Οὐ λέγω τοὺς παρόντας ὑμᾶς μόνους, ἀλλὰ γὰρ κἂν πάσης τῆς οἰκουμενικῆς ἐκκλησίας, τῆς τε νῦν οὔσης καὶ τῆς μελλούσης, πάντα τὰ θρέμματα συνέλθοι, τὸν ποιμένα κατ' ἀξίαν ὑμνῆσαι οὐ δυνήσεται. 6.3 Μέγας ἦν Ἀβραὰμ καὶ τίμιος· ἀλλὰ μέγας πρὸς ἀνθρώπους. Ὅτε δὲ πρὸς τὸν Θεὸν ἔφθασε, τότε φησὶν εὐγνωμόνως ἀληθεύων, Ἐγώ εἰμι γῆ καὶ σποδός. Οὐκ εἶπε, γῆ, καὶ ἐσίγησεν, ἵνα μὴ τὸ μέγα στοιχεῖον ἑαυτὸν ὀνομάσῃ· ἀλλὰ ἐπήγαγε, καὶ σποδός, ἵνα τὸ εὐδιάλυτον αὐτοῦ καὶ σαθρὸν παραστήσῃ. Ἔστι τι, φησὶ, σποδοῦ σμικρότερον ἢ λεπτότερον; Λαβὲ [γάρ] φησι, τὴν σύγκρισιν σποδοῦ πρὸς οἰκίαν καὶ οἰκίας πρὸς πόλιν, καὶ πόλεως πρὸς ἐπαρχίαν, καὶ ἐπαρχίας πρὸς τὴν Ῥωμαίων χώραν, καὶ τῆς Ῥωμαίων χώρας πρὸς πᾶσαν τὴν γῆν καὶ πάντα τὰ τέρματα, πᾶσαν δὲ τὴν γῆν πρὸς τὸν ἐγκεκολπισμένον αὐτὴν οὐρανόν· ἥτις τοσαύτην ἔχει πρὸς τὸν οὐρανὸν τὴν σύγκρισιν, ὅσην τὸ μέσον πρὸς πᾶσαν τὴν περιφέρειαν ἔχει τοῦ τροχοῦ [τοσαύτη γὰρ γῆς πρὸς οὐρανὸν ἡ σύγκρισις], καὶ τὸν πρῶτον οὐρανὸν τὸν φαινόμενον τοῦτον μικρότερον εἶναι νόησον τοῦ δευτέρου καὶ τὸν δεύτερον τοῦ τρίτου· [μέχρι γὰρ τούτων ὠνόμασεν ἡ γραφή· οὐχ ὅτι τοσοῦτοι μόνοι τυγχάνουσιν, ἀλλ' ὅτι τοσούτους μόνους ἡμῖν γνῶναι συνέφερε], καὶ ὅταν εἴδῃς τῷ νῷ πάντας τοὺς οὐρανοὺς, οὔπω οὐδὲ οἱ οὐρανοὶ αἰνέσαι τὸν Θεὸν καθ' ὅ ἐστιν, δυνήσονται· οὐδ' ἂν βροντῆς μεγαλοφωνότερα ἠχήσωσιν. Εἰ δὲ τὰ τοσαῦτα κύτη τῶν οὐρανῶν τὸν Θεὸν ὑμνῆσαι κατ' ἀξίαν οὐ δύνανται· πότε ἆρα γῆ καὶ σποδὸς, τὸ μικρότατον καὶ τῶν ὄντων ἐλαχιστότατον, ἄξιον ὕμνον ἀναπέμψαι τοῦ Θεοῦ δυνήσεται, [ἢ ἀξίως εἰπεῖν περὶ Θεοῦ] κατέχοντος τὸν γύρον τῆς γῆς, καὶ ἔχοντος τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡς ἀκρίδας; 6.4 Εἴ τις ἐπιχειρεῖ τὰ περὶ Θεοῦ λέγειν, πρῶτον διηγείσθω τῆς γῆς τὰ τέρματα. Γῆν οἰκεῖς, καὶ τὸ τέλος τῆς σῆς οἰκίας, τῆς γῆς, οὐ γινώσκεις· καὶ πῶς τὸν κατασκευαστὴν ἀξίως νοῆσαι δυνήσῃ; Θεωρεῖς τοὺς ἀστέρας, τὸν δὲ ποιητὴν οὐ θεωρεῖς. Ἀριθμῆσαι τοὺς φαινομένους, καὶ τότε τὸν μὴ φαινόμενον ἐξήγησαι· τὸν ἀριθμοῦντα πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλοῦντα. Σταγόνες ὑετῶν λαβροτέρων προσφάτως ἐπελθοῦσαι μικροῦ δεῖν ἀπώλεσαν ἡμᾶς. Ἀρίθμησον ταύτης μόνης τῆς πόλεως τὰς σταγόνας· καὶ οὐ λέγω τῆς πόλεως, ἀλλὰ τοῦ σοῦ δώματος εἰς μίαν ὥραν τὰς σταγόνας ἀρίθμησον, εἴ σοι δυνατόν· ἀλλὰ ἀδυνατῶν γινώσκεις σεαυτοῦ τὴν ἀσθένειαν. ἐκ τούτου γνῶθι τοῦ Θεοῦ τὴν δύναμιν. Ἀριθμηταὶ γὰρ αὐτῷ καὶ σταγόνες ὑετῶν, αἱ κατὰ πάσης τῆς οἰκουμένης οὐ νῦν χυθεῖσαι μόνον, ἀλλὰ καὶ αἱ πάντοτε. Ποίημα Θεοῦ ἥλιος, μέγα μέν· μικρότατον δὲ πρὸς σύγκρισιν τοῦ παντὸς οὐρανοῦ. Ἐνατένισον πρῶτον ἡλίῳ, καὶ τότε τὸν δεσπότην πολυπραγμόνησον. Βαθύτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ. 6.5 Ἀλλ' ἐρεῖ τις, εἰ ἀκατάληπτός [ἐστιν] ἡ ὑπόστασις ἡ θεία, καὶ τί σὺ περὶ τούτων διηγῇ; Ἆρα οὖν ἐπειδὴ πάντα τὸν ποταμὸν ἐκπιεῖν ἀδυνατῶ, μηδὲ τὸ συμφέρον ἐμαυτῷ συμμέτρως λάβω; Ἆρα ἐπειδὴ πάντα τὸν ἥλιον τῇ τῶν ὀμμάτων καταστάσει χωρῆσαι οὐ δύναμαι, μηδὲ πρὸς τὴν ἐμαυτοῦ χρείαν αὔταρκες ἐμβλέψω; Ἢ καὶ ἐπειδὴ εἰς παράδεισον μέγιστον εἰσελήλυθα, καὶ πᾶσαν τὴν τῶν ἀκροδρύων ὑπόστασιν φαγεῖν οὐ δύναμαι, βούλει με πεινῶντα τελείως ἐξελθεῖν; Αἰνῶ καὶ δοξάζω τὸν ἡμᾶς ποιήσαντα· κέλευσμα γὰρ θεῖόν ἐστι τὸ λέγον· Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ∆οξάζειν τὸν δεσπότην, ἀλλ' οὐκ ἐξηγεῖσθαι νῦν ἐπιχειρῶ, εἰδὼς μὲν τοί γε ὅτι τοῦ δοξάζειν τῆς ἀξίας ἀπολειφθήσομαι, ἔργον δὲ εὐσεβείας ἡγούμενος τὸ κἂν ὅλως ἐπιχειρεῖν. Παραμυθεῖται γάρ μου τὴν ἀσθένειαν ὁ Κύριος Ἰησοῦς λέγων, Θεὸν οὐδεὶς ἑώρακε πώποτε. 6.6 Τί οὖν, ἐρεῖ τις, οὐ γέγραπται, ὅτι οἱ ἄγγελοι τῶν μικρῶν βλέπουσιν διὰ παντὸς τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς; Ἀλλὰ βλέπουσιν οἱ ἄγγελοι, οὐ καθώς ἐστιν ὁ Θεὸς, ἀλλὰ καθόσον καὶ αὐτοὶ χωροῦσιν. Αὐτὸς γὰρ Ἰησοῦς ἐστιν ὁ λέγων, Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Βλέπουσιν [οὖν οἱ] ἄγγελοι καθ' ὃ