20πατέρα20» πορευέσθω. καὶ τὸ ἐπὶ τέλει δὲ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέ βηκα πρὸς τὸν 20πατέρα20 μου» μυστικώτερον νοῆσαι ζητήσωμεν· τῆς ἀναβάσεως «πρὸς τὸν 20πατέρα20» τοῦ υἱοῦ θεοπρεπέστερον μετὰ ἁγίας τρανότητος ἡμῖν νοουμένης, ἥντινα ἀνάβασιν νοῦς μᾶλλον ἀναβαίνει σώματος. 23.3 ταῦτα ἡγοῦμαι συνεξητακέναι τῷ «0πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς20» ὑπὲρ τοῦ ταπεινὴν περὶ θεοῦ ὑπόληψιν τῶν νομιζόν των αὐτὸν εἶναι τοπικῶς «ἐν 20οὐρανοῖς20» περιελεῖν καὶ μὴ ἐᾶν τινα ἐν σωματικῷ τόπῳ εἶναι τὸν θεὸν (ἐπεὶ τούτῳ ἀκόλουθόν ἐστι καὶ σῶμα αὐτὸν εἶναι) λέγειν, ᾧ ἕπεται δόγματα ἀσεβέστατα, τὸ διαιρετὸν καὶ ὑλικὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ὑπολαμβάνειν· πᾶν γὰρ σῶμα διαιρετόν ἐστι καὶ ὑλικὸν καὶ φθαρτόν· ἢ λεγέτω σαν ἡμῖν μὴ κενοπαθοῦντες ἀλλὰ τρανῶς καταλαμβάνειν φάσκοντες, πῶς οἷόν τε ἐστὶν ἑτέρας <εἶναι> φύσεως παρὰ τὴν ὑλικήν. ἐπεὶ δὲ καὶ πρὸ τῆς σωματικῆς Χριστοῦ ἐπιδημίας γραμμάτων πολλὰ τὸ ἐν σωματικῷ τόπῳ εἶναι τὸν θεὸν λέγειν δοκεῖ, οὐκ ἄτοπόν μοι φαίνε ται ὀλίγα κἀκείνων παραθέσθαι ὑπὲρ τοῦ πάντα περισπασμὸν ἀφε λεῖν ἀπὸ τῶν διὰ τὸν ἰδιωτισμὸν τὸ ὅσον ἐπ' αὐτοῖς μικρῷ καὶ βραχεῖ τόπῳ ἐμπεριλαμβανόντων τὸν ἐπὶ πάντων θεόν. καὶ πρῶ τόν γε ἐν τῇ Γενέσει «Ἀδὰμ» καὶ Εὔα, φησὶν, «ἤκουσαν τῆς φωνῆς κυρίου τοῦ θεοῦ περιπατοῦντος τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.» ἐροῦμεν πρὸς τοὺς εἰς τοὺς θησαυροὺς τῆς λέξεως ἐλθεῖν μὴ βουλομένους ἀλλὰ μηδὲ τὴν ἀρχὴν κρούοντας «τὴν θύραν» αὐτῆς, εἰ δύνανται παραστῆσαι κύριον τὸν θεὸν, τὸν πληροῦντα «τὸν οὐρανὸν καὶ τὴν γῆν,» τὸν, ὡς αὐτοὶ ὑπολαμβάνουσι, σωματικώτερον «οὐρανῷ» θρόνῳ χρώμενον καὶ «τῇ γῇ» ὑποποδίῳ «τῶν ποδῶν αὐτοῦ,» ὑπὸ οὕτω βραχέος συγκρίσει τοῦ παντὸς οὐρανοῦ καὶ τῆς γῆς περιέχεσθαι τόπου, ὥστε ὃν ὑπολαμ βάνουσι σωματικὸν παράδεισον μὴ ἐκπληροῦσθαι ὑπὸ τοῦ θεοῦ ἀλλὰ τοσούτῳ αὐτοῦ εἶναι τῷ μεγέθει μείζονα, ὡς καὶ περιπατοῦντα χω ρεῖν αὐτὸν, ἀκουομένης «φωνῆς» ἀπὸ τῆς βάσεως τῶν ποδῶν αὐ τοῦ. ἔτι δὲ κατ' ἐκείνους ἀτοπώτερον τὸ αἰδουμένους τὸν θεὸν διὰ τὴν παράβασιν τὸν Ἀδὰμ καὶ τὴν Εὔαν κρύπτεσθαι «ἀπὸ προσώ που τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.» οὐδὲ γὰρ λέγεται ὅτι οὕτως ἠθέλησαν κρύπτεσθαι, ἀλλ' ὄντως «ἐκρύβη σαν.» πῶς δὲ κατ' αὐτοὺς πυνθάνεται τοῦ Ἀδὰμ ὁ θεὸς λέγων· «ποῦ εἶ;» 23.4 περὶ τούτων δὲ ἐπὶ πλεῖον διειλήφαμεν, ἐξετάζοντες τὰ εἰς τὴν Γένεσιν· πλὴν καὶ νῦν ἵνα μὴ τέλεον παρασιωπήσωμεν τὸ τηλι κοῦτον πρόβλημα, αὐτάρκως ἀναμνησθησόμεθα τοῦ «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς,» λεγομένου ἐν ∆ευτερονομίῳ ὑπὸ τοῦ θεοῦ. ὁποῖος γὰρ αὐτοῦ ὁ περίπατος ἐν τοῖς ἁγίοις, τοιοῦτός τις καὶ ὁ ἐν τῷ παραδείσῳ, κρυπτομένου θεὸν καὶ φεύγοντος τὴν ἐπισκοπὴν αὐτοῦ καὶ ἀφισταμένου τῆς παῤῥησίας παντὸς τοῦ ἁμαρ τάνοντος· οὕτω γὰρ καὶ «Κάϊν ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδέμ.» ὡς οὖν ἐν τοῖς ἁγίοις ἐνοικεῖ, οὕτως καὶ ἐν οὐρανῷ, ἤτοι παντὶ ἁγίῳ καὶ φοροῦντι «τὴν εἰκόνα τοῦ ἐπουρανίου» ἢ τῷ Χριστῷ, ἐν ᾧ εἰσι πάντες οἱ σῳζόμενοι «φωστῆρες» καὶ ἀστέρες τοῦ οὐρανοῦ, ἢ καὶ διὰ τοὺς ἐν οὐρανῷ ἁγίους κατοικεῖ <ἐκεῖ κατὰ> τὸ εἰρημένον· «πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.» καὶ τὸ ἐν τῷ Ἐκκλησιαστῇ δέ· «μὴ σπεύσῃς ἐξενεγκεῖν λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ γῆς κάτω» διάστημα βούλεται δηλῶσαι ἀπὸ τῶν ὄντων ἐν τῷ σώματι «τῆς ταπεινώσεως» ἕως τοῦ παρὰ τοῖς ὑψουμένοις ὑπὸ τῆς ὠφελείας καὶ τοῦ λόγου ἀγγέλοις καὶ δυνάμεσιν ἁγίαις ἢ αὐτῷ τῷ Χριστῷ. οὐ γὰρ ἄτοπον αὐτὸν μὲν εἶναι κυρίως θρόνον τοῦ πατρὸς, ἀλληγορικώτερον οὐρανὸν καλούμενον, τὴν δὲ ἐκκλησίαν αὐτοῦ γῆν ὀνομαζομένην «ὑποπόδιον» τυγχάνειν «τῶν ποδῶν αὐτοῦ.» 23.5 προστεθείκαμεν δὴ ὀλίγα καὶ τῆς παλαιᾶς διαθήκης ῥητὰ, νομιζόμενα ἐν τόπῳ παριστάνειν τὸν θεὸν,