συνδιεσκέπτετο, τὸν καιρὸν δ' ὁρῶν ἔτι τριβόμενον διεπρίετο· ἐβούλετο γὰρ τοῦ ἐξ ἐκείνου δέους ἀπαλλαγῆναι καὶ οὕτω τῆς βασιλέως ἀβελτηρίας κατατρυφᾶν ἀδεῶς. Ἀπορήσας δὲ πάντοθεν βουλὴν βουλεύεται οὐ συνετὴν μᾶλλον ἢ βαθεῖαν καὶ πονηράν· ὑπεισέρχεται αὖθις τὴν βασιλέως ἁπλότητα καὶ πείθει τοῦτον τὸν θεῖον ἀποσκευάσασθαι καίσαρα καὶ τὸν τρόπον αὐτῷ ὑποτίθησι πεῖσαι τοῦτον στρατεῦσαι κατὰ τοῦ Οὐρσελίου. Τί τὸ ἐντεῦθεν; Πείθεται τοῖς τούτου λόγοις ὁ βασιλεύς, μετακαλεῖται τὸν θεῖον, τὸ ἀπόρρητον καταγγέλλει βραχείᾳ καὶ διακεκομμένῃ φωνῇ· οὕτω γὰρ ὁμιλεῖν εἰώθει βραδύγλωσσος ὤν. Ὁ δὲ τὸν τρόπον μὴ ἀγνοήσας, εἰδὼς δὲ μᾶλλον τοῦ τε ὑποθεμένου τὸ δύστροπον καὶ τοῦ πεισθέντος τὸ εὔκολον, πρῶτα μὲν υἱὸν ἐκπέμπειν Ἀνδρόνικον κατὰ τοῦ ἀποστάτου συνεβούλευεν· ὡς δ' ἐνιστάμενον εἶδε τὸν βασιλέα καὶ τοῦτο τέλος εἰπόν τα ὡς "ἤτοι ἐμὲ χρὴ κατ' ἐκείνου στρατεύειν ἢ σέ", ἐπείθετό τε καὶ τὰ πρὸς τὴν ἐκστρατείαν αὐτοῦ ηὐτρεπίζετο. Ἐπεὶ δ' ἀποχρώντως εἶχε τούτῳ τὰ τῆς παρασκευῆς, διεπεραιοῦτο πρὸς τὴν Ἀσίαν καὶ τὰς δυνάμεις συνάγων ἐξώρμα πρὸς πολέμιον. ∆ιαβὰς δὲ τὰ Βιθυνῶν ὄρη, ἐπειδὴ ἐμάνθανε τοῦτον περὶ τὰς πηγὰς τοῦ Σαγγαρίου στρατοπεδεύειν, τὸ ∆ορύλαιον διελθὼν ἠπείγετο πρὸς τὰ πρόσω· μαθὼν δὲ καὶ ὁ βάρβαρος τὴν τούτου ἔφοδον, ἐκίνει καὶ αὐτὸς τὰς δυνάμεις αὐτοῦ. Ὑπαντιάζουσιν οὖν ἄμφω περὶ τὴν Ζόμπου καλουμένην γέφυραν καὶ στρατοπεδευσάμενοι τὰ πρὸς τὸν πόλεμον ἐξηρτύοντο. Ἅμα δὲ τῇ ἕῳ τὰς δυνάμεις ἐξῆγον καὶ παρετάττοντο τόνδε τὸν τρόπον· ὁ μὲν καῖσαρ τὸ μέσον εἶχε τῆς Ῥωμαϊκῆς τάξεως ἔχων μεθ' ἑαυτοῦ τοὺς ἀσπιδηφόρους καὶ πελεκηφόρους βαρβάρους, οἷς ἡ τῶν βασιλείων ἄνωθεν πεπίστευτο φυλακή· τὸ δεξιὸν δὲ κέρας οἱ μισθοφόροι κατεῖχον Κελτοί, ὧν προΐστατό τις Κελτὸς ᾧ ὄνομα Πάπας· τοῦ εὐωνύμου δὲ κέρατος ὁ δομέστικος τῶν Σχολῶν κατῆρχεν Ἀνδρόνικος· οὐραγεῖν δ' ὁ Βοτανειάτης τέτακτο Νικηφόρος, ὁ βασιλεὺς Ῥωμαίων ἐς ὕστερον, ἔχων μεθ' ἑαυτοῦ τὴν τῶν Φρυγῶν καὶ τῶν Λυκαόνων φάλαγγα, ἔτι δὲ καὶ τὴν τῶν Ἀσιανῶν. Ὁ δὲ Οὐρσέλιος κατιδὼν οὕτω ταξαμένην τὴν Ῥωμαϊκὴν φάλαγγα, διχῆ καὶ αὐτὸς τὰς δυνάμεις διεῖλε καὶ τὸ μὲν τῆς φάλαγγος αὐτὸς ἀναλαβὼν εἵπετο βάδην, τὸ δ' εὐθὺ ἀπιέναι τῆς πρὸς τοὺς Κελτοὺς μισθοφόρους παρήγγειλεν. Ἐπεὶ δ' οὐ πόρρω ἀλλήλων ἦσαν, ἤδη οἵ τε μισθοφόροι καὶ οἱ πολέμιοι ὁμιλεῖν πρὸς ἀλλήλους ἤρχοντο καὶ εὐθὺς προσκεχώρηκεν ἅπαν τὸ περὶ τὸν Πάπαν μισθοφόρον τοῖς πολεμίοις καὶ ξυνασπίσαντες ἄμφω ἐπειρῶντο κυκλοῦν τοὺς περὶ τὸν καίσαρα καὶ ὁ Οὐρσέλιος δὲ τὸ ἐπίλεκτον ἔχων τῆς φάλαγγος ..... ὑποστάντων τῶν βαρβάρων τὴν ἔφοδον, γέγονε μάχη καρτερὰ καὶ πίπτουσι συχνοὶ ἑκατέρωθεν· τῶν δὲ δοράτων ἀμφοτέρων θραυσθέντων, τὰ ξίφη γυμνώσαντες ἀγχεμάχως ἀλλήλους ἐτίτρωσκον. 2.15 Ἀλλ' ἐν ὅσῳ ταῦτα ἐπράττετο, ὁ τὴν οὐραγίαν πεπιστευμένος τοὺς μισθοφόρους θεώμενος τοῖς πολεμίοις προσχωρήσαντας καὶ σπεύδοντας τὴν φάλαγγα κυκλοῦν ἧς κατῆρχεν ὁ καῖσαρ, δέον βοηθεῖν, ὁ δὲ τὰς δυνάμεις ἀναλαβὼν ὑπεχώρει, καίτοι ἀνὴρ ὢν ἀνδρεῖος, ὡς ἐν πολλοῖς δέδειχεν. Οἱ βάρβαροι δὲ ἀδείας δραξάμενοι ἐκύκλουν ἀδεῶς τοὺς περὶ τὸν καίσαρα· τὸ δὲ περὶ αὐτὸν βάρβαρον μέχρι μέν τινος ἔμεινε βάλλον τε καὶ βαλλόμενον· ἐπεὶ δ' εἶδε τῶν πολεμίων τοὺς μὲν κατὰ στόμα ἀπαντῶντας, τοὺς δὲ κατὰ νώτου γενομένους, ἀπορίᾳ ἤδη συνείχετο· ἀλλ' ὁ καῖσαρ ἀτρέμας ἑστὼς ἐπερρώννυε τὰ φρονήματα τούτων. Ἕως μὲν οὖν ἰσχὺς αὐτοῖς, ὅλως ἔμενον· ἐπεὶ δὲ τὸ μὲν καταπεπόνητο καὶ οὐκέθ' οἷοί τε ἦσαν τοὺς βάλλοντας ἀμύνασθαι, αὐτῶν δὲ τὸ πλεῖστον διεφθάρη καὶ ὁ καῖσαρ μηδόλως πρὸς φυγὴν ἐξορμήσας ἑάλω, ἤδη δὲ καὶ οἱ περὶ τὸν Ἀνδρόνικον ὑπὸ τῶν πολεμίων πλεονεκτούμενοι ἐτράπησαν πρὸς τὸ φεύγειν. Ὁ δὲ καίτοι κατάστικτος τοῖς τραύμασιν ὤνἐβέβλητο γὰρ καιρίαις πληγαῖς, περιῄει ζητῶν τὸν πατέρα. Μαθὼν δὲ τοῦτον ἁλῶναι, ἐξὸν σῴζεσθαι ὡς ἔξω τῶν βελῶν καὶ τοῦ πολέμου γενόμενον ἤδη,