1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

22

ἀδελφοὺς καὶ ἀδελφὰς καὶ γυναῖκα καὶ τέκνα οὐκ ἔστι μου ἄξιος"; Εἰ δὲ ὁ μὴ καταλιμπάνων ἀνάξιος, ὁ καταλιμπάνων, καὶ τοσαύτῃ χρώμενος ἀκριβεῖ τελειότητι, δῆλον ὡς ἀξιώτατος ἦν. 3.16 Ἐγὼ δὲ πρὸς τούτοις θαυμάζω καὶ τὴν τῶν θείων αὐτοῦ δογμάτων ἀκρίβειαν. Ἐβδελύττετο μὲν γὰρ τὴν Ἀρείου μανίαν ὑπὸ τῆς βασιλικῆς δυναστείας κατ' ἐκεῖνο τοῦ καιροῦ ἐξαπτομένην· ἐμυσάττετο δὲ καὶ τὴν Ἀπολιναρίου φρενοβλάβειαν· διεμάχετο δὲ γενναίως καὶ τοῖς τὰ Σαβελλίου φρονοῦσι καὶ τὰς τρεῖς ὑποστάσεις εἰς μίαν συνάγουσιν· ἀπεστρέφετο δὲ κομιδῆ καὶ τοὺς ὀνομαζομένους Εὐχίτας ἐν μοναχικῷ προσχήματι τὰ Μανιχαίων νοσοῦντας. 3.17 Οὕτω δὲ θερμὸν εἶχε τὸν ὑπὲρ τῶν ἐκκλησιαστικῶν δογμάτων ζῆλον ὡς καὶ πρὸς ἄνδρα θαυμάσιόν τε καὶ θεῖον δικαίαν ἀνεδέξατο μάχην. Ἀβραάμης τις ἦν κατὰ τὴν ἔρημον ἐκείνην πρεσβύτης, ἀνὴρ πολιὰν μὲν ἔχων τὴν τρίχα, πολιώτερον δὲ τὸ φρόνημα, ἀρετῇ πάσῃ λάμπων καὶ ἀναβλύζων ἀεὶ τὸ τῆς κατανύξεως δάκρυον. Οὗτος κατ' ἀρχὰς ὑπό τινος ἁπλότητος ὑπαχθεὶς <ὡς> τὸ πρῶτον ἐπιτελεῖν ἠνείχετο πάσχα, ἀγνοῶν μέν, ὡς εἰκός, τὰ περὶ τούτου τοῖς πατράσιν ἐν Νικαίᾳ νενομοθετημένα, ἔθει δὲ ἀρχαίῳ δουλεύειν αἱρούμενος. Πολλοὶ δὲ καὶ ἄλλοι κατ' ἐκεῖνο τοῦ καιροῦ ταύτην ἐνόσουν τὴν ἄγνοιαν. Ἀλλ' ὁ μέγας Μαρκιανὸς πολλοῖς μὲν πολλάκις χρησάμενος λόγοις ἐπειράθη τὸν πρεσβύτην Ἀβραάμην-οὕτω γὰρ αὐτὸν οἱ ἐγχώριοι προσηγόρευον- εἰς τὴν τῆς ἐκκλησίας μεταγαγεῖν συμφω νίαν. Ἀπειθοῦντα δὲ θεασάμενος τῆς πρὸς αὐτὸν προφανῶς κοινωνίας ἀπέστη. Ἀλλὰ χρόνου διελθόντος, ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ ἀπορρίψας τὸν μῶμον καὶ τῆς θείας ἑορτῆς ἀγαπήσας τὴν συμφωνίαν, ἔψαλλεν ἀληθεύων· "Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ κυρίου." Καὶ τοῦτο δὲ τῆς τοῦ μεγάλου Μαρκιανοῦ διδασκαλίας κατόρ θωμα. 3.18 Τούτῳ πολλοὶ μὲν πανταχοῦ σηκοὺς εὐκτηρίους ἐδείμαντο, ἐν Κύρρῳ μὲν ὁ ἀδελφιδοῦς Ἀλύπιος, Ζηνοβιανὴ δέ τις ἐν Χαλκίδι καὶ γένει λάμπουσα καὶ ἀρετῇ διαπρέπουσα καὶ πλούτου περιουσίᾳ κομῶσα. Καὶ ἕτεροι δὲ οὐκ ὀλίγοι αὐτὸ τοῦτο ἔδρων, τὸν νικηφόρον ἐκεῖνον ἀθλητὴν ἁρπάσαι φιλονεικοῦντες. Τοῦτο γνούς, ὁ τοῦ θεοῦ ἄνθρωπος παρακαλεῖ τὸν θαυμάσιον ἐκεῖνον Εὐσέβιον, ὅρκους αὐτῷ προσενεγκὼν δείματος παντὸς γέμοντας, ἐν ἐκείνῳ τῷ χωρίῳ καταθεῖναι τὸ σῶμα καὶ μηδένα διαγνῶναι τὸν τάφον, πλὴν δύο τῶν συνηθεστέρων συνοίκων, μέχρις ἂν διέλθῃ πολὺς ἐτῶν ἀριθμός. Καὶ τοῦτον τὸν ὅρκον ὁ θαυμάσιος ἐκεῖνος πεπλή ρωκεν ἄνθρωπος. Ἐπειδὴ γὰρ ἧκε τοῦ νικηφόρου τὸ τέλος καὶ χορὸς ἀγγέλων τὴν ἱερὰν ἐκείνην καὶ θείαν ψυχὴν εἰς τὰς ἐν οὐρανῷ μονὰς μετατέθηκεν, οὐ πρότερον αὐτοῦ τὴν τελευτὴν κατεμήνυσεν ἕως, μετὰ τῶν δύο τῶν γνωριμωτέρων τὸν τάφον ὀρύξας καὶ τὸ σῶμα καταθείς, τῆς γῆς τὴν ἐπιφάνειαν ἐξωμάλισε. Καὶ πεντήκοντα διελθόντων ἐνιαυτῶν καὶ πλειόνων, μυρίων συνδεδραμηκότων καὶ διηρευνηκότων τὸ σῶμα, ἄδηλος ὁ τάφος μεμένηκεν. Ἐπειδὴ δὲ ἕκαστος τῶν προειρημένων σηκῶν, ὁ μὲν ἀποστόλων, ὁ δὲ μαρτύρων ὑπεδέξατο λείψανα, θαρρήσαντες λοιπὸν οἱ τῆς ἐκείνου σκηνῆς καὶ διδαχῆς κληρονόμοι, πρὸ δύο τούτων ἐτῶν λάρνακα λιθίνην κατασκευάσαντες, ἐν ταύτῃ τὰ τοῦ τιμίου σώματος μετέθεσαν λείψανα, ἑνὸς τὸν τάφον ὑποδείξαντος· οὗτος γὰρ μόνος ἐκ τῶν τριῶν περιῆν. 3.19 Ζηλωτὴς δὲ γενόμενος τῆς ἐκείνου ἀρετῆς Εὐσέβιος ὁ θαυμάσιος πλείοσι διετέλεσε πόνοις κατατρύχων τὸ σῶμα. Εἴκοσι γὰρ καὶ ἑκατὸν σιδήρου περικείμενος λίτρας, ἐπέθηκε μὲν ἑαυτῷ καὶ τὰς τοῦ θειοτάτου Ἀγαπητοῦ ἄλλας πεντήκοντα, προσέθηκε δὲ καὶ τὰς τοῦ μεγάλου Μαρκιανοῦ ὀγδοήκοντα. Ἔσχε δὲ καὶ εὐκτήριον καὶ