γὰρ μὴ οἵους τε ὁρᾷν τὸ πρόσωπον, τῷ μὴ ἔχειν καρδίαν καθαρὰν, τίθεται κατανοεῖν τὰ ὀπίσθια αὐτοῦ, τὰ μετ' αὐτὸν ὄντα δημιουργήματα· ἵνα τὴν κτίσιν θεωροῦντες ἔννοιαν αὐτοῦ λάβωσι, καὶ προσβαλόντες τῷ Θεῷ αὐτῶν, τὸ τοῦ Θεοῦ πρόσωπον ἴδωσι. Περί λοιπα δὲ τοῦ Θεοῦ τὰ ἀνωτέρω τῶν κτισμάτων τῶν αἰσθητῶν. Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου. Ὅμοιον τῷ· Ἐλθέτω ἡ βασιλεία σου. Τὴν δευτέραν δὲ σα 27.132 φῶς παρουσίαν εὔχεται διὰ τοῦτο γενέσθαι· Ἄσο μεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Τότε γὰρ πᾶσα δικαίων ψυχὴ, ἐν ταῖς ἄνω γενομένη μοναῖς, τὰς πνευματικὰς ἀναπέμπει λατρείας.] Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΚΑʹ. Ὑπόθεσις. Ἄδεται ὁ προκείμενος ψαλμὸς ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Τουτέστιν ὅτι νυκτὸς καὶ ἀχλύος δια βολικῆς ἠλευθέρωσεν ἡμᾶς, ἐπιλάμψας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἀνατολὴ ἐξ ὕψους κατὰ τὸ γε γραμμένον. Ἢ καὶ ἀντίληψιν ἑωθινὴν τὸν τῆς ἀνα στάσεως τοῦ Σωτῆρος ὀνομάζει καιρόν. Ἐγήγερται γὰρ ὄρθρου βαθέος, ὁδοποιήσας τῇ ἀνθρώπων φύ σει τὴν εἰς ἀφθαρσίαν ὁδόν. Ἄδει δὲ τὸν ψαλμὸν ὁ Χριστὸς ἐκ προσώπου τῆς ἀνθρωπότητος. Σαφῶς δὲ καὶ τὰ συμβαίνοντα αὐτῷ παρὰ τῶν Ἰουδαίων ἐν τῷ καιρῷ τοῦ σταυροῦ ἐξηγεῖται ἡμῖν Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέ λιπές με; Αἰτεῖ τὴν ἐποπτείαν τὴν παρὰ τοῦ Πα τρὸς, τὰ ἡμῶν εἰς ἑαυτὸν μετατιθεὶς ἵνα [αμβρ., ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι πρότερον, νῦν δὲ προσειλημμένοι καὶ σεσωσμένοι. Ταῦτα λέγει ἵνα, καὶ τὰ ἑξῆς] παύσῃ τὴν ἀρὰν, καὶ ἐφ' ἡμᾶς μεταγάγῃ τὸ πρόσωπον τοῦ Πατρός. Ἡμεῖς γάρ ἐσμεν οἱ γεγονότες ἀποστροφὴ καὶ ἐγκατάλειψις διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. Μακρὰν ἀπὸ τῆς σωτηρίας οἱ λόγοι τῶν παραπτωμάτων μου. Σκόπει μοι πάλιν τὸ τῆς ἀνθρωπότητος πρόσωπον ἐν Χριστῷ παρακαλοῦν ἀπαλ λάττεσθαι τῶν πταισμάτων ἤτοι τῶν παραπτωμάτων καὶ τῶν ἐπ' αὐτοῖς λόγων. ∆ῆλον δὲ, ὅτι τῆς ἑκάστῳ πρεπούσης δικαιοσύνης. [Ὁ Θεὸς, ὁ Θεός μου. Ταῦτα λέγει ὁ Σωτὴρ ἐκ προσώπου τῆς ἀνθρωπότητος ἀντὶ τοῦ· Θεέ μου, Θεέ μου.] Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσα κούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Καθ' ὑποστιγμὴν ἀναγνωστέον. Σημαίνει δὲ ἡμῖν, ὅτι οὐκ ἀνόνητος τῆς προσευχῆς ὁ καρπός. Φησὶ γάρ· Οὐκ εἰς ἄνοιαν ἐμοί. Τουτέστιν, οἶδα σαφῶς, ὡς κεκράξομαι μὲν ἐγὼ, εἰσακούσει δὲ αὐτός. Ὅτι γε καὶ, κατοικῶν ἐν ἁγίοις τοῖς εἰς σὲ τὸν νοῦν ἔχουσιν, ἔπαινος καὶ δόξα αὐτῶν γίγνῃ. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Ὁ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραήλ· ἢ ὁ αὐτὸς ἔπαινος ὤν. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. Πατέρας ἑαυτοῦ κατὰ σάρκα τοὺς πατριάρχας καὶ τοὺς προφήτας φησί. ∆είκνυσι δὲ καὶ τῆς ἐλπίδος τὸ κέρδος. [Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν. Ἀλλὰ καὶ οἱ κατὰ σάρκα πρὸ ἐμοῦ, τουτέστιν οἱ προφῆται, ἐπὶ σοὶ προσεδόκων, τὴν ἐμὴν ἐπίλαμψιν ἀναμένοντες, καὶ τῆς ἐλπίδος οὐ διεψεύσθησαν· ὡσαύτως καὶ οἱ πατριάρχαι.] Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Τα 27.133 πεινόφρονας εἶναι διδάσκει, καὶ μάλιστα προσιόντας Θεῷ. Ὄνειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαοῦ. Ταῦτα σαφῶς ὁ εὐαγγελιστὴς πεπρᾶχθαι εἰς αὐτὸν κατὰ τὸν καιρὸν τοῦ σταυροῦ φησιν· καθ' ὃν ἐπέσειον αὐτῷ οἱ παραπορευόμενοι τὰς κεφαλὰς, καὶ ἐβλασφή μουν εἰς αὐτὸν λέγοντες· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶ σον σεαυτόν. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός. Τοῦτό φησιν, ἐπειδὴ κατ' εὐδοκίαν τοῦ Πατρὸς ἐνηνθρώ πησεν. Ὅτε γὰρ, φησὶν, ἦλθε τὸ πλήρωμα τοῦ χρό νου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γεννώ μενον ἐκ γυναικός. Ἐπιγράφεται γὰρ καὶ ἐλπίδα τὸν ἑαυτοῦ Πατέρα, καὶ τοῦτο λέγων ὡς ἄνθρωπος· ἐπειδὴ γὰρ τὸν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ἐξέσπασεν ὁ Θεὸς, τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπωμένων, ἀλλ' ἐξερχομένων. Ἐξῆλθε γὰρ, φησὶν, Ἡσαῦ, ᾧ ἡ δορὰ δασύς. Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας ἀπὸ γαστρὸς, κ.τ.λ. Εὔχεται πάλιν ὡς ἐκ προσώπου τῆς ἀνθρωπότητος. Καὶ
24