χωροῦσι, καὶ ἀρχάγγελοι καθ' ὃ δύνανται· Θρόνοι δὲ καὶ Κυριότητες, μειζόνως μὲν παρὰ τοὺς πρώτους, ἔλαττον δὲ τῆς ἀξίας. Μόνον δὲ βλέπειν δύναται ὡς χρὴ, ἅμα τῷ Υἱῷ, τὸ Πνεῦμα τὸ ἅγιον. Ἐκεῖνο γὰρ πάντα ἐρευνᾷ, [καὶ γινώσκει] καὶ τὰ βάθη τοῦ Θεοῦ· ὥς γε καὶ ὁ μονογενὴς Υἱὸς γινώσκει καθ' ὃ δεῖ, ἅμα τῷ Πνεύματι τῷ ἁγίῳ, τὸν Πατέρα. Οὐδὲ γὰρ τὸν Πατέρα τις ἐπιγινώσκει, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Βλέπει γὰρ καθ' ὃ δεῖ καὶ ἀποκαλύπτει διὰ τοῦ Πνεύματος, καθ' ὃ ἕκαστος χωρεῖ, τὸν Θεόν· ἐπειδὴ καὶ τῆς θεότητός ἐστι τῆς πατρικῆς σὺν τῷ Πνεύματι τῷ ἁγίῳ κοινωνὸς ὁ Υἱὸς ὁ μονογενής. Ὁ γεννηθεὶς [ἀπαθῶς πρὸ τῶν χρόνων αἰωνίων] οἶδε τὸν γεννήσαντα, καὶ ὁ γεννήσας οἶδε τὸν γεγεννημένον. Ἀγγέλων τοίνυν ἀγνοούντων, (κατὰ γὰρ τὴν οἰκείαν ἑκάστῳ δύναμιν ἀποκαλύπτει [σὺν τῷ Πνεύματι], διὰ τοῦ Πνεύματος τοῦ ἁγίου, ὁ μονογενὴς, ὡς εἰρήκαμεν) μηδεὶς ἀνθρώπων ἐπαισχυνέσθω τὴν ἄγνοιαν ὁμολογεῖν. Λαλῶ νῦν ἐγὼ καὶ πάντες κατὰ καιρόν· ἀλλὰ τὸ πῶς λαλοῦμεν, ἀδυνατοῦμεν εἰπεῖν. Πῶς οὖν τὸν δόντα τὸ λαλεῖν δύναμαι διηγήσασθαι; Ὁ ψυχὴν ἔχων ἐγὼ, καὶ τοὺς χαρακτῆρας αὐτῆς εἰπεῖν μὴ δυνάμενος, πῶς τὸν δοτῆρα τῆς ψυχῆς ἐξειπεῖν δυνήσομαι; 6.7 Αὔταρκες ἡμῖν εἰς εὐσέβειαν ἔσται τοῦτο μόνον, τὸ εἰδέναι ὅτι Θεὸν ἔχομεν. Θεὸν ἕνα, Θεὸν ὄντα, ἀεὶ ὄντα· ὅμοιον ἀεὶ ἑαυτῷ ὄντα· οὗ πατὴρ οὐκ ἔστιν ἄλλος· οὗ μηδεὶς ἰσχυρότερος, ὃν οὐδεὶς διαδεξάμενος ἐκβάλλει τῆς βασιλείας· τὸν πολυώνυμον καὶ παντοδύναμον καὶ μονοειδῆ τὴν ὑπόστασιν. Οὐ γὰρ ὅτι καλεῖται ἀγαθὸς καὶ δίκαιος καὶ παντοκράτωρ καὶ Σαβαὼθ, παρὰ τοῦτο διάφορός ἐστι καὶ ἀλλοῖος· ἀλλ' εἷς ὢν καὶ ὁ αὐτὸς, μυρίας ἐκπέμπει τὰς τῆς θεότητος ἐνεργείας. Οὐκ ἐν μέρει πλέον ἔχων, καὶ ἐν μέρει ἐλαττούμενος· ἀλλ' ἐν πᾶσιν ὅμοιος ὢν αὐτὸς ἑαυτῷ. Οὐ μέγας ἐν φιλανθρωπίᾳ μόνον καὶ μικρὸς ἐν σοφίᾳ· ἀλλ' ἰσοδύναμον ἔχων τὴν σοφίαν καὶ τὴν φιλανθρωπίαν. Οὐκ ἐν μέρει βλέπων, ἐν μέρει δὲ τοῦ βλέπειν ἀπεστερημένος· ἀλλ' ὅλος ὢν ὀφθαλμὸς καὶ ὅλος ἀκοὴ καὶ ὅλος νοῦς. Οὐχ ὡς ἡμεῖς ἐν μέρει νοῶν καὶ ἐν μέρει μὴ γινώσκων· βλάσφημος γὰρ ὁ λόγος καὶ θείας ὑποστάσεως ἀνάξιος. Προγνώστης ἐστὶ τῶν ὄντων καὶ ἅγιος καὶ παντοκράτωρ, καὶ πάντων ἀγαθώτερος, καὶ πάντων μείζων καὶ πάντων σοφώτερος· οὗ [μήτε ἀρχὴν] μήτε μορφὴν μήτε εἶδος ἐξειπεῖν δυνησόμεθα. Οὔτε γὰρ φωνῆς αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατέ, φησιν ἡ γραφή. ∆ιὸ καὶ πρὸς τοὺς Ἰσραηλίτας φησὶν ὁ Μωσῆς, Καὶ φυλάξασθε σφόδρα ταῖς ψυχαῖς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε. Εἰ γὰρ ὅλως τὴν ὁμοιότητα ἀδύνατον φαντασθῆναι, ἐγγὺς ἔσται ἆρα ἡ διάνοια τῆς ὑποστάσεως; 6.8 Ἐφαντάσθησαν πολλοὶ πολλὰ, καὶ πάντες ἀποτετυχήκασι. Καὶ οἱ μὲν πῦρ ἐνόμισαν εἶναι τὸν Θεόν· ἕτεροι δὲ πτερωτὸν ὡς ἄνθρωπον, διὰ τὸ γεγράφθαι μὲν καλῶς, νοεῖσθαι δὲ κακῶς τὸ, Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με. Ἐπελάθοντο τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς, λέγοντος ὁμοίως καὶ περὶ ἑαυτοῦ πρὸς τὴν Ἱερουσαλὴμ, Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Τῆς γὰρ φρουρητικῆς αὐτοῦ δυνάμεως εἰς πτέρυγας λαμβανομένης, οὗτοι μὴ νοήσαντες, εἰς ἀνθρώπινα πράγματα καταπεσόντες, ἀνθρωπίνως ὑπέλαβον εἶναι τὸν ἀνεξιχνίαστον. Οἱ δὲ ἑπτὰ ὀφθαλμοὺς ἔχειν αὐτὸν εἰπεῖν ἐτόλμησαν, διὰ τὸ γεγράφθαι, Ἑπτὰ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. Εἰ γὰρ ἑπτὰ ὀφθαλμοὺς μόνους ἐν μέρει περίκειται, μερικὸν ἄρα τὸ βλέπειν αὐτῷ, καὶ οὐ παντελές· ὅπερ [ἐπὶ Θεοῦ] λέγειν δύσφημον. Τὸν γὰρ Θεὸν τέλειον ἐν πᾶσιν εἶναι δεῖ πιστεύειν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν τὴν λέγουσαν, Ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. Τέλειος ἐν τῷ βλέπειν, τέλειος ἐν τῷ δύνασθαι, τέλειος ἐν τῷ μεγέθει, τέλειος ἐν προγνώσει, τέλειος ἐν ἀγαθωσύνῃ, τέλειος ἐν δικαιοσύνῃ, τέλειος ἐν φιλανθρωπίᾳ. Οὐκ ἐν τόπῳ περιωρισμένος, ἀλλὰ τῶν τόπων ποιητής· ἐν πᾶσιν ὢν, καὶ ὑπὸ μηδενὸς περιγραφόμενος. Θρόνος αὐτῷ ὁ οὐρανὸς, ἀλλ' ὑπερανέχει ὁ καθεζόμενος· [καὶ]