εἶτα οἴει βεβουλεῦσθαι καλῶς καὶ οὐχὶ δὴ μᾶλλον τὴν ἁπασῶν ἐσχάτην ὑπομεῖναι κακοδοξίαν; Εἰ δὲ δὴ βούλοιτο νοεῖν τὴν ἀληθεστάτην αἰτίαν ἐφ' ᾗ τὰ Ἑλλήνων ἀφέντες τὰ παρὰ τοῖς Ἑβραίοις τετιμήκαμεν, τὰ αὐτοῦ λαβόντες φαμέν. Ἔφη γὰρ οὕτως· 2.11 {ΙΟΥΛΙΑΝΟΣ} Οὐκοῦν Ἕλληνες μὲν τοὺς μύθους ἔπλασαν ὑπὲρ τῶν θεῶν ἀπίστους καὶ τερατώδεις (καταπιεῖν γὰρ ἔφασαν τὸν Κρόνον τοὺς παῖδας, εἶτ' αὖθις ἐμέσαι) καὶ γάμους ἤδη παρανόμους· μητρὶ γὰρ ὁ Ζεὺς ἐμίχθη, καὶ παιδοποιησάμενος ἐξ αὐτῆς, ἔγημε μὲν αὐτὸς τὴν αὑτοῦ θυγατέρα μᾶλλον δὲ οὐδὲ ἔγημεν αὐτὸς τὴν αὑτοῦ θυγατέρα, ἀλλὰ μιχθεὶς ἁπλῶς ἄλλῳ παρέδωκεν αὐτήν· εἶτα οἱ ∆ιονύσου σπαραγμοὶ καὶ μελῶν κολλήσεις. Τοιαῦτα οἱ μῦθοι τῶν Ἑλλήνων φασί. {ΚΥΡΙΛΛΟΣ} Ἔχεις ἀποχρῶσαν ἐντεῦθεν τὴν ἀπολογίαν. Ἀλύεις δὴ οὖν ἀνθ' ὅτου καὶ ἡμᾶς εὐθύνειν ἀξιοῖς, ὅτι τὴν οὕτως αἰσχρὰν καὶ ἀπίθανον τῶν Ἑλλήνων εἰκαιομυθίαν μονονουχὶ καὶ διαλακτίσαντες τὴν ἀμείνω ψῆφον τοῖς ἀληθέσι δεδώκαμεν; Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος, καὶ προσέτι τῶν ἁγίων προφητῶν ὁ χορός, ἀπόστολοί τε καὶ εὐαγγελισταί, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς δοξολογοῦσι Θεόν, διακεῖσθαί τε οὕτω καὶ ἡμᾶς ἀναπείθουσιν, ἀποφέροντες τῶν μύθων καὶ τερατείας ἁπάσης καὶ φρονήματος αἰσχροῦ, καταρρυθμίζοντες δὲ καὶ εἰς ἀξιάγαστον πολιτείαν. Πέπλασται δὲ τῶν παρ' αὐτοῖς οὐδέν, οὔτε μὴν ἀπίθανον ἔχει τῶν ἐννοιῶν τὴν ἀπόδοσιν. Ὅτι γὰρ τοῖς Μωσέως καὶ τοῖς τῶν ἁγίων προφητῶν κηρύγμασι συμβαίνει τὰ καθ' ἡμᾶς, καὶ τῆς εὐαγγελικῆς τε καὶ ἀποστολικῆς διδασκαλίας ἡ δύναμις ταῖς τῶν προλαβόντων ἐννοίαις συμφέρεται, διαδείξει σαφῶς ὁ λόγος ἡμῖν ἐπὶ καιροῦ. 2.12 Ἐπειδὴ δὲ οὐκ οἶδ' ὅ τι λέγων τῶν σπουδαίων ἢ ἀγαθῶν οὐδὲν παρ' ἡμῖν εἶναι διατείνεται, φέρε καὶ τοῦτο δεικνύτω· μὴ γὰρ δὴ ψιλήν τε καὶ ἀναπόδεικτον ποιείσθω τὴν καταγόρευσιν. Πῶς γὰρ τῶν σπουδαίων οὐδέν ἐστι παρ' ἡμῖν; Οὐκ ἀκριβὴς καὶ ἀπεξεσμένος ὁ περὶ Θεοῦ λόγος καὶ τῆς τοῦ κόσμου γενέσεως παρὰ Χριστιανοῖς εὑρίσκεται; Οὐ τῶν πρακτέων τὴν ἐπιστήμην ἀνεπίπληκτόν τε καὶ ἀκατάψεκτον ἐκ τῶν ἱερῶν Γραμμάτων κεχορηγήμεθα; Καίτοι πῶς οὐχ ἅπα σιν ἐναργὲς ὅτι τὸ ἄριστα φιλοσοφεῖν διαπεραίνοιτο ἂν ὀρθῶς οὐ καθ' ἕτερον τρόπον, οἶμαι; Θεωρητικὴ γὰρ καὶ πρακτική γε πρὸς τούτοις φιλοσοφία παντὸς ἂν εἴη ἐπαίνου μεστή, καὶ παρὰ τοῖς τὰ Ἑλλήνων ἐσπουδακόσι θαυμάζεται· οὐκοῦν οὐκ ἀπό γε τῆς Ἑβραίων δόξης τὴν ἀθεότητα μεμαθήκαμεν ἔφη γὰρ αὐτὸς καὶ τοῦτο , ἀλλ' εἴπερ τις ἐθέλοι τἀληθὲς εἰπεῖν, ἐκ τῆς θεοπνεύστου Γραφῆς τῆς Ἑλλήνων ἀμαθίας κατεγνώκαμεν. Καὶ ὅτι μᾶλλόν ἐστι τὸ ἄθεον παρ' αὐτοῖς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς οὐκ εἰδόσι Θεόν, πῶς οὐκ ἂν εἴη παντί τῳ σαφές; Βίον δὲ φαῦλον καὶ ἐπισεσυρμένον ἐκ τῆς παρ' αὐτοῖς ῥᾳθυμίας ἑλέσθαι φησὶν ἡμᾶς, χυδαιότητά τε καὶ ῥᾳθυμίαν ὀνομάζων ἑλληνικὴν τὸ ἀδιακρίτως ὀψοφαγεῖν, παραιτεῖσθαί τε τῶν ἐδωδίμων οὐδέν. Ἐν γὰρ δὴ τούτῳ μάλιστα τὴν τῆς εὐσεβείας παριστᾶσι δύναμιν καὶ ἁπάσης ἀρετῆς ἐν καλῷ γενέσθαι νομίζουσιν, εἰ δὴ παραιτοῖντο τῶν ἐδωδίμων τινά. 2.13 Καίτοι τί δήποτε τὸν τῆς ἁγνείας ἐν τούτοις ὁρίζονται τρόπον; Πάντα μὲν γὰρ γέγονε παρὰ Θεοῦ, καλὰ δὲ πάντως τὰ ἐξ ἀγαθοῦ· καὶ ὁ πάναγνος καὶ ἀβέβηλος τῶν καταμιαίνειν ἡμᾶς εἰωθότων ἐργάσαιτο ἂν οὐδέν. Τί γὰρ καὶ βρῶσις ἐμποιήσειεν ἂν τοῖς μετεσχηκόσιν αὐτῆς; Ἢ καὶ ὁποῖον ἂν αὐτοῖς εἰσφρήσαι τὸν μολυσμόν; Παραιτεῖσθαι δέ, οἶμαι, προσήκει τὰ δι' ὧν ἂν εἰκότως καταμιαίνοιτό τις, δρῷεν δ' ἂν τοῦτο καὶ μάλα γενικῶς οἱ τῆς φαυλότητος τρόποι, μοιχεῖαι, πορνεῖαι, καταλαλιαί, ψευδηγορίαι, συκοφαντίαι, φιλοχρημα τίαι, καὶ τὰ λοιπά. Οἱ δὲ τῶν τοιούτων οὐδὲν ὑπολογισάμενοι προσποιοῦνται μὲν ὀλοιγοσιτεῖν, ἔσθ' ὅτε καὶ τῶν