μεμίμηται τὴν εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ γέγονε «κατ' εἰκόνα τοῦ κτίσαντος,» ἀνατέλλον τος «τὸν ἥλιον» «ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ» βρέχοντος «ἐπὶ δικαίους καὶ ἀδίκους,» ὡς εἶναι ἐν αὐτοῖς «τὴν εἰκόνα τοῦ ἐπουρανίου,» καὶ αὐτοῦ ὄντος εἰκόνος θεοῦ. «εἰκὼν» οὖν εἰκόνος οἱ ἅγιοι τυγχάνον τες, τῆς εἰκόνος οὔσης υἱοῦ, ἀπομάττονται υἱότητα, οὐ μόνῳ «τῷ σώματι τῆς δόξης» τοῦ Χριστοῦ γινόμενοι σύμμορφοι ἀλλὰ καὶ ὄντι ἐν «τῷ σώματι.» γίνονται δὲ σύμμορφοι τῷ ἐν «σώματι τῆς δόξης,» μεταμορφούμενοι «τῇ ἀνακαινίσει τοῦ νοός.» εἰ δ' οἱ τοιοῦτοι δι' ὅλων φασὶ τό· «0πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς20,» δηλονότι «ὁ ποιῶν τὴν ἁμαρτίαν,» ὥς φησιν ἐν τῇ καθολικῇ ὁ Ἰωάννης, «ἐκ τοῦ διαβόλου ἐστὶν, ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.» καὶ ὥσ περ «σπέρμα» τοῦ θεοῦ, ἐν τῷ γεγεννημένῳ «ἐκ τοῦ θεοῦ» μένον, αἴτιον τοῦ μὴ δύνασθαι «ἁμαρτάνειν» γίνεται τῷ κατὰ τὸν μονογενῆ λόγον μεμορφωμένῳ· οὕτως ἐν παντὶ τῷ ποιοῦντι «τὴν ἁμαρτίαν» «σπέρμα» τοῦ διαβόλου ἔνεστιν, ὅσον ἐνυπάρχει τῇ ψυχῇ, μὴ ἐῶν δύνασθαι κατορθοῦν τὸν ἔχοντα αὐτό. ἀλλ' ἐπεὶ «εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου,» δυνατὸν τῇ εἰς τὴν ψυχὴν ἡμῶν ἐπιδημίᾳ τοῦ λόγου τοῦ θεοῦ, λυθέντων τῶν ἔργων «τοῦ διαβόλου,» ἐξαφανισθῆναι τὸ ἐντεθὲν ἡμῖν «σπέρμα» πονηρὸν, καὶ γενέσθαι ἡμᾶς «τέκνα τοῦ θεοῦ.» 22.5 μὴ λέξεις τοίνυν νομίσωμεν διδάσκεσθαι λέγειν ἡμᾶς ἔν τινι ἀποτεταγμένῳ τοῦ εὔχεσθαι καιρῷ· ἀλλ' εἰ συνίεμεν τῶν ἡμῖν προεξετασθέντων εἰς τὸ «ἀδιαλείπτως» προσεύχεσθαι, πᾶς ἡμῶν ὁ βίος «ἀδιαλείπτως» προσευχομένων λεγέτω τό· «0πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς20,» «τὸ πολίτευμα» ἔχων οὐδαμῶς ἐπὶ γῆς ἀλλὰ παντὶ τρόπῳ «0ἐν οὐρανοῖς20,» θρόνοις τυγχάνουσι τοῦ θεοῦ διὰ τὸ ἱδρῦσθαι τὴν τοῦ θεοῦ βασιλείαν ἐν πᾶσι τοῖς φοροῦσι «τὴν εἰκόνα τοῦ ἐπουρανίου» καὶ διὰ τοῦτο γενομένοις ἐπουρανίοις. 23.1 Ἐπὰν <δὲ> λέγηται ὁ 20πατὴρ20 τῶν ἁγίων εἶναι «ἐν 20τοῖς οὐρανοῖς20,» οὐ περιγεγράφθαι αὐτὸν σχήματι σωματικῷ ὑποληπτέον καὶ «0ἐν οὐρανοῖς20» κατοικεῖν, ἐπεί τοι περιεχόμενος ἐλάττων 20τῶν οὐρανῶν20 ὁ θεὸς εὑρεθήσεται, περιεχόντων αὐτὸν 20τῶν οὐρανῶν20· δέον τῇ ἀφάτῳ δυνάμει τῆς θεότητος αὐτοῦ πεπεῖσθαι περιέχεσθαι καὶ συνέχεσθαι τὰ πάντα ὑπ' αὐτοῦ. καὶ καθολικῶς τὰς ὅσον ἐπὶ τῷ ῥητῷ λέξεις, τὰς νομιζομένας τοῖς ἁπλουστέροις ἐν τόπῳ φάσκειν εἶναι τὸν θεὸν, μεταληπτέον πρεπόντως ταῖς μεγάλαις καὶ πνευματι καῖς ἐννοίαις περὶ θεοῦ, οἷαί εἰσιν ἐν τῷ κατὰ Ἰωάννην αὗται· «πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν 20πατέρα20, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς»· καὶ μετ' ὀλίγα· «εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ 20πατὴρ20 εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθε καὶ πρὸς θεὸν ὑπάγει,» καὶ μεθ' ἕτερα· «ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν 20πατέρα20»· καὶ πά λιν μεθ' ἕτερα· «νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· ποῦ ὑπάγεις;» εἰ γὰρ ταῦτα τοπικῶς ἐκδεκτέον, δῆλον ὅτι καὶ τὸ «ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ 20πατήρ20 μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» 23.2 οὐχὶ δέ γε ταῦτα τοπικῆς μεταβάσεως νοουμένης περὶ τὸν 20πατέρα20 καὶ τὸν υἱὸν πρὸς τὸν ἀγαπῶντα τὸν λόγον τοῦ Ἰησοῦ γίνεται, οὐδ' ἄρα τοπικῶς ταῦτα ἐκδεκτέον· ἀλλ' ὁ λόγος τοῦ θεοῦ, ἡμῖν συγκαταβαίνων καὶ ὡς πρὸς τὴν ἰδίαν ἀξίαν, ὅτε παρὰ ἀνθρώ ποις ἐστὶ, ταπεινούμενος, μεταβαίνειν λέγεται «ἐκ τοῦ κόσμου τού του πρὸς τὸν 20πατέρα20,» ὅπως καὶ ἡμεῖς ἐκεῖθι τέλειον αὐτὸν θε ασώμεθα, ἀπὸ τῆς παρ' ἡμῖν κενότητος, ἣν «ἐκένωσεν ἑαυτὸν,» ἐπὶ τὸ ἴδιον «πλήρωμα» παλινδρομοῦντα· ἔνθα καὶ ἡμεῖς, αὐτῷ ὁδηγῷ χρώμενοι, πληρωθέντες πάσης κενότητος ἀπαλλαγησόμεθα. ἀπιέτω τοίνυν «πρὸς τὸν πέμψαντα» αὐτὸν ἀφεὶς τὸν κόσμον ὁ τοῦ θεοῦ λόγος, καὶ «πρὸς τὸν