νεκρὸς τετραήμερος καὶ ὑπὲρ ἑαυτοῦ παρακαλέσαι τὸν λυτρωτήν; Ἀλλ' ὅπερ ἔλειπε τῷ τετελευτηκότι, τοῦτο διὰ τῶν γνησίων ἀδελφῶν ἐπληροῦτο. Ἐλθόντι [γὰρ] τῷ Κυρίῳ προσέπεσεν ἡ ἀδελφή· καὶ λέγοντι, Ποῦ τεθείκατε αὐτόν; ἀποκριναμένης ἐκείνης, Κύριε ἤδη ὄζει, τεταρταῖος γάρ ἐστι, φησὶν ὁ Κύριος, Ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ Θεοῦ· μονονουχὶ λέγων ὅτι, σὺ τοῦ νεκροῦ τὸ λεῖπον τῆς πίστεως ἀναπλήρωσον. Καὶ τοσοῦτον ἴσχυσε τῶν ἀδελφῶν ἡ πίστις, ὥστε τὸν νεκρὸν ἐξ ᾅδου πυλῶν ἀνεκαλέσατο. Εἶτα ἕτεροι ὑπὲρ ἑτέρων πιστεύσαντες, ἐκ νεκρῶν ἀναστῆναι ἴσχυσαν· σὺ δὲ, ἐὰν ὑπὲρ σεαυτοῦ πιστεύσῃς εἰλικρινῶς, ἆρ' οὐχὶ μᾶλλον ὠφεληθήσῃ; Ἀλλὰ κἂν ἄπιστος ᾖς ἢ ὀλιγόπιστος, φιλάνθρωπός ἐστιν ὁ Κύριος, συμπεριφέρεταί σοι μετανοοῦντι. Μόνον εἰπὲ καὶ αὐτὸς εὐγνωμόνως· Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ. Εἰ δὲ καὶ πιστὸς εἶναι νο μίζεις, ἀλλ' οὔπω τὸ τέλειον τῆς πίστεως ἔχεις· χρεία καί σοι κατὰ τοὺς Ἀποστόλους εἰπεῖν· Κύριε, πρόσθες ἡμῖν πίστιν. Τὸ μὲν γάρ τι παρὰ σεαυτοῦ ἔχεις, τὸ δέ τι παρ' ἐκείνου πολὺ λαμβάνεις. 5.10 Τὸ γὰρ τῆς πίστεως ὄνομα ἓν μέν ἐστι κατὰ τὴν προσηγορίαν, διχῆ δὲ διαιρεῖται. Ἔστι μὲν γὰρ ἓν εἶδος τῆς πίστεως, τὸ δογματικὸν, συγκατάθεσιν [τῆς] ψυχῆς ἔχον περὶ τοῦδέ τινος· καὶ ὠφελεῖ τὴν ψυχὴν, καθώς φησιν ὁ Κύριος· Ὁ ἀκούων μου τὰ ῥήματα, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται. Καὶ πάλιν· Ὁ πιστεύων εἰς τὸν υἱὸν, οὐ κρίνεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ὦ μεγάλης Θεοῦ φιλανθρωπίας· οἱ δίκαιοι μὲν γὰρ ἐν πολλοῖς ἔτεσιν εὐηρέστησαν· ὅπερ δὲ ἐκεῖνοι, δι' εὐαρεστήσεως πολλῶν ἐτῶν κατορθώσαντες, ἐκτήσαντο, τοῦτό σοι νῦν Ἰησοῦς διὰ μιᾶς ὥρας χαρίζεται. Ἐὰν γὰρ πιστεύσῃς, ὅτι κύριος Ἰησοῦς Χριστὸς καὶ ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ καὶ μετατεθήσῃ εἰς [τὸν] παράδεισον, ὑπὸ τοῦ τὸν λῃστὴν εἰς παράδεισον εἰσαγαγόντος. Καὶ μὴ ἀπιστήσῃς εἰ δυνατόν ἐστιν. Ὁ γὰρ τὸν λῃστὴν διὰ μιᾶς ὥρας πιστεύσαντα σώσας ἐν τῷ ἁγίῳ τούτῳ Γολγοθᾷ, ὁ αὐτὸς καί σε πιστεύσαντα διασώσει. 5.11 ∆εύτερον δέ ἐστιν εἶδος πίστεως, τὸ ἐν χάριτος μέρει παρὰ τοῦ Χριστοῦ δωρούμενον. Ὧι μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων. Αὕτη τοίνυν, ἡ κατὰ χάριν δωρουμένη πίστις ἐκ τοῦ Πνεύματος, οὐ δογματικὴ μόνον ἐστὶν, ἀλλὰ καὶ τῶν ὑπὲρ ἄνθρωπον ἐνεργητική. Ὃς γὰρ ἂν ἔχῃ τὴν πίστιν ταύτην, ἐρεῖ τῷ ὄρει τούτῳ, Μετάβα ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται. Ὅταν γὰρ κατὰ πίστιν εἴπῃ τόδε τὶς, πιστεύων ὅτι γίνεται, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, τότε λαμβάνει τὴν χάριν. Καὶ περὶ τῆς πίστεως ταύτης εἴρηται τό, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως. Ὅνπερ γὰρ τρόπον ὁ κόκκος τοῦ σινάπεως μικρὸς μέν ἐστι τὸ μέγεθος, διάπυρος δὲ τὴν ἐνέργειαν, καὶ ἐν ὀλίγῃ ἐσπαρμένος περιγραφῇ μεγάλους κλάδους περιέχει, ὃς αὐξηθεὶς δύναται καὶ τὰ πετεινὰ σκεπάζειν· οὕτω καὶ ἡ πίστις ἐν τῇ ψυχῇ ἐν ὀξυτάτῃ ῥοπῇ τὰ μέγιστα κατορθοῖ. Περὶ Θεοῦ μὲν γὰρ φαντάζεται, καὶ Θεὸν κατοπτεύει, καθὸ ἐγχωρεῖ τῇ πίστει φωτισθεῖσα· κόσμου τε τὰ πέρατα περιπολεῖ, καὶ πρὸ τῆς συντελείας τοῦ αἰῶνος τούτου τὴν κρίσιν ἤδη βλέπει, καὶ τὴν μισθαποδοσίαν τῶν ἐπαγγελιῶν. Ἔχε τοίνυν τὴν παρὰ σεαυτοῦ πίστιν, τὴν εἰς αὐτόν· ἵνα λάβῃς καὶ παρ' ἐκείνου, τὴν τῶν ὑπὲρ ἄνθρωπον ἐνεργητικήν. 5.12 Πίστιν δὲ ἐν μαθήσει καὶ ἀπαγγελίᾳ κτῆσαι καὶ τήρησον μόνην, τὴν ὑπὸ τῆς Ἐκκλησίας νυνί σοι παραδιδομένην, τὴν ἐκ πάσης γραφῆς ὠχυρωμένην. Ἐπειδὴ γὰρ οὐ πάντες δύνανται τὰς γραφὰς ἀναγινώσκειν, ἀλλὰ τοὺς μὲν ἰδιωτεία, τοὺς δὲ ἀσχολία τις ἐμποδίζει πρὸς τὴν γνῶσιν· ὑπὲρ τοῦ, μὴ τὴν ψυχὴν ἐξ ἀμαθίας ἀπολέσθαι, ἐν ὀλίγοις τοῖς στίχοις τὸ πᾶν δόγμα τῆς πίστεως περιλαμβάνομεν. Ὅπερ καὶ ἐπ' αὐτῆς τῆς λέξεως μνημονεῦσαι ὑμᾶς βούλομαι καὶ παρ' ἑαυτοῖς μετὰ πάσης σπουδῆς ἀπαγγεῖλαι, οὐκ εἰς χάρτας ἀπογραφομένους, ἀλλ' ἐν καρδίᾳ τῇ μνήμῃ στηλογραφοῦντας· φυλαττομένους ἐν τῷ μελετᾷν, μή πού τις Κατηχούμενος