Ἑλλήνων ἀντιπαραθεὶς ὡς προὔχοντα, πῶς ἡμᾶς σιωπᾶν ἀξιοῖ, μεμνῆσθαι δὲ ὅλως τῶν παρ' αὐτοῖς μηδενός, ὅτε τοῖς ἰδίοις δόγμασι συναγορεύειν ἐθέλοντες τοὺς ἐπ' αὐτῷ δὴ τούτῳ ποιούμεθα λόγους; 2.8 Εἰ μὲν οὖν ἀφέντες τὸ χρῆναι τοῖς σοῖς ἀντιφέρεσθαι λόγοις ἐπί γε τὸ δεῖν τῶν ἑλληνικῶν διαμεμνῆσθαι μόνων παρατετράμμεθα, φαίην ἂν ὅτι καλῶς καὶ οὐκ ἔξω τοῦ εἰκότος ὁ ἐπ' αὐτῷ δὴ τούτῳ πεποίηται λόγος αὐτῷ· ἀπολογουμένοις δὲ καὶ ὑπαντᾶν ἐθέλουσι πρὸς πᾶν ὁτιοῦν τῶν παρ' αὐτοῦ λεγομένων πῶς ἂν ἔτι δικαίως ἐπιτιμήσειεν, εἰ τοῖς ἑαυτῶν συνειπεῖν ᾑρημένοι καὶ τῆς Ἑλλήνων δυσσεβείας τὸ αἶσχος ἀπογυμνοῦν σπουδάζομεν; Ὥσπερ γὰρ τῶν χρωμάτων ἐν τοῖς ἑτεροειδέσι τὴν ὄψιν ἐκφανεστέραν ἔστιν ἰδεῖν (Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, φησί), κατὰ τὸν αὐτόν, οἶμαι, τουτονὶ τρόπον καὶ τὰ ἐμπεφυκότα κάλλη ταῖς ἀρεταῖς ταῖς τῶν ἀμαθεστέρων διανοίαις γένοιτ' ἂν οὐχ ἑτέρως ἐμφανῆ πλὴν ὅτι διὰ μόνης τῆς τῶν ἐναντίων αἰσχρότητος. Ἀναπείθει γὰρ τοῖς ἀμείνοσι τὴν τοῦ χρῆναι νικᾶν ἀπονέμειν ψῆφον τὸ τῆς φαυλότητος ἀκαλλές· διὰ τοῦτο καὶ μάλα εἰκότως δέδιε μὲν τὰ οἰκεῖα καὶ εἰς μέσον ἥκειν οὐκ ἐᾷ τὰ ἐφ' οἷς αἰσχύνεται, σιωπᾶν δὲ κελεύει καὶ τοῦτο εὐθυνομένους, αἰτιᾶται δὲ καὶ καθ' ἑτέρους τρόπους ἡμᾶς οὕτω λέγων· 2.9 {ΙΟΥΛΙΑΝΟΣ} Μικρὸν δὲ ἀναλαβεῖν ἄξιον ὅθεν ἡμῖν ἥκει καὶ ὅπως ἔννοια Θεοῦ τὸ πρῶτον, εἶτα παραθεῖναι τὰ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα, καὶ μετὰ τοῦτο ἐπανερέσθαι τοὺς οὔτε Ἕλληνας οὔτε Ἰουδαίους, ἀλλὰ τῆς Γαλιλαίας ὄντας αἱρέσεως, ἀνθ' ὅτου πρὸ τῶν ἡμετέρων εἵλοντο τὰ παρ' ἐκείνοις, καὶ ἐπὶ τούτῳ τί δή ποτε μηδὲ ἐκείνοις ἐμμένουσιν, ἀλλὰ κἀκείνων ἀποστάντες ἰδίαν ὁδὸν ἐτράποντο, ὁμολογήσαντες μὲν οὐδὲν τῶν καλῶν οὐδὲ τῶν σπουδαίων, οὔτε τῶν παρ' ἡμῖν τοῖς Ἕλλησιν οὔτε τῶν παρὰ τοῖς ἀπὸ Μωσέως Ἑβραίοις, ἀπ' ἀμφοῖν δὲ τὰς παραπεπηγυίας τοῖς ἔθνεσιν ὥσπερ τινὰς κῆρας δρεπόμενοι, τὴν ἀθεότητα μὲν ἐκ τῆς ἰουδαϊκῆς ῥᾳδιουργίας, φαῦλον δὲ καὶ ἐπισεσυρμένον βίον ἐκ τῆς παρ' ἡμῖν ῥᾳθυμίας καὶ χυδαιότητος, τοῦτο τὴν ἀρίστην θεοσέβειαν ὀνομάζεσθαι ἠθέλησαν. {ΚΥΡΙΛΛΟΣ} Ὁ δὴ χρῆναι λέγων τοὺς ἐντυγχάνοντας αἷς ἂν καθ' ἡμῶν ποιοῖτο συκοφαντίαις, εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερ ἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν μηδὲ τὸ λεγόμενον ἀντικατηγορεῖν, ἐπαγγέλλεται σαφῶς ἐν τούτοις παρατιθέναι τὰ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα. Ἆρ' οὖν ὁ τῆς ἀντιπαραθέσεως τρόπος ὅποι ποτὲ βλέπει; Καὶ τίς ἂν εἴη σκοπὸς αὐτῷ τοῖς Ἑλλήνων δόγμασιν ἀντιπαρεξάγοντι τὰ Ἑβραίων ἤγουν τὰ Χριστιανῶν; 2.10 Οὐ γάρ που φαίη τις ἂν ὅτι τὴν κατάρρησιν ἀποστήσας καὶ τοῦ χρῆναι συκοφαντεῖν ἑαυτὸν ἀπενεγκὼν ὀρθοῖς κεχρή σεται δικασταῖς τοῖς ἐντευξομένοις, ὡς καὶ ἐθελῆσαι παρ' αὐτῶν τί τὸ ἄμεινον ἢ τί τὸ χεῖρον ἀναμαθεῖν· οἴεται δέ που, κατὰ τὸ εἰκός, οὐχ ἑτέρως τῆς ἐνούσης αὐτῷ δόξης περὶ Θεοῦ ἐπαινέτας ἔσεσθαί τινας εἰ μὴ κακύνοιτο τὰ Χριστιανῶν ἀντιπαραθέσει τῶν ἑλληνικῶν τὴν αἰσχίω ψῆφον ἐφ' ἑαυτοῖς δεχόμενα. Ἀλλ' οὐκ ἂν γένοιτο τοῦτό ποτε παρά γε τοῖς εἰδόσι καὶ τοῦ ψεύδους τὸ ἀδρανὲς καὶ τῆς ἀληθείας τὴν δύναμιν. Πλὴν ἐκεῖνο ἄθρει· νομοθετῶν γὰρ ὥσπερ ἡμῖν τὸ χρῆναι σιγᾶν καὶ τῶν αὐτοῦ διαμεμνῆσθαι μηδενὸς ὅτε τοὺς ὑπέρ γε τῆς ἑαυτῶν θρησκείας ποιούμεθα λόγους, οἷς ἀπέφησεν αὐτὸς ἁλοὺς εὑρίσκεται. Ἐπειδὴ δὲ προσάγει καὶ πεῦσιν, τί δή ποτε τὰ Ἑλλήνων ἀφέντες τοῖς Ἑβραίοις προσκεκλίμεθα, φέρε καὶ ἡμεῖς αὐτῷ τὰ ἴσα λέγωμεν· ἀνθ' ὅτου γὰρ δὴ τὰ Χριστιανῶν ἀφεὶς καὶ τῆς ἀληθείας ἀποδραμὼν τὸ ψεῦδος ἀγαπᾷς, καὶ τὴν οὕτω μυσαρωτάτην ἐθελοθρησκείαν τὴν τῶν εἰδωλολατρούντων φημί τῆς ἀκριβοῦς περὶ Θεοῦ δόξης ἀνοητότατα προτιθείς,