ἀδελφὸν Ἀκάκιον καὶ Ἀντίοχον οὓς προβάλλονται ὡς ὀρθοδόξων κανόνας, ὅτι "Τῆς πίστεώς ἐσμεν τῶν ἐκθεμένων αὐτούς," καὶ λέλυται ἡμῖν ἡ ἀμφιβολία." προσσχὼν ὁ βασιλεὺς τῷ ἁπλῷ τοῦ προβλήματος, ὑπομειδιάσας εἶπεν τῷ Ἀντιόχῳ· "Οὐδὲν τούτου λυσιτελέστερον" -ἦν δ' ἐπὶ πάντων τῶν γεγενημένων ἀναίτιος ὁ βασιλεύς, ἄλλων μεταποιούντων τὰ καλῶς τετυπωμένα. ἰλιγγιάσαντες οὖν καὶ εἰς ἀλλήλους ἑλιττόμενοι οἱ περὶ Σευηριανόν, καθάπερ ἄτακτον ὕδωρ, ἐπί τε τῷ φρονίμως ῥηθέντι καὶ ἐπὶ τῇ τοῦ βασιλέως κρίσει, κατε σχέθησαν ἀφασίᾳ, ἐπὶ τὸ πελιδνότερον μεταβαλόντες αὐτῶν τὴν μορφήν· ὅμως ὑπὸ τῆς ἀνάγκης τοῦ τόπου σφιγγόμενοι, ὑπισχνοῦνται καὶ ἄκοντες ὑπογράψαι. οὕτως ἐξελθόντες, τὴν μὲν ὑπόσχεσιν οὐ πληροῦσιν ὡς ἀβούλητον οὖσαν, δεδοικότες τὴν ἧτταν, ἐμηχανῶντο δὲ ποίῳ τρόπῳ ἐξωσθῇ ὁ Ἰωάννης. τούτων οὕτως ἄλλων τε ἄλλως διαπραττομένων, παρίππασαν μῆνες ἐννέα ἢ δέκα, τοῦ ἐπισκόπου Ἰωάννου συναγομένου σὺν τοῖς τεσσαράκοντα ἐπισκόποις καὶ δύο, τῶν δὲ λαῶν ἀπολαυόν των μετὰ πολλῆς τῆς εὐθυμίας τῆς αὐτοῦ διδασκαλίας (φιλεῖ γάρ πως ὁ ἀκενόδοξος νοῦς ἐν ταῖς περιστάσεσι χαριέστερον 55 καὶ δυνατώτερον ἀποῤῥέειν λόγον). ἐν τούτοις ἐπήνθησεν ἡ ∆εσποτικὴ νηστεία, καθάπερ ἔαρ, δι' ἐνιαυτοῦ παραγενομένη. εἰσελθόντες δὲ πάλιν κατ' ἰδίαν οἱ περὶ Ἀντίοχον ἀνεδίδαξαν τὸν βασιλέα ὡς ἡττηθέντα τὸν Ἰωάννην, ἵνα προστάξῃ αὐτὸν ἐξωσθῆναι τοῦ Πάσχα ἐπικειμένου· ὁ δὲ βασιλεὺς ἐξ ἀνάγκης ὀχλούμενος ὑπ' αὐτῶν, ὡς ἐπισκόποις ἐπίστευσεν (ὁ γὰρ ἀληθῶς πρεσβύτερος ἢ ἐπίσκοπος ψεῦδος οὐκ οἶδεν-τὰ γὰρ ὀνόματα ταῦτα τῆς ἄνω λήξεως ὑπάρχει, ἐπεὶ οὐδὲν πρεσβύτερον Θεοῦ, οὐδὲ ἐπισκοπώτερον· Θεὸς γὰρ ὁ ἐπισκοπῶν ἢ θεώμενός ἐστι τὰ πάντα. ὁ τοίνυν ἐπίσκοπος ἢ πρεσβύτερος, ὡς κοινωνὸς τῶν ὀνομάτων, οὕτως καὶ τῶν πραγμάτων ὀφείλει εἶναι), καὶ δηλοῖ τῷ Ἰωάννῃ· "Ἔξελθε ἐκ τῆς ἐκκλησίας." ὁ δὲ ἀντιδηλοῖ· " ̓Εγὼ παρὰ τοῦ Σωτῆρος Θεοῦ ὑποδέδεγμαι τὴν ἐκκλησίαν ταύτην εἰς ἐπιμέλειαν τῆς τοῦ λαοῦ σωτηρίας, καὶ οὐ δύναμαι αὐτὴν καταλεῖψαι· εἰ δὲ τοῦτο βούλει (ἡ γὰρ πόλις σοι δια φέρει), βίᾳ με ἔξωσον, ἵνα ἔχω ἀπολογίαν τῆς λειποταξίας τὴν σὴν αὐθεντείαν." οὕτως μετὰ αἰδοῦς τινος ἀποστείλαντες ἐκ τοῦ παλατίου, ἐξέωσαν αὐτόν, κελεύσαντες τέως διάγειν ἐν τῷ ἐπισκοπείῳ, τὸ ἐνδεχόμενον τῆς τοῦ Θεοῦ ὀργῆς προσδοκῶντες, ἵνα, ἐὰν μὲν συμβῇ τι περὶ αὐτοὺς λυπηρόν, θᾶττον αὐτὸν εἰσ αγαγόντες εἰς τὴν ἐκκλησίαν, ἐξιλεώσωνται τὸ θεῖον· εἰ δὲ μή, ἵνα πάλιν ἐπιθῶνται ὡς Φαραὼ τῷ Μωϋσεῖ. ἐν τούτοις ἐπέστη ἡ τοῦ μεγάλου σαββάτου ἡμέρα, ἐν ᾗ ὁ Σωτὴρ σταυρωθεὶς ἐσκύλευσεν τὸν Ἅδην. καὶ πάλιν αὐτῷ δηλοῦσιν· "Ἔξελθε τῆς ἐκκλησίας." ἀντιδηλοῖ τὰ εἰκότα. εὐλαβούμενος τοιγαροῦν 56 ὁ βασιλεὺς τὸ εὐκαθοσίωτον τῆς ἡμέρας καὶ τὸν τῆς πόλεως κλόνον μεταστέλλεται τοὺς περὶ Ἀκάκιον καὶ Ἀντίοχον, φήσας αὐτοῖς· "Τί δέοι γενέσθαι; βλέπετε μήποτε οὐκ ὀρθῶς βου λεύεσθε." τότε οἱ γεννάδες καὶ περισσόψυχοι εἶπον τῷ βασιλεῖ· "Βασιλεῦ, ἐπὶ τὴν κεφαλὴν ἡμῶν ἡ Ἰωάννου καθαίρεσις." τελευταῖον βοήθημα, οἱ τῷ Ἰωάννῃ συνόντες ἐπίσκοποι, ἰσά ριθμοι τῆς ἁγίας νηστείας, προσῆλθον τῷ βασιλεῖ καὶ τῇ βασιλίσσῃ ἐν τοῖς μαρτυρίοις μετὰ δακρύων, παρακαλοῦντες φειδοῦς τυχεῖν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν, μάλιστα διὰ τὸ Πάσχα καὶ τοὺς μέλλοντας ἀναγεννᾶσθαι ἤδη μυσταγωγη θέντας, ἀπολαβοῦσαν τὸν ἱερέα. οὐκ ἠκούσθησαν ἐπὶ τούτῳ· ὡς τὸν ἅγιον Παῦλον τὸν ἀπὸ Κρατείας εἰπεῖν ἀδείλῳ τῇ παῤῥησίᾳ· "Εὐδοξία, φοβήθητι τὸν Θεόν, ἐλεήσασά σου τὰ τέκνα· μὴ ὕβριζε τὴν ἑορτὴν τοῦ Χριστοῦ τῇ τῶν "αἱμάτων ἐκχύσει."" ὑποστρέψαντες δὲ οἱ τεσσαράκοντα ἐπίσκοποι ἠγρύπνησαν ἐν τοῖς καταγωγίοις αὐτῶν, οἱ μὲν μετὰ δακρύων, οἱ δὲ μετὰ λύπης, ἕτεροι δὲ ἀμάχῳ τῇ διανοίᾳ κατεσχέθησαν κάρῳ, ὡς ἕκαστον ἐκυβέρνα τὸ πάθος. οἱ μέντοι πρεσβύτεροι Ἰωάννου, οἱ τὸν θεῖον ἔχοντες φόβον, ἐν τῷ δημοσίῳ λουτρῷ τῷ ἐπικαλουμένῳ Κωνσταντιαναῖς τοὺς λαοὺς συναγαγόντες, εἴχοντο τῆς ἀγρυπνίας, οἱ μὲν τὰ θεῖα