ὑπὲρ τοῦ πάντοθεν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν πεῖσαι τὸν ἐντυγχάνοντα ὑψηλότερον καὶ πνευματικώτερον ἀκούειν τῆς θείας γραφῆς, ὅταν δοκῇ ἐν τόπῳ διδάσκειν εἶναι τὸν θεόν. ἔπρεπε δὲ ταῦτα συνεξετασθῆναι τῷ «0πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς20,» οἱονεὶ ἀφιστάντι τὴν οὐσίαν τοῦ θεοῦ ἀπὸ πάντων τῶν γεννητῶν· οἷς γὰρ οὐ κοινωνεῖ, αὐτοῖς δόξα τις θεοῦ καὶ δύναμις αὐτοῦ, καὶ, ἵν' οὕτως εἴπω, ἀποῤῥοὴ τῆς θεότητος ἐγγίνεται αὐτοῖς. 24.1 «0Ἁγιασθήτω τὸ ὄνομά σου20.» ὅτε μὲν παρίστησι τὸ μὴ γεγονέναι πω, περὶ οὗ εὔχεται, ὁτὲ δὲ τούτου τυχὼν τὸ μὴ παρα μένειν αὐτὸ καὶ τηρεῖσθαι ἀξιοῖ, φανερὸν ὅσον ἐπὶ τῇ λέξει ἐνταῦθα, ὡς μηδέπω 20ἁγιασθέντος τοῦ ὀνόματος20 τοῦ 20πατρὸς20, κελεύεσθαι λέγειν ἡμᾶς κατά γε τὸν Ματθαῖον καὶ τὸν Λουκᾶν τό· «0ἁγιασθήτω τὸ ὄνομά σου20.» καὶ πῶς, εἴποι τις ἂν, ἄνθρωπος ἀξιοῖ 20ἁγιάζεσθαι «τὸ ὄνομα20» τοῦ θεοῦ ὡς μὴ 20ἡγιασμένον20; τί «0τὸ ὄνομα20» τοῦ 20πατρὸς20 καὶ τί τὸ 20ἁγιάζεσθαι20 αὐτὸ, κατανοήσωμεν. 24.2 «0ὄνομα20» τοίνυν ἐστὶ κεφαλαιώδης προσηγορία τῆς ἰδίας ποιό τητος τοῦ ὀνομαζομένου παραστατική· οἷόν ἐστι τὶς ἰδία ποιότης Παύλου τοῦ ἀποστόλου, ἡ μέν τις τῆς ψυχῆς, καθ' ἣν τοιάδε ἐστὶν, ἡ δέ τις τοῦ νοῦ, καθ' ἣν τοιῶνδέ ἐστι θεωρητικὸς, ἡ δέ τις τοῦ σώματος αὐτοῦ, καθ' ἣν τοιόνδε ἐστί. τὸ τοίνυν τούτων τῶν ποιοτήτων ἴδιον καὶ ἀσυντρόχαστον πρὸς ἕτερον (ἄλλος γάρ τις ἀπαράλλακτος Παύλου ἐν τοῖς οὖσιν οὐκ ἔστι) δηλοῦται διὰ τῆς «Παῦλος» ὀνομασίας. ἀλλ' ἐπὶ ἀνθρώπων, οἱονεὶ ἀλλασσομένων τῶν ἰδίων ποιοτήτων, ὑγιῶς κατὰ τὴν γραφὴν ἀλλάσσεται καὶ τὰ ὀνόματα· μεταβαλούσης γὰρ τῆς τοῦ «Ἀβρὰμ» ποιότητος, ἐκλήθη «Ἀβραὰμ,» καὶ τῆς τοῦ Σίμωνος, ὁ «Πέτρος» ὠνομάσθη, καὶ τῆς τοῦ διώκοντος τὸν Ἰησοῦν «Σαοὺλ,» προσηγορεύθη ὁ «Παῦλος.» ἐπὶ δὲ θεοῦ, ὅστις αὐτός ἐστιν ἄτρεπτος καὶ ἀναλλοίωτος ἀεὶ τυγχάνων, ἕν ἐστιν ἀεὶ τὸ οἱονεὶ καὶ ἐπ' αὐτοῦ ὄνομα, τὸ «<ὁ> ὢν» ἐν τῇ Ἐξόδῳ εἰρημένον ἤ τι οὕτως ἂν λεχθησό μενον. ἐπεὶ οὖν περὶ θεοῦ πάντες μὲν ὑπολαμβάνομέν τι, ἐννοοῦντες ἅτινα δή ποτε περὶ αὐτοῦ, οὐ πάντες δὲ ὅ ἐστι (σπάνιοι γὰρ καὶ, εἰ χρὴ λέγειν, τῶν σπανίων σπανιώτεροι οἱ τὴν ἐν πᾶσιν ἁγιότητα καταλαμβάνοντες αὐτοῦ), εὐλόγως διδασκόμεθα τὴν ἐν ἡμῖν ἔννοιαν περὶ θεοῦ ἁγίαν γενέσθαι, ἵν' ἴδωμεν αὐτοῦ τὴν ἁγιότητα κτίζοντος καὶ προνοοῦντος καὶ κρίνοντος καὶ ἐκλεγομένου καὶ ἐγκαταλείποντος ἀποδεχομένου τε καὶ ἀποστρεφομένου καὶ γέρως ἀξιοῦντος καὶ κολάζον τος ἕκαστον κατὰ τὴν ἀξίαν. 24.3 ἐν τούτοις γὰρ καὶ τοῖς παραπλησίοις, ἵν' οὕτως εἴπω, χαρακτη ρίζεται ἰδία ποιότης τοῦ θεοῦ, ἥντινα νομίζω «0ὄνομα20 θεοῦ» λέγεσθαι κατὰ τὰς γραφὰς, ἐν μὲν τῇ Ἐξόδῳ· «οὐ λήψῃ 20τὸ ὄνομα20 κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ» ἐν δὲ τῷ ∆ευτερονομίῳ· «προσδοκάσθω ὡσεὶ ὑετὸς τὸ ἀπόφθεγμά μου, καταβήτω ὡσεὶ δρόσος τὰ ῥήματά μου, ὡσεὶ ὄμβρος ἐπ' ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον· ὅτι 20ὄνομα20 κυρίου ἐκάλεσα,» ἐν δὲ ψαλμοῖς· «μνησθήσονται τοῦ 20ὀνόματός σου20 ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.» ὅ τε γὰρ οἷς μὴ δεῖ ἐφαρμόζων τὴν ἔννοιαν τοῦ θεοῦ λαμβάνει «0τὸ ὄνομα20 κυρίου τοῦ θεοῦ» «ἐπὶ ματαίῳ,» ὅ τε δυνάμενος ἀποφθέγξασθαι ὑετὸν, τοῖς ἀκούουσι συνεργοῦντα τῇ καρποφορίᾳ τῶν ψυχῶν αὐτῶν, καὶ ῥήματα δρόσῳ ἐοικότα παρακλη τικὰ προσαγόμενος τῇ τε ῥύμῃ τῆς οἰκοδομῆς τῶν λόγων ὄμβρον ὠφελιμώτατον ἐπάγων τοῖς ἀκροαταῖς ἢ νιφετὸν ἀνυσιμώτατον, διὰ τοῦτο ταῦτα δύναται. ταῦτα ἐπινοήσας ἑαυτὸν δεόμενον θεοῦ τοῦ τελειοῦντος καλεῖ παρ' ἑαυτὸν τὸν τῶν προειρημένων κυρίως χορηγόν· πᾶς τε τρανῶν καὶ τὰ περὶ τοῦ θεοῦ ὑπομιμνήσκεται μᾶλλον ἢ μανθάνει, κἂν ἀπό τινος ἀκούειν δοκῇ ἢ εὑρίσκειν νομίζῃ τὰ τῆς θεοσεβείας μυστήρια. 24.4 ὥσπερ δὲ τὰ ἐνθάδε δεῖ νοεῖν τὸν εὐχόμενον, αἰτεῖν αὐτὸν 20ἁγιασθῆναι «τὸ ὄνομα20» τοῦ θεοῦ· οὕτως ἐν ψαλμοῖς τὸ «ὑψώσωμεν 20τὸ ὄνομα20 αὐτοῦ ἐπὶ τὸ αὐτὸ» λέγεται, προστάσσοντος τοῦ προφήτου μετὰ πάσης συμφωνίας ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ φθάσαι ἐπὶ τὴν ἀληθῆ καὶ ὑψηλὴν γνῶσιν τῆς ἰδιότητος τοῦ θεοῦ. τοῦτο γάρ