πρὸς φυγὴν ἐτράποντο. Ἀδείας οὖν δραξάμενοι οἱ ἐντὸς ἅπαντες ἐξῄεσάν τε καὶ τῆς ὁδοῦ ἥπτοντο, εἰς τάξιν μὲν δὴ φάλαγγος καθιστάμενοι, ταχυτέραν δὲ ἢ ἐχρῆν τὴν πορείαν ποιούμενοι, ἀλλ' οἱ βάρβαροι πόρρω τοῦ κινδύνου γενόμενοι ἀλκῆς τε αὖθις ἐμέμνηντο καὶ προύπεμπον ἀλλήλους ὑποστρέφειν τε καὶ κατὰ τῶν διωκτῶν χωρεῖν καὶ μάλισθ' ὅτι ἑώρων οὐ πλείους ἢ εἴκοσι ὄντας. Ὑποστρέφοντες οὖν κυκλοῦν αὐτοὺς ἔσπευδον· οἱ δὲ προτροπάδην φεύγοντές τε καὶ ἀπιόντες, ἐπεὶ ἐγγὺς τῶν ἰδίων ἐγένοντο, ἐπῄεσαν αὖθις σφοδρᾷ τῇ ῥύμῃ καὶ οἱ βάρβαροι ἔφευγον· αὖθις οὗτοι ὑπέστρεφον, καὶ οὕτω μέχρι πολλοῦ ἀλλήλων ἀπεπειρῶντο. Ἀλλ' οἱ Τοῦρκοι πάντας ὀλίγους ὁρῶντες, σφᾶς δὲ πολλαπλασίουςἦν γὰρ καὶ τὸ εἰς τὴν φάλαγγος τάξιν καθιστάμενον ἐνδέον ἱππέων πεντήκοντα, τούτους ἀφέντες κατ' ἐκείνων ἐχώρουν καὶ βαρβαρικὸν ἀλαλάξαντες ἐξήλαυνόν τε καὶ τοξεύμασιν ἔβαλλον. ∆είσαντες οὖν τὴν τάξιν διαλύειν ἤρξαντο καὶ πρὸς φυγὴν ἐξώρμων ἤδη καὶ πάντως ἀπώλοντο ἂν εἰ μὴ ταχέως ἄμφω τὼ ἀδελφὼ ξὺν ὀλίγοις καταδραμόντες ἐβοήθουν ὅλῃ χειρὶ καὶ τοὺς πρὸς φυγὴν τραπέντας ἀνεκαλοῦντο, στῆναι κελεύοντες εἰ μὴ βούλοιντο καταλειφθῆναι ὑπ' αὐτῶν ἀβοήθητοι. 2.12 Τότε τοίνυν ξυνέβη καὶ γενέσθαι τι θαυμάσιον· ἀνὴρ γάρ τις μέγας καὶ ἰσχυρὸς τοῖς ἐν τοῖς βασιλείοις ἐκτομίαις ὁρώμενος ἐθαυμάζετο. Ἐπειδὰν γὰρ ὁρῷεν αὐτόν, ἐφώνει ἕτερος πρὸς τὸν ἕτερον ὡς· "Ἆρά τις ὑποσταίη πολεμίων ἀλκὴν τοιοῦδε ἀνδρός; Θέᾳ γὰρ μόνῃ καὶ βρυχήματι φεύξονται ἅπαντες". Τοῦτον συνέβη τότε παρεῖναι μετὰ τῶν εἰς τὴν φάλαγγος τάξιν καθισταμένων, ὁπηνίκα κατ' ἐκείνων οἱ Τοῦρκοι ἐξώρμησαν. Εἰς φυγὴν οὖν ἁπάντων ὁρμησάντων, ἐπεὶ οὗτος μέγας τε ἦν καὶ θώρακα περιεβέβλητο, ἀγανακτεῖν ἐποίει τὸν ἵππον καὶ μόνος τῶν ἄλλων ὄπισθεν περιλέλειπτο. Ὡς γοῦν αὖθις οἱ Τοῦρκοι ἐπῄεσαν καὶ οἱ περὶ τὸν