τῶν παίδων κατέκειντο σκίμποδες. Ἐπεὶ δὲ κενὸν ἐθεώρουν τοῦ διαδράντος τὸν σκίμποδα, εὐθὺς ὡς εἶχεν ἕκαστος ἔτυπτε τὸν παιδαγωγὸν καὶ ἐπηρώτων μανθάνειν ὅ τι καὶ γένοιτο τὸ παιδίον ξὺν τῷ παιδαγωγῷ· ὁ δὲ ἔφερέ τε τὰς πληγὰς γενναίως καὶ οὐδὲν τῶν βουλευμάτων ἀπήγγειλεν. Ἐς τοσοῦτον δ' ἀπηνείας προῆλθον οἱ βάρβαροι ὡς καὶ τὰ σκέλη τούτου καταθλᾶσθαι ῥοπάλοις καὶ ἦν ἰδεῖν ὑπομονὴν ἀνδρὸς ἐκτομίου, ἀσθενοῦς μὲν τῷ σώματι, γενναίου δέ, ὡς ἔδειξε, τὴν ψυχὴν ἐπαίνων ἀξίαν καὶ λόγου κρείττονα. Ἀπογνόντες οὖν οἱ βάρβαροι τούς τε ἵππους ηὐτρέπιζον καὶ τοὺς διώξοντας ἔπεμπον. Ἀλλ' οἱ μὲν οὕτω, ὁ δὲ καλὸς ὁδηγὸς ὁδηγὸν φέρων, ὡς ἔοικε, τὸν ὡσεὶ πρόβατον ὁδηγοῦντα τὸν Ἰωσήφ, τὸν νέον λαβὼν Ἰωσὴφ ἅμα τῷ νουνεχεστάτῳ παιδαγωγῷ πόρρω ἀπένευσε τῆς ὁδοῦ καὶ πρός τι ὄρος συνηρεφὲς ἀνιόντες τοὺς διώκοντας κατεσκόπουν, ὁρῶντες μέν, οὐχ ὁρώμενοι δέ. Ἐπεὶ δ' ἐκεῖνοι τὸν Σόφωνα ὑπερβάντες καὶ μέχρι τῶν τῆς Νικομήδους τεμπῶν γενόμενοι ἐπανέστρεφον, ἰδόντες τούτους παλινοστοῦντας οἱ φεύγοντες ἐξῆλθον νυκτὸς ἐκ τῶν ὀρῶν καὶ ἤδη μειδιώσης ἡμέρας τὴν Νικομήδους κατέλαβον καὶ οὕτως συνέβη σωθῆναι τὸν ἕνα τῶν ὁμηρευόντων ἐκγόνων τοῦ καίσαρος, ἀλλὰ ταῦτα μὲν ὕστερον. 2.17 Ὁ δὲ βασιλεὺς Μιχαήλ, ἐπειδὴ μεμαθήκει τὴν τοῦ Ῥωμαϊκοῦ στρατεύματος ἧτταν καὶ ὡς ἑάλωσαν ἄμφω ὅ τε θεῖος καῖσαρ καὶ ὁ τούτου υἱός, ὁ τῶν στρατευμάτων κατάρχων Ἀνδρόνικος, φροντίσι μεγίσταις ἐβάλλετο καὶ τὸν ∆ούκα μετεπέμπετο Κωνσταντῖνον, τὸν ὕστατον τῶν υἱέων τοῦ καίσαρος, οὗ πρόσθεν ὁ λόγος ἐμνήσθη, ἄνδρα τολμηρὸν καὶ γενναῖον καὶ διαπερᾶν τὴν Προποντίδα ἐκέλευε καὶ τὸ περισωθὲν ἐκ τῆς μάχης τοῦ στρατεύματος ἀναλαμβάνειν. Ὁ δὲ μὴ φέρων τὰ ξυμβάντα τῷ πατρί τε καὶ τἀδελφῷ ἔβρυχέ τε καθάπερ λέων καὶ δῆλος ἦν προθύμως τοῦ ἔργου ἁπτόμενος· συνταξάμενος δὲ περὶ ἑσπέραν τῷ βασιλεῖ οἴκαδε ἐχώρει παρασκευασθησόμενος, ἀλλ' ἀλγήματος αὐτῷ γεγονότος κατὰ τὴν ... περὶ μέσην νύκτα καὶ ἀρρήτου τινὸς δυσφορίας, οἱ τῶν ἀκεστόρων μετεκαλοῦντο ἄριστοι· κατ' οὐδὲν δὲ τῆς τέχνης ἰσχυσάσης βοηθῆσαι τὸν κάμνοντα, ἕωθεν ἐτελεύτα· τοῦτο προσθήκη τῶν συμφορῶν ἐγεγόνει καίσαρι. Ὁ δὲ βάρβαρος ἀδείας δραξάμενος, βουλὴν ἐβουλεύσατο βαθεῖαν, εἰ καὶ μὴ παρὰ Κυρίου· ἡ δὲ ᾖν βασιλέα τὸν καίσαρα ἀνειπεῖν Ῥωμαίων καὶ οὕτω περιέρχεσθαι τὰς πόλεις καὶ ὑποχειρίους ποιεῖν ἑαυτῷ· ἑλκύσαι γὰρ καὶ τῶν ἐν βασιλίδι τῶν πόλεων δυναμένων τὴν εὔνοιαν οὕτως ᾤετο. Ὁ δὲ κλεινὸς καῖσαρ πρῶτον μὲν ἐδυσφόρει καὶ ἤσχαλλε καὶ πάντα κάλων, ὅ φασιν, ἐκίνει ὥστε διαδρᾶναι τὸ δρᾶμα. Ἐπεὶ δ' εἰς μέσον τοῦ ἔργου αὐτὸν ὁ βάρβαρος καὶ ἄκοντα ὤθησε, γενναιότερον ἤρξατο τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ πρὸς τοὺς ἐν τῇ πόλει διεπέμπετο λάθρᾳ καὶ πάντων μικροῦ δεῖν τὰς γνώμας πρὸς ἑαυτὸν ἐφειλκύσατο. Πᾶσι γὰρ ἦν ἐπέραστος ὁ ἀνὴρ ὡς πᾶσι κομῶν τοῖς καλοῖς καὶ καλοκαγαθίᾳ πάντων ὑπερέχων τῶν τότε· εἰ μὴ γοῦν τὸ θεῖον ἀντιπρᾶττον ἐφάνη, ῥᾳδίως ἂν τῶν βασιλείων σκήπτρων γέγονεν ἐγκρατής. Ἀλλὰ κινῆσαν τοῦτο τὸν ἐκτομίαν Νικηφόρον σπουδαιότερον τῶν πραγμάτων ἀντιλαβέσθαι τὰς ἐκείνων βουλὰς ἀπράκτους ἀποδέδειχεν. Ἀπογνοὺς γὰρ τῆς ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων βοηθείας πρὸς τοὺς Τούρκους διεπρεσβεύσατο καὶ τὸν Ἀρτοὺχ τοῖς τῆς ἑῴας τηνικαῦτα μέρεσιν ἐπιχωριάζοντα τὸν κατ' ἐκείνων πόλεμον ἀναδέξασθαι πέπεικε, δώροις τε χρημάτων καὶ ὑποσχέσεσι τοῦτον παραθαρρύνας· ὁ δέκαὶ γὰρ ἦν δεινὸς στρατηγόςμετὰ πλείστης ὅτι δυνάμεως κατ' ἐκείνων ἐξώρμα. 2.18 Οἱ δὲ περὶ τὸν καίσαρά τε καὶ τὸν Οὐρσέλιον πυθόμενοι τῶν Τούρκων τὴν ἔφοδον καὶ ὡς ὁ Ἀρτοὺχ πλῆθος ἀμύθητον ἐπιφερόμενον Τούρκων κατ' αὐτῶν ἔπεισιν, ὑπερβάντες τὸν λόφον, ἵναπερ τὸ φρούριον ἵδρυται τὸ ἀγχοῦ που τῶν βασιλείων τοῦ καίσαρος ὄνΜεταβολὴ τῷ φρουρίῳ τὸ ὄνομα, πρὸς τοὺς τοῦ Σόφωνος πρόποδας πεδίον ἐφηπλωμένον ἐπίμηκες εὑρόντες ἐν τούτῳ στρατοπεδεύουσι. ∆είσαντες γὰρ μὴ κυκλωθῶσιν ὑπὸ τῶν πολεμίων, ὀλίγοι ὄντες