23
νέος Οὐαλεντινιανός, μήπω δὲ πρόσηβος γεγονώς. ὃς ὑποφθαρεὶς παρὰ τῆς μητρὸς Ἰουστίνης ἀρειανιζούσης τῷ τῶν Ἀρειανῶν συνέθετο δόγματι καὶ τοῖς ὀρθοδόξοις ἀντέκειτο. ἐπαναστάντος οὖν αὐτῷ τοῦ Μαξίμου καὶ τυραννίδι ἐπιχειρήσαντος καὶ ἐν μάχαις ὑπερτερήσαντος ἔγραψε πρὸς τὸν βασιλέα Θεοδόσιον τὰ συμβάντα, συμμαχίαν αἰτούμενος. κἀκεῖνος μὴ δεῖν θαυμάζειν ἀντέγραψεν εἰ ὁ δοῦλος ὑπερτερεῖ δεσπότου κατεξαναστὰς τοῦ τὸν οἰκεῖον ἀθετοῦντος δεσπότην καὶ κτίσμα καὶ δοῦλον καλοῦντος τὸν κτίστην καὶ τῷ πατρὶ ὁμοούσιον καὶ ὁμότιμον. ἀπελθὼν δὲ εἰς συμμαχίαν αὐτοῦ τόν τε Μάξιμον συλλαβὼν ἀνεῖλε καὶ τὸν στρατηγὸν Ἀνδραγάθιον, ὃς ἐδολοφόνησε τὸν Γρατιανόν. Εἶτ' αὖθις Εὐγένιος ἐπανέστη κατὰ τοῦ νέου Οὐαλεντινιανοῦ καὶ τυραννίδι ἐπέθετο. φοβηθεὶς οὖν Οὐαλεντινιανὸς ἀγχόνῃ τοῦ βίου ἑαυτὸν ὑπεξήγαγε. καὶ μαθὼν τὴν Εὐγενίου τυραννίδα Θεοδόσιος ἐξεστράτευσε κατ' αὐτοῦ. καὶ εἰς Θεσσαλονίκην ἐλθὼν μετὰ τοῦ στρατεύματος ἐκεῖνος μὲν ὑβρίσθη 86 ὑπὸ τῶν Θεσσαλονικέων, ὁ δὲ ἔπαρχος ἐφονεύθη, στασιάσαντος τοῦ δήμου δι' αἰτίας τινάς. τότε μὲν οὖν ἐπὶ τῇ τοῦ λαοῦ κινήσει ἔδοξεν ἀνεξικακῆσαι ὁ βασιλεύς· μετὰ δὲ ταῦτα ἱππικὸν ἀγῶνα ἐκήρυξε καὶ τοῦ λαοῦ ἀθροισθέντος ἐπὶ τὸ θέατρον περιέστησεν αὐτοῖς τὰ στρατεύματα καὶ κατετόξευσαν τὸν δῆμον καὶ κατηκόντισαν, ὥστε θανεῖν ἐξ αὐτῶν ἄχρι τῶν πεντεκαίδεκα χιλιάδων. καὶ οὕτως ἐκπλήσας ὁ Θεοδόσιος τὸν θυμόν, ἐκεῖθεν ἀπάρας εἰς τὴν πόλιν τῶν Μεδιολάνων ἀφίκετο. ὅπου καὶ ἠλέγχθη παρὰ τοῦ μεγάλου Ἀμβροσίου καὶ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν οὐ συγκεχώρητο. καὶ οὐ πρότερον ἐφῆκεν αὐτῷ τὴν εἰς τὸ θεῖον τέμενος εἴσοδον, εἰ μὴ νόμον ἔθετο τὰς ψήφους τὰς φονικὰς μὴ πρότερον ἐκβιβάζεσθαι, πρὶν ἂν παρέλθοιεν μετὰ τὴν ψῆφον ἡμέραι τριάκοντα. τοῦτο δ' ἐποίησε διὰ τὸ τοῦ βασιλέως ὀξύρροπον εἰς θυμόν, ἵνα διὰ τῶν τριάκοντα ἡμερῶν τοῦ θυμοῦ καταστορεννυμένου ἀπαθῶς ἐπισκέπτηται τὰς ψήφους καὶ τὰς μὲν ἐννόμους κυροῖ, τῶν δὲ δι' ὀργὴν ἴσως ἐψηφισμένων ἀργίαν καταψηφίζηται. τῷ δὲ τυ87 ράννῳ Εὐγενίῳ συμμίξας ἐν ταῖς Γαλλίαις ὁ Θεοδόσιος νικᾷ τε αὐτὸν καὶ συλλαμβάνει καὶ ἀναιρεῖ. Οὗτος ὁ βασιλεὺς ἰδιωτεύων εἶχε γυναῖκα εὐσεβῆ καὶ σώφρονα καὶ φιλόπτωχον τὴν Πλακίλλαν, ἐξ ἧς αὐτῷ ἐγεννήθησαν Ὀνώριος καὶ Ἀρκάδιος· ἣν καὶ Αὐγούσταν ἐποίησε. μετὰ δὲ τὴν βασιλείαν θανούσης αὐτῆς ἔγημε Γάλλαν τὴν Οὐαλεντινιανοῦ τοῦ μεγάλου θυγατέρα. Ἀποδημοῦντος δὲ τοῦ βασιλέως εἰς τὰ ἑσπέρια οἱ Ἰουδαῖοι τὸν τῆς πόλεως ἔπαρχον Ὀνωράτον δεξιωσάμενοι κτίζουσι συναγωγὴν ἐν τοῖς Χαλκοπρατίοις πολυτελῆ, ἐκείνου παραχωρήσαντος· ἦν γὰρ τὰ Ἑλλήνων πρεσβεύων. ὁ δὲ τῆς πόλεως δῆμος ἀγανακτήσας ἐπὶ τούτῳ ἐβλασφήμει τὸν ἔπαρχον· καὶ ὃς ἐν οὐδενὶ λόγῳ τὰς βλασφημίας πεποίητο. μὴ φέρων οὖν ὁ λαὸς πῦρ ἐνίησι νυκτὸς τῇ συναγωγῇ καὶ ταύτην ἐμπίπρησι. γράφει οὖν περὶ τούτου τῷ βασιλεῖ Θεοδοσίῳ ὁ ἔπαρχος. κἀκεῖνος ἐπιτιμᾷ τοῖς τολμήσασι τὸν ἐμπρησμὸν τῆς συναγωγῆς ἔκτισιν τῶν ἀναλωμάτων τῶν εἰς αὐτὴν καὶ ἐφίησιν αὖθις κτι88 σθῆναι αὐτήν. τοῦτο μαθὼν ὁ μέγας Ἀμβρόσιος, τοῦ βασιλέως τῇ πόλει Μεδιολάνων ἐνδημοῦντος καὶ κατά τινα τῶν δεσποτικῶν ἑορτῶν εἰς τὴν ἐκκλησίαν ἀφικομένου, ἤρξατο λέγειν "ἵνα τί, βασιλεῦ, τὸν ἐξ ἰδιώτου σε βασιλέα ποιήσαντα καὶ τὴν οἰκείαν ἐγχειρίσαντα ποίμνην, ἣν τῷ ἑαυτοῦ ἐκτήσατο αἵματι, καὶ ταινιώσαντά σου τὴν κεφαλὴν αὐχμῶσαν πρῴην, αὐτὸς ὑβρίζεις, τοὺς ἀθετοῦντας αὐτὸν τῶν ἐπεγνωκότων προτιμοτέρους τιθέμενος καὶ δίκας εἰσπράττων ὑπὲρ Ἰουδαίων χριστιανοὺς καὶ βίαν αὐτοῖς ἐπάγων ἐν μέσῃ τῇ πόλει, ἐν ᾗ κηρύττεται ὁ Χριστὸς καὶ προσκυνεῖται σταυρός, συναγωγὴν οἰκοδομῆσαι τοῖς χριστοκτόνοις;" καὶ ὁ βασιλεὺς πρὸς τὸν ἔλεγχον αἰδεσθεὶς ἔφη "καὶ δώσομεν, ὦ ἐπίσκοπε, τοῖς δήμοις ἀτάκτως καὶ ἀναιδῶς εὐνομουμέναις πόλεσιν ὅσα βούλονται δρᾶν;" "ἀλλ' οὐδὲ τοῦτο δοτέον, ὦ βασιλεῦ," ὁ ἱερὸς Ἀμβρόσιος ἀντεπήνεγκε "τὸ συναγωγὰς ἔχειν τοὺς Ἰουδαίους ἐν μέσῳ