θεὸς 20πατὴρ20 οὐκ εἴρηται, ἢ οἱ πεπιστευκέναι νομιζό μενοι θεῷ υἱοὶ οὐκ ὠνομάσθησαν θεοῦ, ἀλλ' ὅτι ἐν προσευχῇ τὴν ἀπὸ τοῦ σωτῆρος κατηγγελμένην παῤῥησίαν περὶ τοῦ ὀνομάσαι τὸν θεὸν 20πατέρα20 οὐχ εὕρομέν πω. ὅτι δὲ εἴρηται 20πατὴρ20 ὁ θεὸς καὶ υἱοὶ οἱ τῷ λόγῳ τοῦ θεοῦ προσεληλυθότες, πολλαχοῦ ἔστιν ἰδεῖν ὥσπερ καὶ ἐν ∆ευτερονομίῳ· «θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε,» καὶ πάλιν· «οὐκ αὐτὸς οὗτός σου 20πατὴρ20 ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔκτισέ σε;» καὶ πάλιν· «υἱοὶ, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς»· καὶ ἐν τῷ Ἡσαΐᾳ· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν»· καὶ ἐν τῷ Μαλαχίᾳ· «υἱὸς δοξάσει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ 20πατήρ20 εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου;» 22.2 καὶ εἰ λέγεται τοίνυν 20πατὴρ20 ὁ θεὸς, καὶ υἱοὶ οἱ τῷ λόγῳ τῆς εἰς αὐτὸν πίστεως γεγεννημένοι, τὸ βέβαιόν γε καὶ τὸ ἀμετάπτω τον τῆς υἱότητος οὐκ ἔστιν ἰδεῖν παρὰ τοῖς ἀρχαίοις. αὐτὰ γοῦν ἃ παρεθέμεθα ὑπαιτίους ἐμφαίνει εἶναι τοὺς λεγομένους υἱούς· ἐπεὶ κατὰ τὸν ἀπόστολον, ἕως «ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν δια φέρει δούλου, κύριος πάντων ὢν, ἀλλ' ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰ κονόμους ἄχρι τῆς προθεσμίας τοῦ 20πατρός20»· «τὸ» δὲ «πλήρωμα τοῦ χρόνου» ἐν τῇ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίᾳ ἔνεστιν, ὅτε τὴν υἱοθεσίαν ἀπολαμβάνουσιν οἱ βουλόμενοι, ὡς ὁ Παῦλος δι δάσκει διὰ τούτων· «οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας εἰς φόβον ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ ὁ 20πατήρ20»· καὶ ἐν τῷ κατὰ Ἰωάννην· «ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐ τοῦ.» καὶ διὰ τοῦτο τὸ τῆς «υἱοθεσίας πνεῦμα» ἐν τῇ καθολικῇ τοῦ Ἰωάννου ἐπιστολῇ περὶ τῶν ἐκ θεοῦ γεγεννημένων μεμαθή καμεν ὅτι «πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῖ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.» 22.3 εἰ μέντοι νοήσαιμεν, τί ἐστι τὸ «ὅταν προσεύχησθε, λέγετε· 20πάτερ20,» ὅπερ παρὰ τῷ Λουκᾷ· γέγραπται, ὀκνήσομεν μὴ γενόμενοι υἱοὶ γνήσιοι προενέγκασθαι ταύτην τὴν φωνὴν αὐτῷ, μή ποτε πρὸς τοῖς ἄλλοις ἡμῶν ἁμαρτήμασι καὶ ἀσεβείας ἐγκλήματι ἔνοχοι γενώμεθα. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. φησὶν ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ὁ Παῦλος· «οὐδεὶς δύναται εἰπεῖν· κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ, καὶ οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς,» τὸ αὐτὸ ὀνομάζων ἅγιον πνεῦμα καὶ πνεῦμα «θεοῦ.» τί δὲ τὸ εἰπεῖν «ἐν πνεύματι ἁγίῳ» κύριον Ἰησοῦν, οὐ πάνυ ἐστὶ σαφὲς, προφερομέ νων τὴν φωνὴν ὑποκριτῶν μυρίων καὶ ἑτεροδόξων πλειόνων, ἐνίοτε καὶ δαιμόνων, νικωμένων ὑπὸ τῆς ἐν τῷ ὀνόματι δυνάμεως. οὐδεὶς οὖν τολμήσει τινὰ τούτων ἀποφήνασθαι «ἐν πνεύματι ἁγίῳ» λέγειν κύριον Ἰησοῦν· διόπερ οὐδ' ἂν δειχθεῖεν λέγειν κύριον Ἰησοῦν, μόνων τῶν ἀπὸ διαθέσεως λεγόντων ἐν τῷ δουλεύειν τῷ λόγῳ τοῦ θεοῦ καὶ μηδένα παρὰ τοῦτον ἐν τῷ ὅ τι ποτ' οὖν πράττειν ἀναγορευόν των κύριον τό· «κύριος Ἰησοῦς.» εἰ δὲ τοιοῦτοι οἱ λέγοντες· «κύριος Ἰησοῦς,» τάχα πᾶς ὁ ἁμαρτάνων, διὰ τοῦ παρανομεῖν ἀναθεματίζων τὸν θεῖον λόγον, διὰ τῶν ἔργων κέκραγεν· «ἀνάθεμα Ἰησοῦς.» ὥσπερ οὖν ὁ τοιόσδε λέγει· «κύριος Ἰησοῦς» καὶ ὁ τούτῳ ἐναντίως διακεί μενος τὸ «ἀνάθεμα Ἰησοῦς,» οὕτως «πᾶς ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος» καὶ μὴ ποιῶν «ἁμαρτίαν» τῷ σπέρματος μετέχειν θεοῦ, πάσης ἁμαρ τίας ἀποτρέποντος, δι' ὧν πράττει λέγει· «0πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς20,» αὐτοῦ τοῦ πνεύματος συμμαρτυροῦντος «τῷ πνεύματι» αὐτῶν «ὅτι» εἰσὶ «τέκνα θεοῦ» «καὶ κληρονόμοι» αὐτοῦ «συγκληρονόμοι» τε τοῦ «Χριστοῦ,» ἐπεὶ συμπάσχοντες καὶ συνδοξάζεσθαι ἐλπίζουσιν εὐλόγως. ἵνα δὲ μὴ ἐξ ἡμίσους λέγωσι τὸ «0πάτερ ἡμῶν20» οἱ τοιοῦτοι, μετὰ τῶν ἔργων καὶ ἡ καρδία, ἡ τῶν καλῶν ἔργων πηγὴ καὶ ἀρχὴ, πιστεύει «εἰς δικαιοσύνην,» οἷς συμφώνως τὸ στόμα ὁμολογεῖ «εἰς σωτηρίαν.» 22.4 πᾶν οὖν ἔργον αὐτοῖς καὶ λόγος καὶ νόημα, ὑπὸ τοῦ μονο γενοῦς λόγου μεμορφωμένα κατ' αὐτὸν,