διδασκάλων ἐπι μελείας ἀπόδειξις, ἀδιαλείπτως τὸ ἄμαχον τῆς γνώμης ἐπανορ θούντων. Ὁ Θεόδωρος εἶπεν· {Ο ∆ΙΑΚ.} Ἄριστα ἔφης· οὔτε γὰρ ἔπρεπεν τοὺς φρόνησιν ἐκμανθάνοντας καὶ ἐπιείκειαν παρὰ τοῦ ἱεροῦ Ἰωάννου ἀφρόνως καὶ τεταραγμένως αὐτοῦ ἀντιποιεῖσθαι. <ΚΕΦΑΛΑΙΟΝ Ιʹ> {Ο ΕΠΙΣΚ.} Ἡσθεὶς οὖν ἐπὶ τούτῳ, παρακαλῶ, μὴ ἀνάκοπτε τοὺς λόγους τοὺς ὑπὸ κακῶν πραγμάτων τεχθέντας (ἔοικε γὰρ τίκτειν ὡς ἐπὶ τὸ πλεῖστον τοὺς λόγους τὰ πράγματα). σὺν τοῖς κατασχεθεῖσιν οὖν κληρικοῖς τε καὶ λαϊκοῖς συνελήφθησαν καὶ γυναῖκες ἀνδρῶν ἐπισήμων. ἔστι δὲ ὧν καὶ τὰ μαφόρια ἥρπασαν, ἑτέρων δὲ τὰ ἐνώτια σὺν τῷ λοβῷ τοῦ ὠτὸς συν απέσπασαν· ὡς ἰδοῦσάν τινος Ἐλευθέρου γυναῖκα εὐδαιμονε στάτην σφόδρα, καταλείψασαν τὸ ἑαυτῆς μαφόριον, μεταμφια σαμένην τὸ σχῆμα τὸ τῶν δουλίδων, δρομαίαν εἰσβαλεῖν εἰς τὴν πόλιν ἐπὶ σωτηρίᾳ τῆς σωφροσύνης (ἦν γάρ, ὡς εἰκός, εὐανθῆ μορφὴν καὶ εὐφυῆ πλάσιν ἠμφιεσμένη). τούτῳ οὖν τῷ τρόπῳ πληρωθεῖσαι αἱ φυλακαὶ τῶν διαφόρων ἀρχόντων μετε ποιοῦντο εἰς ἐκκλησίας· καὶ ὕμνοι μὲν καὶ ἀναφοραὶ μυστηρίων ἐν ταῖς φυλακαῖς ἐπετελοῦντο, μάστιγες δὲ καὶ στρεβλώσεις καὶ ὅρκοι φρικτοὶ ἐν ταῖς ἐκκλησίαις ἡμιλλῶντο ἐπὶ ἀναθεμα τισμῷ Ἰωάννου τοῦ μέχρι θανάτου ἐχθρεύσαντος τῇ κακίᾳ τοῦ διαβόλου. τῆς Πεντηκοστῆς δὲ συμπληρωθείσης, μετὰ πέντε 60 ἡμέρας εἰσελθόντες οἱ περὶ Ἀκάκιον καὶ Σευηριανὸν καὶ Ἀντίοχον καὶ Κυρῖνον πρὸς τὸν βασιλέα λέγουσιν αὐτῷ· "Βασιλεῦ, σὺ ἡμῖν παρὰ Θεοῦ οὐκ ἐξουσιαζόμενος, ἀλλ' ἐξου σιάζων τῶν πάντων, ἔξεστί σοι ὃ θέλεις ποιῆσαι. μὴ γίνου πρεσβυτέρων πραότερος καὶ ἐπισκόπων ὁσιώτερος· εἴπομέν σοι ἐπὶ πάντων· "Ἐπὶ τὴν κεφαλὴν ἡμῶν ἡ Ἰωάννου καθαίρεσις." μὴ τοίνυν φείσῃ ἑνὸς ἀνθρώπου, ἀφειδήσας πάντων ἡμῶν·" Ἰουδαϊκοῖς ῥήμασι, τάχα δὲ καὶ πράγμασι, παραπεί σαντες τὸν βασιλέα. οὕτως ἀποστείλας ὁ βασιλεὺς Πατρίκιον τὸν νοτάριον δηλοῖ τῷ Ἰωάννῃ τάδε· "Οἱ περὶ Ἀκάκιον καὶ Ἀντίοχον καὶ Σευηριανὸν καὶ Κυρῖνον τὸ κατὰ σὲ κρῖμα ἐπὶ τὴν ἑαυτῶν ἔθηκαν κεφαλήν. τὸ κατὰ σαὐτὸν οὖν ἀναθεὶς τῷ Θεῷ, ἔξελθε τῆς ἐκκλησίας." οὕτως κατελθὼν ὁ ἐπίσκοπος Ἰωάννης, μετὰ τὴν τρανὴν φάσιν καὶ ἀνεπισκίαστον, τοῦ ἐπι σκοπείου σὺν τοῖς ἐπισκόποις, λέγει πᾶσι· "∆εῦτε, προσευξά μενοι συνταξώμεθα τῷ ἀγγέλῳ τῆς ἐκκλησίας"· γεγηθὼς μὲν ἐπὶ τῷ πράγματι, λυπούμενος δὲ ἐπὶ τῇ τοῦ λαοῦ κακουχίᾳ. ἐξαυτῆς δέ τις σημαίνει τῶν φιλοθέων δυναστῶν τῷ Ἰωάννῃ· " ̓Επειδὴ Λούκιος, ἰταμὸς ἀνὴρ καὶ ἀναιδὴς προσώπῳ, ἕτοιμός ἐστιν ἐν τῷ δημοσίῳ λουτρῷ σὺν τοῖς ὑπ' αὐτὸν στρατιώταις, ὅπως, εἰ ἀντείποις ἢ ἀναβάλλῃ, καὶ ἄκοντά σε σῦραι καὶ ἐξῶσαι· περικλονοῦνται δὲ οἱ δῆμοι τῆς πόλεως· σπούδασον ἐξελθεῖν λεληθότως, ἵνα μή σου ἀντιποιούμενος ὁ λαὸς πόλεμον συνάψῃ μετὰ τῶν στρατιωτῶν." τότε ὁ Ἰωάννης καταφιλήσας τινὰς τῶν ἐπισκόπων μετὰ δακρύων (τοὺς γὰρ λοιποὺς οὐδὲ κατα φιλεῖν συνεχώρει τὸ πάθος) συνετάξατο, εἰπὼν τοῖς λοιποῖς ἔνδον ἐν τῷ ἱερατείῳ· "Μείνατε τέως ὧδε, ἵνα ἀπελθὼν μικρὸν 61 ἀνεθῶ." εἰσελθὼν δὲ ἐν τῷ βαπτιστηρίῳ καλεῖ τὴν Ὀλυμπιάδα, ἀναπάλλακτον οὖσαν τῆς ἐκκλησίας, σὺν Πενταδίᾳ καὶ Πρόκλῃ, ταῖς διακόνοις, καὶ Σιλβίνῃ, τῇ τοῦ μακαρίου Νεβριδίου γυναικί, εὐσχήμως κοσμούσῃ τὴν ἑαυτῆς χηρείαν, καὶ λέγει αὐταῖς· "∆εῦτε ὧδε, θυγατέρες, ἀκούσατέ μου. "τὰ κατ' ἐμὲ τέλος ἔχει," ὡς ὁρῶ. "τὸν δρόμον μου τετέλεκα," καὶ ἴσως "οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου." τοῦτο δέ ἐστιν ὃ παρακαλῶ· μή τις ὑμῶν ἀνακοπῇ τῆς συνήθους εὐνοίας τῆς περὶ τὴν ἐκκλησίαν. καὶ ὃς ἂν ἄκων ἀχθῇ ἐπὶ τὴν χειροτονίαν, μὴ ἀμβιτεύσας τὸ πρᾶγμα, κατὰ συναίνεσιν τῶν πάντων, κλίνατε τὴν κεφαλὴν ὑμῶν ὡς Ἰωάννῃ (οὐ δύναται γὰρ ἡ ἐκκλησία ἄνευ ἐπισκόπου εἶναι). καὶ οὕτως ἐλεηθῆτε. μέμνησθέ μου ἐν ταῖς προσευχαῖς ὑμῶν." συγχυθεῖσαι δὲ δάκρυσιν ἐκυλινδοῦντο περὶ τοὺς πόδας αὐτοῦ. τότε νεύσας τινὶ τῶν σεμνῶν πρεσβυτέρων λέγει· "Λάβε ταύτας ἐντεῦθεν, ἵνα μὴ τοὺς ὄχλους ταράξωσιν." οὕτως οὖν μικρὸν ἐμποδισθεῖσαι ἔδοξαν αὐτῷ συγχωρεῖν. καὶ οὕτως ἐξῆλθεν ἐπὶ τὸ μέρος τὸ ἀνατολικόν (οὐδὲν γὰρ