λόγια ἀναγινώσκοντες, οἱ δὲ βαπτίζοντες τοὺς κατηχηθέντας, ὡς εἰκὸς διὰ τὸ Πάσχα. ταῦτα αὐτὰ προσαναφέρουσιν οἱ γνωμοφθόροι καὶ φρεναπάται, οἱ περὶ Ἀντίοχον καὶ Σευηριανὸν καὶ Ἀκάκιον, τοῖς ἑαυτῶν προστάταις, ἀξιοῦντες ἐμποδισθῆναι τοὺς λαοὺς ἀπὸ τῆς ἐκεῖ συνάξεως. ἀντεῖπεν ὁ τότε μάγιστρος, φήσας· "Νύξ ἐστι καὶ ὄχλοι πολλοί· μή τι ἀτόπημα γένηται." ἀνθυποφέρουσιν οἱ περὶ Ἀκάκιον· "Οὐδεὶς ἔμεινεν ἐν ταῖς ἐκκλησίαις. καὶ δεδοί 57 καμεν μήποτε εἰσελθὼν ὁ βασιλεὺς ἐν τῇ ἐκκλησίᾳ καὶ μὴ εὑρὼν μηδένα, αἴσθηται τῆς τοῦ λαοῦ εὐνοίας τῆς πρὸς Ἰωάννην καὶ καταγνῷ ἡμῶν ὡς βασκάνων, ἐπειδὴ μάλιστα εἴπομεν αὐτῷ, ὅτι οὐδείς ἐστιν ὅλως ὁ ἡδέως αὐτῷ προσέχων, ὡς ἀνθρώπῳ ἀσπόνδῳ." οὕτως ὁ μάγιστρος διαμαρτυράμενος αὐτοῖς ἐπὶ τοῖς ἀποβησομένοις, δίδωσι Λούκιόν τινα, ὡς ἔλεγον, Ἕλληνα, ἀφη γούμενον τοῦ ἀριθμοῦ τῶν ὁπλοφόρων, ἐντειλάμενος ἐπιεικῶς ἀπελθόντα καλέσαι τὸν λαὸν ἐν τῇ ἐκκλησίᾳ. ἀπελθὼν δέ, καὶ μὴ ἀκουσθείς, ὑποστρέφει πρὸς τοὺς περὶ Ἀκάκιον, διηγησά μενος τὸν τόνον καὶ τὴν πυκνότητα τοῦ λαοῦ. μετὰ τοῦτο λιπαρῶς αὐτὸν παρακαλοῦσι χρυσέοις ῥήμασι δυσωποῦντες καὶ ὑποσχέσει μείζονος προκοπῆς, ἵνα ἐμποδίσῃ τῇ δόξῃ τῇ τοῦ Κυρίου, ἐντειλάμενοι αὐτῷ, ἢ λόγῳ πείσαντα ἀγαγεῖν ἐπὶ τὴν ἐκκλησίαν, ἢ ὀργῇ ταράξαντα παῦσαι τὴν ἑορτὴν τοῦ συναγα γεῖν. ὃς ἐξαυτῆς συμπαραλαβὼν κληρικοὺς τοῦ μέρους Ἀκακίου ἐξ ῆλθεν δευτέρᾳ φυλακῇ τῆς νυκτὸς ἐφ' ᾧ ἀπεστάλη (παρατείνουσι γὰρ τὸν λαὸν ἐν τοῖς μέρεσιν ἡμῶν ἕως ἀλέκτορος πρώτου), ἔχων Θρᾷκας ξιφήρεις, νεοστρατεύτους (κατὰ τὸν Ἠσαύ) τετρα κοσίους, ἀναιδεῖς περισσῶς, ἐπεπήδησεν αἰφνίδιον κατὰ τὴν νύκτα σὺν τοῖς ὑποδεικνύουσι κληρικοῖς καὶ τοῖς στρατιώταις ἰταμῶς, ὡς ἅτε λύκος, σιδήρῳ στίλβοντι διασχίσας τοὺς ὄχλους. χωρήσας δ' ἔνδον τῶν μακαρίων ὑδάτων ἐπὶ κωλύσει τῶν μυου μένων τὴν ἀνάστασιν τοῦ Σωτῆρος, καὶ τῷ μὲν διακόνῳ θρασέως ἐντιναχθείς, τὰ σύμβολα ἐκχέει· τοὺς δὲ πρεσβυτέρους, ἤδη που καὶ ἡλικιώτας, ῥοπάλοις κατὰ κρανίου παίσας, αἵματι κιρνᾷ τὴν κολυμβήθραν. τότε ἦν ἰδεῖν τὴν ἀγγελικὴν ἐκείνην νύκτα, ἐν ᾗ καὶ δαίμονες πίπτουσιν ἐπτηχότες, εἰς λαβύρινθον μετα βληθεῖσαν. γυμναὶ γὰρ γυναῖκες σὺν τοῖς ἀνδράσι δρασμῷ ἐχρῶντο, φόβῳ τοῦ σφαγῆναι ἢ ἀσχημονῆσαι, τὸν ἄσχημον ἀσπαζόμεναι δρόμον· ἕτερος τὴν χεῖρα πληγείς, ὀδυρόμενος 58 ἀπῄει· ἄλλος παρθένον ἔσυρεν περισχίσας· πάντες δὲ λαφυρα γωγήσαντες τὰ κειμήλια ἐσφετερίζοντο. οὕτως οἱ μὲν συλλη φθέντες τῶν πρεσβυτέρων καὶ διακόνων εἰς τὴν εἱρκτὴν ἐνε βάλλοντο· οἱ δὲ ἀξιωματικοὶ τοῦ λαοῦ τῆς μεγαλοπόλεως ἐξεβάλλοντο. διατάγματα δὲ ἀλλεπάλληλα κατὰ τόπον προε τίθεντο διαφόρους ἀπειλὰς περιέχοντα ἐπὶ ἀρνήσει τῆς κοινωνίας Ἰωάννου. πλὴν ὅμως καὶ ταῦτ' ἐγίνετο, καὶ πλείονα ἔξωθεν οἱ λεγόμενοι ἐπίσκοποι προσεφιλοτιμοῦντο· καὶ ἡ σύναξις τῶν φιλοδιδασκάλων, μᾶλλον δὲ φιλοθέων, οὐ κατηργεῖτο, ἀλλὰ κατὰ τὸ εἰρημένον ἐν τῇ Ἐξόδῳ, "Ὅσον ἀπέκτεννον αὐτούς, τοσούτῳ πλείους ἐγίνοντο." τῇ ἐπαύριον γοῦν ἐξελθὼν ὁ βασι λεὺς τοῦ γυμνασθῆναι ἐν τῷ παρακειμένῳ πεδίῳ εἶδεν τὴν ἄσπορον γῆν τὴν περὶ τὸ Πέμπτον λευχειμονοῦσαν, καὶ ἐκ πλαγεὶς ἐπὶ τῇ θέᾳ τοῦ ἄνθους τῶν νεοφωτίστων (ἦσαν γὰρ ἀμφὶ τοὺς τρισχιλίους), ἤρετο παρὰ τῶν δορυφόρων· "Τίς ἡ λογὰς τῶν ἐκεῖ συνηθροισμένων;" διαψευσάμενοι λέγουσι· "Τῶν ἑτεροδόξων," ἵνα παραγάγωσι τὸν θυμὸν τοῦ βασιλέως. γνόντες δ' ἐξαυτῆς οἱ τοῦ πράγματος μεσῖται καὶ προστάται τοῦ φθόνου πέμπουσιν εἰς τοὐπίσω τοὺς ἀφειδεστέρους τῶν ἑπομένων ἐπὶ σκορπισμῷ μὲν τῶν ἀκροατῶν, συλλήψει δὲ τῶν διδασκάλων. οἱ δ' ἐλθόντες κατέχουσι πάλιν ὀλίγους μὲν τῶν κληρικῶν, πλείους δὲ τῶν λαϊκῶν. Καὶ ὁ Θεόδωρος ἔφη· {Ο ∆ΙΑΚ.} Ὦ μακαριώτατε πάτερ, καὶ τοσούτων ὄντων αὐτῶν, ὡς τρισχιλίους μόνον εἶναι τοὺς νεοφωτίστους, πῶς αὐτῶν οἱ βραχεῖς ἐκυρίευσαν στρατιῶται τὸν σύλλογον δια λύσαντες; 59 {Ο ΕΠΙΣΚ.} Τοῦτο οὐκ ὀλιγότητος δεῖγμα, οὐδὲ τεκμήριον ἀζηλίας, ἀλλὰ πλεονέκτημα εὐλαβείας καὶ