ὁ δὲ τῆς ἰδίας σωτηρίας τοῦ πατρὸς ὑπερκινδυνεῦσαι προελόμενος ὑπέστρεψεν καὶ εἰς μέσον ἑαυτὸν τῶν πολεμίων ὠθεῖ καὶ πολλοὺς τούτων τῷ ξίφει καταβαλών, ἐπειδὴ πλησίον τοῦ καίσαρος γέγονεν, οὐκέτι καθεκτὸς ἦν, οὐδὲ ἐῴκει ἀνδρί γε θνητῷ, ἀλλ' ἀθανάτῳ τε καὶ ἀσάρκῳ. Βαλλόμενος γὰρ τοῖς δόρασιν ἄτρεστος ἦν καὶ τὰ μὲν τούτων συγκόπτων, τὰ δὲ διωθούμενος ἐπειρᾶτο γενέσθαι ἔνθα οἱ ὁ πατὴρ ἁλώσιμος ἦν· οἱ δὲ πολέμιοι τὴν ἀνυπόστατον ὁρῶντες ὁρμὴν συνέθεον ἅπαντες, καὶ οἱ μὲν τοῖς ξυστοῖς, οἱ δὲ τοῖς δόρασιν ἵππον τε καὶ αὐτὸν ἔβαλλον, ἕως ὁ ἵππος βαρυνθεὶς ὑπὸ τῶν τραυμάτων εἰς γῆν σὺν τῷ ἐπιβάτῃ κατέπιπτε. Τότε οὖν οἱ βάρβαροι περιστάντες αὐτὸν τὴν περικεφαλαίαν περιελεῖν ἐπειρῶντο καὶ ξίφει τὴν τοῦ γενναίου ἀνδρὸς κεφαλὴν ἐκτεμεῖν, ἀλλ' ὁ καῖσαρ διασχὼν τοὺς κατέχοντας ἔπεισί τε δρομαῖος καὶ προσπίπτει τῷ γενναίῳ παιδὶ ὀλιγοδρανέοντι ἤδη ὑπὸ τοῦ τῶν τραυμάτων πλήθους καὶ γνωρίζει τούτοις ὅστις ἐστὶ καὶ οὕτω τὸν παῖδα τοῦ παρὰ πόδας κινδύνου ῥύεται. 2.16 Τοιοῦτον ἔσχε τὸ τέλος ἡ μεταξὺ Ῥωμαίων τε καὶ Κελτῶν τῶν ἀποστατῶν συναφθεῖσα περὶ τὴν τοῦ Σαγγαρίου γέφυραν μάχη. Ὁ δὲ βάρβαρος ἐπαρθεὶς τῇ νίκῃ περιῄει τὰς Παρασαγγαρίους πόλεις καὶ πάσας ὑφ' ἑαυτὸν ἐποιεῖτο· γενόμενος δὲ περὶ Βιθυνίαν, ἵναπερ τὰ βασίλεια τοῦ καίσαρος ἦν καὶ φρούριον ἱκανῶς ἐρυμνὸν ᾠκοδόμητο ἄνωθεν, περὶ τοὺς τοῦ Σόφωνος πρόποδας ἐν τοῖς ἐκεῖσε πεδίοις ηὐλίζετο, σκεπτόμενος ὅπως ἂν ἑαυτῷ τὰ τῆς βασιλείας Ῥωμαίων μνηστεύσηται πράγματα· τόν τε γὰρ καίσαρα διὰ τιμῆς εἶχε καὶ τὸν τούτου υἱὸν τὸν γενναῖον Ἀνδρόνικον ὁρῶν κακῶς ἔχοντα ὑπὸ τῶν τραυμάτων πάσης ἐπιμελείας ἠξίου. Ὁ γοῦν καῖσαρ οὕτω πάσχοντα θεώμενος τὸν υἱὸν ἠνιᾶτο καὶ ἤσχαλλε καὶ τὸν Οὐρσέλιον ᾔτησε τοῦτον πρὸς τὴν βασιλίδα ἐξαποστεῖλαι τῶν πόλεων· ὁ δὲ ἐπείθετό τε καὶ ὁμήρους αἰτήσας τοὺς πρεσβυτέρους τῶν τούτου υἱέων καὶ δὴ λαβὼν ἐξέπεμψε τοῦτον οἴκαδε, ἀλλ' ὁ μὲν θεραπείας ἠξιοῦτο τῆς προσηκούσης, ὁ δὲ τοὺς παῖδας τούτου καθείρξας ἐτήρει παρὰ τὸ φρούριον. Ἐνταῦθα δέδραστό τι παρὰ τῶν παιδαγωγῶν τῶν νέων ἄξιον μνήμης. Ἐφοίτα πολλάκις πρὸς αὐτοὺς τῶν ἐγχωρίων τις ἀγροτῶν· οἱ δ' ἐκεῖνον οἰκειωσάμενοι ἠρώτων εἰ τὰς πρὸς Νικομήδειαν φερούσας ὁδοὺς αὐτὸς ἐπίσταται καὶ μαθόντες ὡς εἰδοίη ταύτας ἀκριβῶς ὡς καὶ νύκτωρ καὶ ἔξω τρίβου μεταξὺ διελθεῖν ὄρη δύνασθαι καὶ φοιτῆσαι πρὸς Νικομήδειαν, βουλὴν βουλεύονται συνετὴν ἅμα καὶ τολμηρὰν ἄμφω τοὺς παῖδας λαθραίως τῆς πύλης ἐξαγαγεῖν τοῦ ἐρύματος, ὁπηνίκα οἱ φύλακες νυκτὸς καθυπνώττουσι, καὶ δρασμῷ τὴν τῶν παίδων πραγματεύσασθαι σωτηρίαν. Ὁδηγὸν οὖν ἀξιοῦσι λαβεῖν τὸν ἀγρότην τῆς ὁδοῦ καὶ πείθουσι χρημάτων ὑποσχέσεσι. Νύκτα οὖν παρατηρήσαντες ἀφεγγῆ καὶ ἀσέληνον καὶ τὴν κλεῖδα τῆς πύλης ὑποκλέψαντες, τὸν μὲν ἀγρότην ἔξω εἴασαν τοῦ ἐρύματος, παραγγείλαντες μὴ πόρρω τῆς πύλης καταίρειν, αὐτοὶ δὲ ἔνδον ὄντες παρετήρουν τοὺς φύλακας. Ἐπεὶ δὲ ἤδη ἀφύπνωττον ἅπαντες, ὁ τοῦ πρεσβυτέρου τῶν παίδων παιδαγωγὸς τοῦ χαριεστάτου Μιχαήλὄνομα τῷ παιδαγωγῷ Λεοντάκιος ἦν, ἀνὴρ ἐκτομίας καὶ νουνεχέστατος, ἀφύπνιζέ τε τὸν παῖδα καὶ τὸ δρᾶμα ἀπήγγελλε, τὴν πύλην πρότερον ἀνοίξας. Ἐξῆγεν οὖν εὐθὺς ἐκεῖνον καὶ παρηγγύα θατέρῳ τῶν παιδαγωγῶν ἐπισπεύδειν τὴν τοῦ ἑτέρου ἀφύπνισίν τε καὶ ἔξοδον. Ὁ δὲ ἔσπευσε μέν, ἐδυστύχει δὲ ὅμως. Ἐν ὅσῳ γὰρ κατῄει, ψόφος τις περὶ τὴν κλίμακα γέγονε καὶ οἱ φύλακες τοῦ ψόφου αἰσθόμενοι ἀνεπήδων καὶ ὅστις ᾔει ἀνηρεύνων· ὁ δὲ προλαβὼν ἵστησι τὸν παῖδα ὡς οὖρον ἐκχέοντα, ἀλλ' ὅμως ἐκεῖνοι περιεργότερον ἐζήτουν καὶ τὰ περὶ τοῦ Μιχαὴλ ἐπυνθάνοντο. Ἀπογνοὺς οὖν ὁ ἐντὸς διάγων παιδαγωγὸς καὶ δείσας μὴ ἁλώῃ ὁ διαπεφευγὼς ἤδη γεγωνοτέρᾳ ἐκέχρητο ἐν ταῖς ἀποκρίσεσι τῇ φωνῇ· αἰσθόμενοι δὲ τῆς ταραχῆς οἱ ἔξω ὄντες, ὅ τε παιδαγωγὸς καὶ ὁ πρὸς τὴν ὁδὸν ὁδηγός, ἔθεον ὡς οἷοί τε ἦσαν, τὸν παῖδα ἐπωμάδιον φέροντες ἐναλλάξ, καὶ γὰρ ἦν κομιδῇ νέος. Οἱ μὲν οὖν ἔφευγον, οἱ δὲ φύλακες φῶτα ᾔτουν καὶ πρὸς τὴν οἰκίαν ἀνῄεσαν, ἔνθα οἱ