ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὴν σκευωρίαν ἐστήσαντο. Ἐπλάνησαν γὰρ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, θεὸν εἶναι λέγοντες τὸν οὐρανὸν καὶ τὰ ἕτερα τῶν στοιχείων. Καί, ὡς ὁ πάνσοφος γράφει Παῦλος, φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. Ἵνα δὲ καὶ ταῖς αὐτοῦ παραχωρῶμεν ἐννοίαις, οὐχ ἑτέροις μᾶλλον ἐπαφιέντες τὸ εἰρημένον ἀλλὰ καὶ τοῖς ἁγίοις ἀποστόλοις ἐῶντες ἐπιπηδᾶν, ἤγουν καθάπαξ αὐτῷ τε τῷ πανσόφῳ Μωσεῖ καὶ τοῖς ἁγίοις προφήταις, ἡκέτω, δεικνύτω σαφῶς τί τὸ πλάσμα τὸ κακούργως συντεθέν, ποίαν δὲ εἶναί φησι τὴν τερατολογίαν, καὶ τί τὸ φιλόμυθον καὶ παιδαριῶδες τῆς τῶν Χριστιανῶν θρησκείας. Ἆρα μύθους ἡμῖν συγγέγραφεν ὁ Μωσῆς ἕνα τὸν φύσει καὶ ἀληθῶς εἶναι Θεὸν λέγων, ἀγέννητον, ἀΐδιον, ἄφθαρτον, ἄποσον, ἀόρατον, ἀναλλοίωτον, ἀναφῆ, ζωὴν καὶ ζωοποιόν, σοφίαν, δύναμιν, γενεσιουργόν, βασιλέα, Κύριον τῶν ὅλων; Ἆρα διημάρτηκε τἀληθοῦς τῶν ἁγίων προφητῶν ὁ λόγος, τῶν μωσαϊκῶν δογμάτων κατ' ἴχνος ἰέναι διεσπουδακώς; Ἆρα τῶν ἁγίων ἀποστόλων ἑτεροτρόπως ἔχουσαν τὴν διδασκαλίαν εὑρήσομεν; Οὐ μὲν οὖν. 2.6 Εἶτα πῶς θεῖον μὲν ἔχειν οὐδὲν τὰ παρὰ τοῖς Γαλιλαίοις ἰσχυρίζεται, μύθους δὲ ἄλλως εἰκαίους καὶ τερατολογίας εἶναί φησι; Καίτοι τίς οὐκ ἂν συνομολογήσειεν ὡς οὐκ ἂν γένοιτό τι τὸ ἄμεινον ἀνθρώποις τοῦ διειδέναι καλῶς τε καὶ ἀπλανῶς τὸν ἕνα τε καὶ φύσει καὶ ἀληθῶς ὄντα τῶν ὅλων ∆ημιουργὸν καὶ Κύριον; Φαῖεν δ' ἂν οἶδ' ὅτι καὶ αὐτοὶ τὸ κάλλιστον καὶ ἐξαίρετον τῆς φιλοσοφίας μόριον εἶναί τε καὶ λέγεσθαι τὸ θεωρητικόν, δι' οὗ τοῖς κατιδεῖν ἰσχύουσι νουνεχέστερον γένοιτ' ἂν μόλις, καὶ κατά γε τὸ ἀνθρώποις ἐφικτόν, ἁλώσιμα τὰ περὶ Θεοῦ. Ἐπειδὴ δὲ πεπεῖσθαί φησιν αὐτός, διδασκέτω πόθεν ἢ παρὰ τίνων. Μὴ γὰρ δὴ μόνος αὐχείτω τοῦτο εἰδέναι· ἀλλ' εἰ μὲν αὐτὸς ἐπείσθη καθ' ἑαυτὸν καὶ τοῦτο ἀπόχρη πρὸς ἐντελεστάτην ἀπόδειξιν ὡς γοῦν οἴεται καί φησι τοῦ μὴ εὖ ἔχειν τὰ Χριστιανῶν, ὅτι μὲν λῆρος τὸ χρῆμα αὐτῷ παρήσω λέγειν· πλὴν ἐντρυφάτω μόνος τοῖς καθ' ἡμῶν, οὐ γάρ τοι οὕτω πολεμιωτάτῳ χρησόμεθα δικαστῇ. Εἰ δὲ δεῖν οἴεται τοὺς τῶν εὐθυνόντων λόγους, οὕπερ ἂν γένοιντο κατά τινων, ἀληθεῖς εἶναι καὶ οὐκ ἐψευσμένους, μὴ αὐτὸς ἑαυτὸν πεπεῖσθαι λεγέτω μόνος, ἀλλ' ἐλεγχέτω διὰ πραγμάτων. Ὅτι δὲ μᾶλλον ἑαυτὸν ἐν δίκῃ, καὶ οὐχ ἡμᾶς, ἐπὶ τῇ μυθοπλαστίᾳ γράψεται, καὶ οὐκ ἀνύποπτον ἔχει τὸ ἔγκλημα, δι' ὧν ἔφη πάλιν εἰσόμεθα. {ΙΟΥΛΙΑΝΟΣ} 2.7 Μέλλων δὲ ὑπὲρ τῶν παρ' αὐτοῖς λεγομένων δογμάτων ἁπάντων ποιεῖσθαι τὸν λόγον, ἐκεῖνο βούλομαι πρῶτον εἰπεῖν ὅτι χρὴ τοὺς ἐντυγχάνοντας, εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερ ἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν, μηδὲ τὸ λεγόμενον ἀντικατηγορεῖν, ἕως ἂν ὑπὲρ τῶν πρώτων ἀπολογήσωνται· ἄμεινον μὲν οὕτω καὶ σαφέστερον ἰδίαν μὲν ἐνστήσασθαι πραγματείαν ὅταν τι τῶν παρ' ἡμῖν εὐθύνειν θέλωσιν, ἐν οἷς δὲ πρὸς τὰς παρ' ἡμῶν εὐθύνας ἀπολογοῦνται μηδὲ ἀντικατηγορεῖν. {ΚΥΡΙΛΛΟΣ} Ἄγλωττον οὖν, εἰπέ μοι, τὸν παρὰ σοῦ διωκόμενον εἶναι χρή, καὶ σιωπῶντα κελεύεις ἁλῶναι τὸν φεύγοντα, καὶ οὐδενὸς τὸ παράπαν τῶν σῶν διαμνημονεύσαντα διακυροῦν ἑλέσθαι καθ' ἑαυτοῦ τὴν γραφήν; Καίτοι τὸ μὴ βούλεσθαί τι λέγειν ἡμᾶς τῶν σῶν δεδιότος ἐστὶ τὸν ἔλεγχον καὶ τῆς ἐν αὐτοῖς αἰσχρότητος οὐκ ἠγνοηκότος τὸ ἀτερπές. Εἰ μὲν οὖν αὐτὸς τῆς Χριστιανῶν καταγορεύων θρησκείας οὐκ ἐπαίνου παντὸς ἀξιοῖ, καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῖ τὴν Ἑλλήνων δεισιδαιμονίαν, ἀνταπαιτείτω τὸ ἴσον· εἰ δὲ δὴ τοῖς καθ' ἡμῶν ἐναβρύνεται λόγοις καὶ τὴν ἀμείνω δόξαν ἀνάπτει ταῖς ἑαυτοῦ δυσβουλίαις, τὰ