ἐδωδίμων ἀποπέμπονταί τινα, δεδίασι δὲ τῶν ἐκτόπων οὐδέν. Καὶ πρός γε δὴ τούτῳ κατευφραίνουσι τὸν ὕπατον ∆ία, τὰ αὐτοῦ τιμᾶν ᾑρημένοι, καὶ τὰ τῆς Κυπρογενοῦς θεραπεύουσι κράτη. Πλεῖστα μὲν οὖν ὅσα τὰ καθ' ἡμῶν παρ' ἐκείνου· ἀκυρολογεῖ δὲ λίαν καὶ κατὰ τοῦ πανσόφου Μωσέως καὶ τῆς αὐτοῦ συγγραφῆς οὐ μετρίαν ποιεῖται τὴν κατάρρησιν. Φησὶ γὰρ τὸ τῆς κοσμοποιίας συντιθέντα βιβλίον εἰπεῖν μὲν ὅλως τῶν ἀληθῶν οὐδέν, ὕθλους δὲ ἁπλῶς συμφορῆσαι γεγηρακότας, καὶ ἃ μὲν ἦν εἰκὸς τοῦ παντὸς ἀξιῶσαι λόγου, ταῦτα δὴ πάντα ποιήσασθαι παρ' οὐδέν, εἰκῆ δὲ ἁπλῶς ἐρραψῳδηκότα δόξαι τι λέγειν σοφόν τε καὶ ἀξιάκουστον. Τεθαύμακε δὲ τῶν παρ' Ἕλλησι σοφῶν τὰς ἐπὶ τούτῳ δόξας, μάλιστα δὲ τῶν ἄλλων εὐφημίαις καὶ κρότοις τὴν Πλάτωνος στεφανοῖ. 2.14 Ἐγὼ δέ, ὅτι μὲν οὐ μετρίως σοβαρεύεται, κἀν τούτῳ δὴ πάλιν παρήσω λέγειν, ὅτι δὲ εἰκαίαν ἐπὶ ταῖς Ἑλλήνων εὑρεσιεπείαις ἀνασπᾷ τὴν ὀφρύν, ὡς ἂν οἷός τε ὦ πειράσομαι διειπεῖν. Χρῆναι δὲ οἶμαι παραθεῖναι πάλιν ἐκ τῶν παρ' αὐτοῖς βιβλίων ἀπολεξάμενον τὴν ἑκάστου δόξαν, ἣν ἔχειν ἠξίουν περὶ τῆς τοῦ κόσμου κατασκευῆς, εἶτα τὴν Μωσέως κοσμογένειαν ἀνθυπενεγκεῖν· ὀφθήσεται γὰρ οὕτω τοῖς ἐντευξομένοις καὶ τῆς ἐκείνων στενολεσχίας ὁ λῆρος καὶ τῶν Μωσέως γραμμάτων τὸ ἀκραιφνὲς εἰς ἀλήθειαν. Πλούταρχος τοίνυν, ἀνὴρ τῶν παρ' αὐτοῖς οὐκ ἄσημος γεγονώς, ἐν τῷ δευτέρῳ βιβλίῳ τῆς τῶν Φυσικῶν δογμάτων συναγωγῆς, οὕτω φησὶ περὶ τοῦ κόσμου· Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. Θαλῆς καὶ οἱ ἀπ' αὐτοῦ ἕνα τὸν κόσμον· ∆ημόκριτος καὶ Ἐπίκουρος καὶ ὁ τούτου καθηγητὴς Μητρόδωρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περίστασιν· Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου· Σέλευκος ἄπειρον τὸν κόσμον· ∆ιογένης τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι· οἱ στωϊκοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· ἅπαν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον· ὥστε τὸ αὐτὸ εἶναι καὶ τὸ ὅλον καὶ τὸν κόσμον. 2.15 Εἶτα περὶ τοῦ σχήματος τοῦ κόσμου ὧδε πάλιν φησίν· Οἱ μὲν στωϊκοὶ σφαιροειδῆ τὸν κόσμον, ἄλλοι δὲ κωνοειδῆ, οἱ δὲ ᾠοειδῆ· Ἐπίκουρος δὲ ἐνδέχεσθαι μὲν εἶναι σφαιροειδεῖς τοὺς κόσμους, ἐνδέχεσθαι δὲ καὶ ἑτέροις σχηματισμοῖς κεχρῆσθαι. Ἔφη δὲ πάλιν τὰς τῶν παρ' Ἕλλησι φιλοσόφων δόξας εἰς ἐξήγησιν προτιθεὶς εἰ ἔμψυχος ὁ κόσμος ἢ μή, οὕτως· Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον καὶ προνοίᾳ διοικούμενον εἶπον· ∆ημόκριτος δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι τὰ ἄτομα εἰσηγοῦνται καὶ τὸ κενόν, οὔτε ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι, φύσει δέ τινι ἀλόγῳ· Ἀριστοτέλης οὔτ' ἔμψυχον ὅλον δι' ὅλων οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον· τὰ μὲν γὰρ οὐράνια τούτων πάντων κοινωνεῖν· σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς, τὰ δὲ περίγεια μηδενὸς αὐτῶν, τῆς δὲ εὐταξίας κατὰ συμβεβηκός, οὐ προηγουμένως, μετέχειν. Καὶ ταυτὶ μὲν περὶ τούτων. Ἐπειδὴ δὲ σκοπὸς ἦν αὐτοῖς βασανίσαι πάλιν τὸ πότερόν ποτε φθαρτὸς ἂν εἴη κατὰ φύσιν ὁ κόσμος ἢ μή, δεδοξάκασιν ὧδε καὶ περὶ τούτου· Πυθαγόρας καὶ οἱ στωϊκοὶ καὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον, καὶ φθαρτὸν μὲν ὅσον ἐπὶ τῇ φύσει· αἰσθητὸν γὰρ εἶναι διότι καὶ σωματικός, οὐ μὴν δὴ φθαρησόμενόν γε, προνοίᾳ καὶ συνοχῇ Θεοῦ· Ἐπίκουρος φθαρτὸν ὅτι καὶ γεννητός, ὡς ζῷον, ὡς φυτόν· Ξενοφάνης ἀγέννητον καὶ ἀΐδιον καὶ ἄφθαρτον τὸν κόσμον· Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην μέρος τοῦ κόσμου παθητόν, ἐν ᾧ καὶ τὰ ἐπίγεια κηραίνεται. 2.16 Ἀκούετε, ὦ ἄνδρες, καὶ συνίετε λοιπὸν πόσος ἐν τούτοις ὁ λῆρος. Ταῖς γὰρ ἀλλήλων ἀντανιστάμενοι δόξαις, τοῦτό τε κἀκεῖνο φύρδην ἁπλῶς καὶ ἀκατασκέπτως