βασιλεύς. Ἰωάννης δὲ ὁ Χάλδος παρευθὺ μετὰ τοῦ ξίφους δοὺς τῷ βασιλεῖ ἀπέκοψε τὰς χεῖρας αὐτοῦ. ὁ δὲ Ἰακωβίτζης ὁ ἀπελάτης ὁ Πέρσης τὸν Βασιλισκιανὸν ξίφει τρώσας ἔρριψεν αὐ τὸν ἄνωθεν κάτω. Μαριανὸς δὲ καὶ Βάρδας ὁ πατὴρ Βασιλείου τοῦ ῥαίκτορος καὶ Συμβάτιος ὁ ἀδελφὸς Βασιλείου καὶ Ἀσυλαίων ἐξάδελφος Βασιλείου καὶ Κωνσταντῖνος ὁ Τοξαρᾶς ἵσταντο πρὸς φυλακὴν ἔξωθεν, καὶ οὐδεὶς τῶν μετὰ Μιχαὴλ ἔγνω τὰ γινόμενα. συναθροισθέντες οἱ μετὰ Βασιλείου συνεβουλεύοντο. Ἀσυλαίων δὲ ἔφη πρὸς Βασίλειον ὅτι εἰ καὶ τὰς χεῖρας αὐτοῦ ἐκόψαμεν, ἀλλὰ ζῶντα αὐτὸν εἰάσαμεν· καὶ ἐὰν ζῇ, τί ἀπολογησόμεθα; καὶ χα ριζόμενος Βασιλείῳ ὑποστρέψας εὗρε Μιχαὴλ χεῖρας μὲν μὴ ἔχον τα, ἐπὶ τῆς κλίνης δὲ κείμενον, ἐλεεινολογούμενον κατὰ Βασιλείου. ὁ δὲ τὸ ξίφος γυμνώσας ἀνηλεῶς ἔπηξε κατὰ τῆς καρδίας τοῦ βα σιλέως, διασχίσας τὰ ἔγκατα αὐτοῦ. καὶ στραφεὶς ἐνεκαυχᾶτο πρὸς Βασίλειον ὡς ἀνδραγάθημα μέγα πεποιηκώς. 838 35. Κλύδωνος δὲ ὄντος ἐν τῇ θαλάσσῃ, συναθροισθέντες κατῆλθον μέχρι καὶ τοῦ περάματος, καὶ διαπεράσαντες ἦλθον εἰς τὸν οἶκον Εὐλογίου τοῦ Πέρσου, καὶ τοῦτον ἄραντες ἦλθον εἰς τὰ Μαρίνης. πλὰξ δὲ ἦν περιφράσουσα τὸ τεῖχος, καὶ κρατή σας Βασίλειος δύο τῶν μετ' αὐτοῦ ὄντων καὶ λακτίσας κατέαξε τὴν πλάκα, καὶ εἰσῆλθον μέχρι τῆς πύλης τοῦ παλατίου. Εὐλό γιος δὲ ὁ Πέρσης ἐλάλησε τῇ αὐτοῦ γλώττῃ Ἀρταβάσδῳ ἑται ρειάρχῃ, ὡς ὁ Μιχαὴλ ξίφει ἐτελεύτησε, καὶ ἄνοιξον τῷ βασιλεῖ. καὶ ὁ Ἀρτάβασδος εἰσδραμὼν πρὸς τὸν παπίαν, καὶ ἄρας ἀπ' αὐ τοῦ τὰς κλεῖς βιαίως, διήνοιξε τῷ βασιλεῖ. καὶ γενόμενος ἔνδο θεν Βασίλειος ᾖρε τὰς κλεῖς τοῦ παλατίου ἐπὶ χεῖρας, καὶ τῇ ἕω θεν Γρηγόριον τὸν ἐπιλεγόμενον τοῦ Φιλήμονος ἐποίησε παπίαν. παρευθὺ δὲ ἀποστέλλει ἐν τῷ ἁγίῳ Μάμαντι, καὶ εἰσήγαγεν Εὐ δοκίαν τὴν τοῦ Ἴγγηρος μετὰ δόξης πολλῆς ἐν τῷ παλατίῳ. ἀπέ στειλε δὲ καὶ Ἰωάννην πραιπόσιτον τοῦ ἆραι τὴν ∆εκαπολίτισσαν καὶ πρὸς τοὺς ἰδίους γονεῖς ἀπαγαγεῖν. ἀπέστειλε δὲ καὶ Παῦλον κοιτωνίτην τοῦ ἐνταφιάσαι Μιχαήλ. καὶ ἀπελθὼν εὗρεν αὐτὸν ἐντετυλιγμένον ἐν τῷ σαγίσματι τοῦ δεξιοῦ ἵππου οὗ ἤλαυνεν, καὶ τὰ ἔγκατα αὐτοῦ ἔξωθεν ἐκκρεμάμενα. εὗρε δὲ ἐκεῖ θρηνούσας καὶ ἐλεεινολογουμένας ἐπ' αὐτῷ τήν τε μητέρα καὶ τὰς ἀδελφὰς αὐτοῦ· καὶ εἰσαγαγὼν εἰς πλοιάριον διεπέρασαν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως, κἀκεῖ αὐτὸν ἐνταφιάσασαι ἔθαψαν.
839 {ΒΑΣΙΛΕΙΑ ΒΑΣΙΛΕΙΟΥ ΜΑΚΕ∆ΟΝΟΣ.} Τῷ #22τξζʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρκώσεως ωξζʹ, ἐβα σίλευσε Βασίλειος ὁ Μακεδών, μετὰ Μιχαὴλ ἔτος ἓν καὶ μῆνας δʹ, καὶ μόνος ἔτη ιθʹ. προσέταξε δὲ τῷ ὑπάρχῳ Μαριανῷ υἱῷ Πετρωνᾶ ἀνελθεῖν ἐν τῷ φόρῳ καὶ ἀναγορεῦσαι αὐτὸν μετὰ παν τὸς τοῦ λαοῦ μόνον βασιλέα. 2. Ἀναγκαῖον δὲ ἡγησάμην γράψαι τὴν παρὰ τοῦ θεοῦ γενομένην ἐκδίκησιν εἰς τοὺς τὸν Μιχαὴλ διαχειρισαμένους, καὶ ἃ πέπονθεν ἕκαστος αὐτῶν ἐν διαφόροις καιροῖς. ὁ μὲν οὖν Ἰακω βίτζης κυνηγῶν μετὰ τοῦ βασιλέως ἐν τῷ φιλοπατίῳ, τοῦ ξίφους αὐτῷ ἐκπεσόντος κατελθὼν τοῦ ἵππου, ἄρας αὐτὸ τοῦ ποδὸς αὐ τοῦ μὴ φθάσαντος τῇ γῇ ἐπιβῆναι, ἀλλὰ καὶ τοῦ ἑτέρου κρατη θέντος ἐν τῇ σκάλᾳ, θροηθεὶς ὁ ἵππος διέσυρεν αὐτὸν καὶ φάραγ γας καὶ βοθύνους διελθὼν τοῦτον μεληδὸν διέσπασεν. Ἰωάννης δὲ ὁ Χάλδος στρατηλάτης γεγονὼς ἐν Χαλδίᾳ, καὶ φωραθεὶς κατὰ βασιλέως μελετᾶν, προστάξει τοῦ βασιλέως ἀνεσκολοπίσθη παρὰ Ἀνδρέου στρατηλάτου. ὁ δὲ ἐξάδελφος τοῦ βασιλέως Ἀσυλαίων ἐξωσθεὶς παρ' αὐτοῦ τοῦ βασιλέως ἐν τῷ προαστείῳ αὐτοῦ ᾧ ἐπώνυμον τοῦ Χαρτοφύλακος, ὡς ἀπηνὴς καὶ ὠμὸς εἰς τοὺς 840 δούλους αὐτοῦ ὢν μαχαίραις παρ' αὐτῶν ἐν νυκτὶ ἀνῃρέθη· οὓς ὁ βασιλεὺς κρατήσας καὶ μεληδὸν κατακόψας κατέκαυσεν ἐν τοῖς Ἀμαστριανοῦ. ὁ δὲ ἀπελάτης ὁ τοῦ Πέρσου σκωληκόβρωτος γενό μενος τοῦ ζῆν ἀπηλλάγη. Κωνσταντῖνος δὲ ὁ Τοξαρᾶς εἰς Κιβυρ ραιώτας σπαθοκοπηθεὶς τελευτᾷ. καὶ Μαριανὸς ὁ ἀδελφὸς τοῦ βασιλέως τὸν πόδα συντριβεὶς