Ἰσαάκιον καὶ τὸν κλεινὸν Ἀλέξιον βοηθεῖν ἐπεχείρουν, αὐτὸς ἐξ ὀνόματος τὸν κλεινὸν ἐκάλει Ἀλέξιον καὶ βοηθεῖν παρεκάλει· ὁ δ' εὐθέως ὑποστρέψας καὶ τοὺς ἐπιτυχόντας διώξας τοῦ κινδύνου τοῦτον ἐρρύσατο, διδάξας αὐτόν τε καὶ τοὺς τοῦτον θαυμάζοντας ὡς ἄρα οὐ μέγεθος σώματος οὐδὲ ῥώμη δυνάμεως οὐδὲ φωνῆς τραχύτης καὶ βάρος τὸν ἄριστον στρατιώτην δεικνύουσιν, ἀλλὰ ψυχῆς γενναιότης καὶ ἡ πρὸς τὰ δεινὰ καρτερία. Ἀλλ' ὁ μὲν τοῦτον διέσωσεν· Ἀλανὸς δέ τις τῶν ἐπὶ μισθῷ συνόντων τῷ γενναίῳ Ἰσαακίῳ, Ἀραβάτης τὸ ὄνομα, τὴν ὁρμὴν ὅτι πλείστην θεασάμενος τῶν βαρβάρων καὶ ὡς μετὰ σφοδρᾶς τῆς ῥύμης ἐπῄεσαν καὶ τοὺς ἀδελφοὺς ὅτι μόνοι διακινδυνεύουσι σὺν ὀλίγοις, δείσας μή τι τῶν ἀνηκέστων τούτων συμβαίη τινί, τὸν ἑταῖρον ᾧ Χασκάρης ὄνομα ὑπὸ τῷ Κομνηνῷ Ἀλεξίῳ ταττόμενον παρεκάλει ξὺν αὐτῷ γενέσθαι καὶ ἄμφω τῶν ἵππων ἀποβῆναι καὶ τοξεύειν ἐπὶ τοὺς πολεμίους· "Αἰσχρὸν γάρ, ἔφησεν, εἰ Ἀλανῶν ἐνταῦθα παρόντων παρακινδυνεύουσιν ἄνδρες εὐγενεῖς τε καὶ ἄριστοι· ὄνειδος γὰρ ἂν οὕτω ἅπαν ἕξει τὸ γένος τῶν Ἀλανῶν". Οὕτω μὲν οὖν ἐκεῖνος ἔφη, ὁ δὲ τὴν βουλὴν ἀπεπέμπετο ὡς οὐ συνετὴν μᾶλλον ἢ τολμηράν· αὐτούς τε γὰρ κινδυνεῦσαι οὕτω δράσαντας κἀκείνους μηδέν τι ἐκ τούτου προσεφευρεῖν τοῦ ὀνήσασθαι, ἅτε ὁμαλοῦ ὄντος τοῦ τόπου καὶ πεδινοῦ· "ἀλλ' εἴ τί μοι πείθῃ, φησίν, ἐπεὶ ἐγγύς που τῶν στενωπῶν ἤδη γεγόναμεν, ἐπειδὰν ἐκεῖσε φθάσωμεν, ἀποβησώμεθα τῶν ἵππων καὶ γενναίως ἀγωνίσασθαι σπεύσωμεν καὶ οὕτω τό τε γένος τιμήσομεν καὶ τοὺς δεσπότας ὀνήσομεν". 2.13 Ταῦτα ὁ Χασκάρης ἔλεγεν· ὁ δὲ Ἀραβάτης βαρβαρικῶς εἰς αὐτὸν ἐξυβρίσας εὐθὺς τοῦ ἵππου ἀπέβη καὶ τῇ μάστιγι τοῦτον πλήξας ὥστε ἕπεσθαι τοῖς ἀπιοῦσιν, αὐτὸς ἤμυνεν ἐν τῇ πεδιάδι· οἱ δὲ Τοῦρκοι τῷ παραδόξῳ τῆς θέας καταπλαγέντες ἠπόρουν ὅ τι καὶ εἴη τὸ δρώμενον· βραχὺ γὰρ βέλος εἶχεν ἐν τῇ χειρί. Τὸν γοῦν πρώτως ἐπιόντα βάλλει κατὰ τῶν στέρνων τῷ ὀϊστῷ καὶ εὐθὺς τοῦτον καταβάλλει τοῦ ἵππου. Ἀφεὶς δέ τις βέλος βάλλει τούτου τὴν δεξιάν· ὁ δ' ἐκεῖθεν τὸ βέλος ἑλκύσας αὐτῷ τούτῳ τὸν βάρβαρον, καθάπερ ὁ Βρασίδας πάλαι, ἠμύνατο. Οἱ γοῦν βάρβαροι δείσαντες αὐτοῦ τὸ γενναῖον βραχύ τι τούτου διέστησαν· ὁ δ' ἀδείας λαβόμενος ἐπί τι δωμάτιον ἀνέβαινε κἀκεῖθεν αὐτοὺς τοῖς τοξεύμασιν ἔβαλλε καὶ τοὺς λοιποὺς εἶχον ἤδη τὰ στενωπὰ τῶν χωρίων. Καταλιπόντες οὖν ἐκεῖνον οἱ βάρβαροι μετὰ σφοδροτάτης ῥύμης ἐκείνοις ἐπῄεσαν· ὁ δὲ Κομνηνὸς Ἀλέξιος ὑποστρέψας ξὺν ὀλίγοις τῶν ἀμφ' αὐτὸν πρῶτος ἕνα τούτων κατέβαλε καὶ ὁ Χασκάρης, οὗ πρῶτον ὁ λόγος ἐμνήσθη, κατὰ τῶν μεταφρένων ἔτρωσεν ἕτερον. Φόβῳ οὖν μεγάλῳ συσχεθέντες, ἀφέντες αὐτοὺς ἀνεχώρουν· οἱ δὲ ὀλίγον βαδίσαντες, ἀποβάντες τῶν ἵππων ἐν ὀχυρῷ χωρίῳ ἐσκήνουν· νυκτὸς δ' ἐπιγενομένης καὶ ὁ πρὶν ἀποβὰς τοῦ ἵππου Ἀλανὸς πρὸς αὐτοὺς κατελάμβανε καὶ πάντες ὁμοῦ διεσώθησαν, μήθ' ἁλόντος μήτε θανόντος τινός· οἱ δὲ σωθέντες ἅπαντες σωτῆρα καὶ κηδεμόνα τὸν καλὸν ἐπευφήμουν Ἀλέξιον. Ἐκ τῆσδε οὖν τεταρταῖοι τὴν βασιλίδα καταλαβόντες, τὰ συμβάντα πάντα τοῖς ἐν τῇ πόλει ἀπήγγειλαν καὶ ὡς πάντων σωτὴρ γένοιτο ὁ χρυσοῦς νεανίας Ἀλέξιος, καὶ ἐπειδὰν περιῄει, συνέθεον ἅπαντες σκιρτῶντες ὥσπερ ἐπὶ τοῖς τούτου πλεονεκτήμασι. 2.14 Ταῦτα μὲν τοῦτον ἐπράχθη τὸν τρόπον. Ὁ δὲ Οὐρσέλιος ἀδείας λαβόμενος περιῄει τὰς μεταξὺ Γαλατίας καὶ Λυκαονίας κώμας καὶ πόλεις, καὶ τὰς μὲν ἐπόρθει, τὰς δὲ πειθοῖ ἑαυτῷ παρίστα, ἐκ δὲ τῶν χρήματα εἰσεπράττετο, καὶ πολὺς ἦν ἤδη καὶ τὴν ὁρμὴν ἀκατάσχετος. Ἄρτι δὲ τοῦ χειμῶνος λήξαντος, καὶ ὁ καῖσαρ ἐκ τῆς Ἀσίας εἰσῄει πρὸς τὰ βασίλεια καὶ τῷ βασιλεῖ συνεδρεύων ὡμίλει τε πρεπόντως καὶ τὰ κοινὰ συνδιῴκει, καὶ ἐπειδὰν δικάσειε, τὰς ψήφους ἐκεῖνος ἀπέφηνε τῆς βασιλέως ἀπειρίας τὸ ἐνδέον ἀναπληρῶν, ἀλλ' οὐκ ἤρεσκε τοῦτο τῷ λογοθέτῃ· ταύτῃ τοι καὶ πάντα τρόπον ἐπενοεῖτο καὶ πάντα κάλων ἐκίνει ὅπως τοῦτον θᾶττον ἀποσκευάσηται. Ἐπεὶ δὲ οὐκ ἦν εὐχερὲς αὐτῷ τὸ βούλημα, μετὰ τῶν φίλων