1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

24

γὰρ αὐτὸ οἱ περίοικοι προσαγορεύειν εἰώθασιν. Τούτου πάλαι κατ' αὐτὴν τὴν ἀκρωνυχίαν τέμενος ἦν δαιμόνων ὑπὸ τῶν γειτονευόντων λίαν τιμώμενον. Πρὸς μεσημβρίαν δὲ πεδίον κολποειδὲς ὑπεστόρεσται, ἀγκῶσιν ἑκατέρωθεν οὐ λίαν ὑψηλοῖς περιειργόμενον. ∆ιήκουσι δὲ οὗτοι μέχρι τῆς διϊππευομένης ὁδοῦ, τὰς ἑκατέρωθεν ἀπὸ μεσημβρίας ἐπὶ τὴν ἄρκτον ἀνατεμνομένας ὑποδεχόμενοι τρίβους. Ἐν τούτῳ χωρία καὶ σμικρὰ καὶ μεγάλα κατῴ κισται τοῖς ἑκατέρωθεν ὄρεσι συνημμένα. Παρ' αὐτὰ δὲ τοῦ ὑψηλοῦ ὄρους τὰ κράσπεδα, κώμη τίς ἐστι μεγίστη καὶ πολυάνθρωπος, τῇ δὲ ἐγχωρίῳ φωνῇ Τελεδὰν αὐτὴν ὀνομάζουσιν. Ἄνω δὲ τῆς ὑπωρείας νάπη τίς ἐστιν οὐ λίαν προσάντης, ἀλλὰ μετρίως ἐπικλινὴς πρὸς τὸ πεδίον ἐκεῖνο καὶ νότον ἄνεμον ἀποβλέπουσα. Ἐν ταύτῃ φιλοσοφίας φροντιστήριον Ἀμμιανός τις ἐδείματο, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις ἀρετῆς εἴδεσι λάμπων, φρονήματι δὲ ὅτι μάλιστα μετρίῳ τοὺς ἄλλους ἐπλεονέκτει. Τεκμήριον δέ· ἀποχρῶν γὰρ εἰς διδασκαλίαν οὐ τοῖς οἰκείοις μόνον θιασώταις, ἀλλὰ καὶ δὶς τοσούτοις, πολλάκις πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμε, συνεργὸν λαβεῖν ἱκετεύων καὶ τῆς ὑπ' αὐτοῦ παγείσης παλαίστρας παιδοτρίβην τε καὶ διδάσκαλον. 4.3 Ἀφειστήκει δὲ σταδίους πέντε καὶ εἴκοσιν ἐν οἰκήματί τινι σμικρῷ λίαν οὐδὲ φωταγωγοὺς ἔχοντι καθειργμένος. Ἐποδήγησε δὲ αὐτὸν πρὸς ταύτην τὴν ἀρετὴν Μαριανὸς ὁ τούτου μὲν θεῖος, τοῦ δὲ θεοῦ πιστὸς θεράπων. Ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν ἐπεὶ καὶ Μωϋσῆν τὸν μέγαν τῇ ἐπωνυμίᾳ ταύτῃ τετίμηκεν ὁ δεσπότης. Οὗτος ὁ Μαριανὸς, τοῦ θείου γευσάμενος ἔρωτος, οὐκ ἠθέλησε μόνος τοῖς ἀγαθοῖς ἐντρυφᾶν, ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους συνεραστὰς ἐποιή σατο, ἐθήρευσε δὲ καὶ τὸν μέγαν Εὐσέβιον καὶ τὸν τούτου ἀδελφὸν καὶ κατὰ τὸν βίον ὄντα γε ἀδελφόν. Οὐκ εὔλογον γὰρ ᾠήθη τοὺς μὲν οὐδὲν αὐτῷ διαφέροντας ἀγρεῦσαι πρὸς ἀρετήν, τοὺς δὲ ἀδελφιδοῦς ἀναγρεύτους καταλιπεῖν. Τούτους ἀμφοτέρους ἐν οἰκίσκῳ καθείρξας βραχεῖ τὴν εὐαγγελικὴν πολιτείαν ἐπαίδευεν. Ἀλλὰ τῷ μὲν ἀδελφῷ νόσος προσ γενομένη τὸν δρόμον ἐκεῖνον διέκοψεν. Ἠκολούθησε δὲ τῇ νόσῳ καὶ θάνατος· ὀλίγας γὰρ μετὰ τὴν ἐκεῖθεν ἔξοδον διαβιώσας ἡμέρας, τοῦ βίου τὸ τέλος ἐδέξατο. 4.4 ∆ιέμεινε δὲ ὁ μέγας Εὐσέβιος παρὰ πάντα τοῦ θείου τὸν βίον οὔτε πρός τινα διαλεγόμενος οὔτε τὸ φῶς θεώμενος, ἀλλὰ διηνεκῶς καθειργμένος. Καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τοῦτον ἠσπάζετο τὸν βίον ἕως ὁ θαυμάσιος ἐκεῖνος Ἀμμιανὸς πολλαῖς αὐτὸν καταθέλξας ἱκεσίαις ἀνέπεισεν· "Εἰπὲ γάρ μοι, πρὸς αὐτὸν ἔφη, ὦ ἄριστε, τίνι νομίζων ἀρέσκειν τὸν ἐπίπονον τοῦτον καὶ αὐχμηρὸν μετελήλυθας βίον;" Τοῦ δὲ τὸν θεόν, ὡς εἰκὸς ἦν, δήπουθεν εἰρηκότος, τὸν τῆς ἀρετῆς νομοθέτην τε καὶ διδάσκαλον· "Οὐκοῦν ἐπειδὴ τούτου ἐρᾷς, ὁ Ἀμμιανὸς ἔφη, ἐγώ σοι τρόπον ἐπιδείξω δι' οὗ καὶ τὸν ἔρωτα πλέον ἐξάψεις καὶ τὸν ἐρώμενον θεραπεύσεις. Τὸ μὲν γὰρ πᾶσαν εἰς ἑαυτόν τινα περιστῆσαι τὴν ἐπιμέλειαν, οὐκ ἄν, ὡς οἶμαι, φιλαυτίας διαφύγοι γραφήν. Ὁ γὰρ θεῖος νόμος ἀγαπᾶν τὸν πέλας ὡς ἑαυτὸν διαγορεύει. Τὸ δὲ πολλοὺς εἰς κοινωνίαν τοῦ πλούτου λαβεῖν τοῦ τῆς ἀγάπης ἐστὶ κατορθώματος ἴδιον. Ταύτην δὲ ὁ θεσπέσιος Παῦλος "3νόμου πλήρωμα"3 προσηγόρευσε. Βοᾷ δὲ καὶ πάλιν· Ὅλος ὁ νόμος καὶ οἱ προφῆται ἐν τούτῳ τῷ λόγῳ ἀνακεφα λαιοῦνται, ἐν τῷ· "3Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν"3. Καὶ ὁ κύριος δὲ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τῷ Πέτρῳ πλέον τῶν ἄλλων φιλεῖν αὐτὸν ὡμολογηκότι ποιμαίνειν αὐτοῦ τὰ πρόβατα παρηγγύησε. Τοῖς δὲ τοῦτο μὴ πεποιηκόσιν ἐγκαλῶν διὰ τοῦ προφήτου βοᾷ· "3Ὦ οἱ ποιμένες, μὴ ἑαυτοὺς οἱ ποιμένες βόσκουσιν; οὐχὶ τὰ πρόβατα νέμουσι;"3 Τούτου χάριν καὶ τὸν μέγαν Ἠλίαν τοῦτον μετιόντα τὸν βίον ἐν μέσῳ στρέφεσθαι τῶν ἀσεβῶν ἐκέλευσεν. Καὶ τὸν δεύτερον Ἠλίαν,