1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

23

οἰκητήριον λάκκον τινὰ ὑδάτων ἀπηλλαγμένον, καὶ τριῶν ἐτῶν ἀριθμὸν τοῦτον διάγων διετέλεσε τὸν τρόπον. Εἰς τούτους δὲ ἐξέβην τοὺς λόγους, δεῖξαι βουλόμενος ὅσοις καὶ ἄλλοις μεγάλων κατορθωμάτων ὁ μέγας Μαρκιανὸς ἐγένετο πρόξενος. 3.20 Τῆς τούτου φιλοσοφίας ἀπώνατο καὶ Βασίλειος ὁ θαυμάσιος ὁ πολλοῖς ὕστερον χρόνοις παρὰ τὴν Σελευκόβηλον -πόλις δὲ αὕτη τῆς Συρίας-τὸ μοναχικὸν δειμάμενος καταγώγιον καὶ λάμψας μὲν ἐν πολλοῖς καὶ ἄλλοις εἴδεσιν ἀρετῆς, λάμψας δὲ διαφερόντως ἐν τῷ θεοφιλεῖ τῆς ἀγάπης κτήματι, καὶ τῷ θείῳ τῆς φιλοξενίας κατορθώματι. Ὅσους δὲ καὶ οὗτος παρέστησε τῷ θεῷ ἐργάτας, ἀποστολικῶς εἰπεῖν, ἀνεπαισχύντους, ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας, τίς ἂν ῥᾳδίως ἀριθμήσειεν; 3.21 Ἵνα γὰρ τοὺς ἄλλους ἐπὶ τοῦ παρόντος παραλίπω, εὐφημίας μὲν ὄντας ἀξίους, μῆκος δὲ ἐμποιοῦντας τῷ διηγήματι, ἑνὸς τούτων καὶ μόνου μνησθήσομαι. Ἐγένετό τις τούτου φοιτητής, Σαβῖνον δὲ αὐτὸν προσηγόρευον, ὃς πόνοις μυρίοις τὸ σῶμα κατεδαπάνησεν. Οὔτε γὰρ ἄρτου, οὔτε ὄψου τινὸς μετελάμβανε. Τροφὴ δὲ ἦν αὐτῷ ἄλευρον ὕδατι δευόμενον. Μιγνύναι δὲ οὕτως εἰώθει πᾶσαν τοῦ μηνὸς τὴν τροφὴν ὡς εὐρωτιᾶν καὶ πολλὴν ἐκπέμπειν τὴν δυσωδίαν. Ἐβούλετο δὲ αὐτῷ τῆς τοιᾶσδε τροφῆς τὸ εἶδος ἀμβλύνειν τοῦ σώματος τὰς ὀρέξεις, καὶ τῇ δυσωδίᾳ τῆς τροφῆς μαραίνειν τὴν ἡδονήν. Οὕτω δὲ καθ' ἑαυτὸν διάγων, εἴ ποτέ τις τῶν γνωρίμων ἀφίκοιτο, τῶν παρατιθεμένων ἁπάντων ἁπλοϊκῶς μετελάμβανεν. 3.22 Τοσαύτην δὲ χάριν θεόθεν ἐδέξατο ὡς γυναῖκά τινα τῶν ἐπισήμων καὶ ἐπὶ γένει καὶ πλούτῳ σεμνυνομένων ἀπὸ τῆς Ἀντιοχέων αὐτόσε δραμεῖν καὶ ἱκετεῦσαι ἐπαμῦναι τῇ θυγατρὶ ὑπὸ δαίμονος πολεμουμένῃ. "Ὄναρ γάρ, φησιν, ἐθεασάμην τινὰ ἐνταῦθα δραμεῖν παρεγγυῶντα καὶ ταῖς εὐχαῖς τοῦ τῆς μονῆς ἡγεμονεύοντος τῇ θυγατρὶ πορίσαι τὴν σωτηρίαν." Ἔλεγε τοίνυν ὁ τὰς ἀποκρίσεις ποιούμενος ὡς οὐκ εἴη ἔθος τὸν προστατεύοντα γυναιξὶ διαλέγεσθαι. Ὡς δὲ ἐπέκειτο δακρύουσα ἡ γυνὴ καὶ ὀλοφυρομένη καὶ πικρῶς ποτνιωμένη, ἐξελήλυθε μὲν ὁ τῆς μονῆς ἡγούμενος. Ἔφασκε δὲ ἡ γυνὴ μὴ αὐτὸν εἶναι, ἕτερον δὲ αὐτῇ ὑπο δειχθῆναι ὑπέρυθρον, ἐξανθήματά τινα κατὰ τῶν παρειῶν ἔχοντα. Ὡς δὲ ἔγνωσαν τὸν ζητούμενον-τρίτος δὲ ἦν τῆς μονῆς, ἀλλ' οὐ πρῶτος-, πείσαντες αὐτὸν ἤγαγον πρὸς τὴν γυναῖκα καὶ παραυτίκα ἡ μὲν ἐπέγνω τὸ πρόσωπον· ὁ δὲ πονηρὸς δαίμων βοήσας τὴν κόρην κατέλιπεν. 3.23 Τοιαῦτα τῶν τοῦ μεγάλου Μαρκιανοῦ φοιτητῶν οἱ φοιτηταὶ κατορθώκασιν· τοιαῦτα φυτὰ πανταχοῦ κατε φύτευσεν ὁ ἄριστος φυτουργός. Ἐγὼ δὲ πάλιν τούτῳ τέλος τῷ διηγήματι δεδωκὼς ἀντιβολῶ καὶ δέομαι διὰ τῆς τούτων ἁπάντων πρεσβείας τῆς θείας ἐπικουρίας τυχεῖν. 4.t ΕΥΣΕΒΙΟΣ 4.1 Ὁποίους μὲν ἡ ἄκαρπος ἔρημος καρποὺς τῷ θεῷ προσενήνοχεν, ὡρίμους καὶ πεπείρους καὶ πολυτίμους καὶ τῷ φυτουργῷ προσφιλεῖς καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώπων ἐρασμίους καὶ τριποθήτους, ἐν τοῖς ἤδη συγγρα φεῖσιν ὑπεδείξαμεν διηγήμασιν. Ὡς ἂν δὲ μή τις ὑπολάβῃ τόπῳ περιγεγράφθαι τὴν ἀρετὴν καὶ μόνην εἶναι τὴν ἔρημον εἰς τοιαύτης προσόδου φορὰν ἐπιτηδείαν, φέρε λοιπὸν εἰς τὴν οἰκουμένην μεταβῶμεν τῷ λόγῳ καὶ δείξωμεν τῇ τῆς φιλοσοφίας κτήσει ἥκιστα ταύτην ἐμποδὼν γιγνομένην. 4.2 Ὄρος ἐστὶν ὑψηλὸν, πρὸς ἕω μὲν τῆς Ἀντιόχου, Βεροίας δὲ πρὸς ἑσπέραν διακείμενον, τῶν παρακειμένων ὀρῶν ὑπερκείμενον, κατὰ τὴν ἀκροτάτην κορυφὴν κωνοειδὲς μιμούμενον σχῆμα, ἀπὸ τοῦ ὕψους τὴν προσηγορίαν δεξά μενον· Κορυφὴν