(ὁρμητικὸς γάρ ἐστιν ἐκ φύσεως, καὶ προπετὴς καὶ θρασὺς καὶ διαφερόντως φιλόνεικος-οὐδὲν γάρ ἐστι τοῦ φανέντος αὐτῷ ὑπὸ τῆς ὄψεως, <πρὸς> ὃ οὐχὶ θᾶττον τοῦ δέοντος ἀκατασχέτως ὁρμᾷ, ἐπ' αὐτῷ μήτε κρίσιν μήτε σκέψιν ἀναμένων. ἀλογίστῳ δὲ φορᾷ χρώμενος ἀτάκτως βαδίζει ἐπὶ τὴν τούτου συγκατάθεσιν, καὶ τῇ ψηφισθείσῃ ἀποφάσει βεβαίως ἐπερειδόμενος εὐτόνως ἀντιφιλονεικεῖ παντὶ τῷ βουλο μένῳ ἀνταποφήνασθαι· σπουδάζων ἀεὶ τὴν ἑαυτοῦ κρίσιν τε καὶ ψῆφον νικῶσάν τε καὶ κρατοῦσαν ἀποφαίνειν)· ὃ δὴ καὶ ποιοῦσιν ἐπιστάμενοι αὐτοῦ τὸ ἦθος. μετακαλεσάμενοι γὰρ τῆς Συρίας καὶ Καππαδοκίας καὶ τῆς Ποντικῆς διοικήσεως καὶ Φρυγίας ὅλους μητροπολίτας καὶ ἐπισκόπους, συναθροίζουσιν εἰς τὴν Κωνσταντινούπολιν. οἱ δὲ παραγενόμενοι κατὰ τὴν τῶν κανόνων ἀκολουθίαν ἐκοινώνησαν τῷ Ἰωάννῃ, ἵνα μὴ τὰ αὐτὰ τοῖς πρώτοις ἐργάσωνται. γνόντες δὲ οἱ κρατοῦντες ἠγανά κτησαν ἐπὶ τῇ κοινωνίᾳ αὐτῶν. καὶ Θεόδωρος μὲν ὁ Τυάνων ἐπίσκοπος, ἀνὴρ εὐσχήμων, συνεὶς τὴν σκευωρίαν ἐξ ὧν ἦλθεν εἰς τὰ ὦτα αὐτοῦ, ἵνα μὴ ἐξακολουθήσῃ τῇ προπετείᾳ Θεοφίλου, ἀσυντάκτως καταλιπὼν τοὺς πάντας, κατέλαβεν ἑαυτοῦ τὴν ἐκκλησίαν, μακρὰν χαίρειν εἰπὼν τῷ κομιτάτῳ, ἀσφαλισάμενος ἑαυτοῦ τὴν ἐπαρχίαν τῷ τείχει τῆς εὐσεβείας, μέχρι τέλους ἐμμείνας τῇ τῶν πιστῶν Ῥωμαίων κοινωνίᾳ, οἷς μαρτυρεῖ ὁ Παῦλος λέγων· "Ἡ πίστις ὑμῶν ἐν ὅλῳ τῷ κόσμῳ καταγγέλλεται." Φαρέτριος δέ, ὁ Καισαρείας τῆς πρὸς τῷ Ἀργαίῳ, 53 ὑπερβολῇ δειλιάσας, καθάπερ οἱ κομιδῇ παῖδες τὰ μορμολυκεῖα, μηδ' ἐξελθὼν ἑαυτοῦ τὴν πόλιν, συντίθεται τοῖς ἐναντίοις διὰ γραμμάτων, καίπερ μηδὲ κληθεὶς εἰς τὸ μέσον, ἀπειροκάλως ἔχων περὶ τὴν προεδρίαν ἀνοίᾳ τῶν κρειττόνων. Λεόντιος δέ, ὁ Ἀγκύρας τῆς Γαλατίας, συγκλωσθεὶς Ἀμμωνίῳ τῷ Λαοδικείας τῆς κεκαυμένης, κεκαυμένην ἐποίησαν τὴν ἐκκλησίαν. οὐ μόνον ἡττηθέντες ταῖς τῶν κρατούντων ἀπειλαῖς, ἀλλὰ τοὐν αντίον ἐλπίδι δώρων βασιλικῶν ἀπατηθέντες ἐν τῇ δευτέρᾳ συνόδῳ, εἰσφέρουσι γνώμην μοχθηρὰν τοῖς περὶ Ἀκάκιον καὶ Ἀντίοχον, κρατῆσαι τὴν Θεοφίλου ἄκριτον κρίσιν, καὶ μηδ' ὅλως δοῦναι τόπον ἀπολογίας τῷ Ἰωάννῃ, δικαιολογίᾳ τῇ τῶν κανόνων τῶν ὑπὸ Θεοφίλου ἀποσταλέντων, οὓς ἐθέσπισαν οἱ τεσσαράκοντα τῶν Ἀρείου κοινωνικῶν γράψαντες· "Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος, ἀδίκως ἢ δικαίως καθαιρεθείς, ἑαυτῷ ἐπεισέλθοι δίχα συνόδου εἰς τὴν ἐκκλησίαν, τὸν τοιοῦτον μηκέτι ἔχειν χώραν ἀπολογίας ἀλλὰ τέλεον ἐξωθεῖσθαι" -καὶ οὗτος μὲν ὁ κανών, ὡς παράνομος ὑπὸ παρανόμων τεθείς, ἐξωστρα κίσθη ἐν Σαρδικῇ ὑπὸ Ῥωμαίων καὶ Ἰταλῶν καὶ Ἰλλυριῶν καὶ Μακεδόνων καὶ Ἑλλαδικῶν (ὡς μᾶλλον αὐτὸς οἶσθα, μεγαλώνυμε Θεόδωρε), ὁπηνίκα Λιβέριος ἢ Ἰούλιος ἐπὶ Κώνσταντος βασιλέως ἐδέξατο τὸν Ἀθανάσιον εἰς κοινωνίαν καὶ Μάρκελλον τὸν Γαλάτην, δι' οὓς καὶ ὁ κανὼν ἐκεῖνος ἐτέθη. ἡ μέντοι δυὰς τῶν θαυμασίων τῶν περὶ Ἀμμώνιον καὶ Λεόντιον, συμπλα κέντες Ἀκακίῳ καὶ Ἀντιόχῳ καὶ Κυρίνῳ τῷ Χαλκηδόνος καὶ Σευηριανῷ, εἰσῆλθον πρὸς τὸν βασιλέα ἀναδιδάξαντες εἰσκλη θῆναι τοῦ μέρους τοῦ Ἰωάννου δέκα ἐπισκόπους (ἦσαν δὲ πλείους τῶν τεσσαράκοντα) ἐπὶ συστάσει τῶν κανόνων, τῶν μὲν διϊσχυριζομένων ὀρθοδόξων αὐτοὺς εἶναι, τῶν δὲ ἀπο δεικνυόντων αὐτοὺς Ἀρειανῶν ὑπάρχειν. εἰσελθόντες δὲ οἱ περὶ τὸν γέροντα ψυχῇ τε καὶ πολιᾷ Ἐλπίδιον, τὸν Λαοδικείας 54 τῆς Συρίας, καὶ Τραγκύλλιον, ἔπειθον τὸν βασιλέα μὴ δεῖν ἀλόγως ἐκβάλλεσθαι τὸν Ἰωάννην· "Οὔτε γὰρ τὸ πρότερον καθῄρηται, ἀλλ' ἐξεώσθη ὑπὸ τοῦ κόμητος· οὔτε μὴν ἑαυτῷ ἐπεισῆλθεν, ἀλλὰ προστάγματι τῆς σῆς εὐσεβείας, νοταρίου ἀποσταλέντος· καὶ νῦν δὲ οὓς προφέρουσι κανόνας, αἱρετικῶν αὐτοὺς δείκνυμεν ὄντας." ὡς δ' ἐπέμειναν ἄτακτα ζυγομα χοῦντες οἱ κατὰ Ἰωάννου, οἱ μὲν γεγωνοτέρᾳ φωνῇ, οἱ δὲ σεσοβημένοι στέρνων κινήσει ἀνασειόμενοι ἰταμῶς ἐπὶ τοῦ βασιλέως· πράως ὁ ἐνθεσμότατος Ἐλπίδιος, μικρᾶς παραγενο μένης γαλήνης, ἔφησεν τῷ βασιλεῖ· "Βασιλεῦ, μὴ σκύλλωμεν ἐπὶ πολὺ τὴν σὴν ἡμερότητα, ἀλλὰ τοῦτο γενέσθω· ὑπογραψά τωσαν οἱ περὶ τὸν