παρ' αὐτῷ δυτικόν), τῷ δὲ δυτικῷ μέρει, ἔνθα ὁ τῆς ἐκκλησίας πυλών, τὸ ὀνοζύγιον, ἐν ᾧ εἰώθει καθέζεσθαι, πρὸ τῆς πύλης κελεύσας στῆναι εἰς περι σπασμὸν τῶν λαῶν ἐκεῖθεν αὐτὸν προσδοκώντων, συνεξελθόντος αὐτῷ καὶ τοῦ ἀγγέλου, μὴ φέροντος τὴν ἐρημίαν τῆς ἐκκλησίας, ἣν ἀρχαὶ πονηραὶ καὶ ἐξουσίαι εἰργάσαντο, καθάπερ θεατρο νόμιον ἀποδείξασαι. "ὡς μὲν γὰρ ἐν θεάτρῳ κλωσμὸς ἦν, συριττόντων τῶν ἀσεβῶν, καταμωκωμένων, ἄμετρα διασυρόν των Ἰουδαίων τε καὶ Ἑλλήνων· ὡς δ' ἐν εἱρκτῇ πληγαὶ καὶ 62 κατὰ σπλάγχνων φερόμεναι βάσανοι ὑπὸ τῶν στρατιωτῶν· κατατάσεις δὲ τῆς ὅλης δυνάμεως τῆς ψυχῆς διά τε τὴν τοῦ διδασκάλου ἀφαίρεσιν καὶ διὰ τὴν εἰς τὸ θεῖον βλασφημίαν"· ἔνθα γὰρ "ἁμαρτημάτων ἄφεσις," ἐκεῖ "αἱμάτων ἔκχυσις" ἐγίνετο. μετὰ δὲ τὸν ἄφατον καὶ δυσερμήνευτον ἐκεῖνον σκότον, φλὸξ ἀπὸ μέσου τοῦ θρόνου, ἐν ᾧ εἰώθει ὁ Ἰωάννης καθέζεσθαι, καθάπερ ἐν μέσῳ σώματι κειμένη καρδία τοῖς λοιποῖς ἐξη γεῖσθαι μέλεσι τὰ τοῦ Κυρίου λόγια, φανεῖσα ἐπεζήτει τὸν ὑπο φήτην τοῦ λόγου· ὃν οὐχ εὑροῦσα κατεβόσκετο τὴν σκευωρίαν. δενδρωθεῖσα δὲ εἰς ὕφος εἷρψεν διὰ τῶν ἁλύσεων ἐπὶ τὴν στέ γην· ἔχεως δὲ δίκην τὴν γαστέρα φαγοῦσα, ἐπὶ νῶτον ἐφέρετο τῶν δωμάτων τῆς ἐκκλησίας, "μισθὸν τῆς ἀδικίας" ὥσπερ τὴν ἐπὶ ταύτῃ ὡρισμένην δίκην ἀποδιδόντος Θεοῦ εἰς σωφρονισμὸν καὶ νουθεσίαν τῶν οὐκ εἰδότων γε νουθετεῖσθαι <ἢ> διὰ τῆς ὄψεως τῶν τοιούτων θεηλάτων κακῶν· οὐ μόνον δέ, ἀλλὰ καὶ μνημεῖον ὑπολείψας τῆς ἀγρίας συνόδου. καὶ οὐ θαυμαστὸν περὶ τῆς ἐκκλησίας, ὅπου γε καὶ τὴν καλουμένην παρὰ τοῖς ἔξω σύγκλητον, ἀπὸ πολλῶν βημάτων κειμένην ἀντικρὺ τῆς ἐκκλησίας ἐκ μεσημβρίας, φρονίμως τὸ πῦρ, καθάπερ γέφυραν τὸν ἀγοραῖον δῆμον τὸν διὰ μέσου διαπερᾶσαν, ἐλυμήνατο, οὐ πρότερον τὸ μέρος τὸ πλησιάζον τῇ ἐκκλησίᾳ, ἵνα μὴ τὸ πάθος τῇ ἐγγύτητι ἐπιγράψωμεν, ἀλλὰ τὸ μέρος τὸ ἐπὶ τὴν αὐλὴν τῶν βασιλέων, ἵνα τὸ θαῦμα τοῦ πράγματος θεήλατον παρα στήσῃ τὸ σόφισμα (ἦν γὰρ ἰδεῖν μεταξὺ δύο ὀρέων πυρίνων τοὺς δήμους ἀβλαβῶς ἐπὶ τὰς οἰκείας χρείας διαπερῶντας). οὕτω δὲ περιπετόμενον τὸ πῦρ καὶ κυμαῖνον, καθάπερ θάλασσα 63 βιαίῳ νότῳ ῥιπιζομένη, ὥσπερ ὑπὸ συνθήματι βαδίζον, ἀφειδῶς ἁπτόμενον τῶν κύκλῳ δωμάτων, μόνου ἐφρόντιζε τοῦ οἰκίσκου, ἐν ᾧ τῶν ἱερῶν σκευῶν ἀπέκειτο τὸ πλῆθος, οὐ τὸν χρυσὸν αἰδούμενον ἢ τὴν λοιπὴν τοῦ ἀργύρου ὕλην, ἀλλ' ἵνα μὴ τοῖς συκοφάνταις χώραν τοῦ ψεύδους παράσχῃ κατὰ τοῦ δικαίου, ὡς αὐτοῦ σφετερισαμένου τι τῶν καλλίστων. οὕτω δὲ διακινοῦν τὸ πῦρ ἀνεχαίτιζεν εἰς τοὐπίσω, τὸν φθόνον ἐξιχνιάζον τῶν ταῦτα πραξάντων, εἰς ἔλεγχον τῆς Θεοφίλου μανίας, ὅπου κατασκευάζει διὰ τὰ κειμήλια αὐτὸν ἐκβεβληκέναι. καὶ ἀπο βολὴ μὲν ψυχῆς ἐν τοσούτοις ὄχλοις ὑπὸ πυρὸς οὐδεμία γεγέ νηται, οὐ λογικοῦ, οὐκ ἀλόγου· ὁ δὲ ῥύπος τῶν ἐναγῶς ἐκεῖσε ἀναστρεφομένων τῇ τοῦ πυρὸς ἀπεπλύνετο δυνάμει, ἀπὸ ἕκτης ὥρας μέχρις ἐνάτης ἐν τρισὶν ὥραις ἡμεριναῖς πολυχρονίου ἔργου ἀφανισθέντος. <ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ> {Ο ∆ΙΑΚ.} Εἶτα, πάτερ, τούτων οὕτως ἀνυομένων, ποῦ διέ τριβεν ὁ μακάριος Ἰωάννης ἢ οἱ λοιποὶ τῶν ἐπισκόπων; {Ο ΕΠΙΣΚ.} Οἱ μὲν λοιποὶ τῶν ἐπισκόπων, οἱ μὲν συνε κλείοντο, οἱ δὲ καὶ ἐσύροντο, ἄλλοι δὲ καὶ ἐκρύβησαν· Ἰωάννης δὲ σὺν Κυριακῷ καὶ Εὐλυσίῳ παρὰ στρατιωτῶν τοῦ ἐπάρχου δέσμιοι εἰς Βιθυνίαν κατείχοντο κόλασιν ἀπειλούμενοι ἐπὶ τῇ ἐμπρήσει τῆς ἐκκλησίας. ὕστερον δὲ ὁ μὲν Κυριακὸς καὶ Εὐλύσιος δέσμιοι ἀχθέντες ἅμα λοιποῖς κληρικοῖς, ἀθῷοι ἀπο φανθέντες ἀπελύθησαν· ὁ δὲ ἅγιος Ἰωάννης πρὸς ταῖς λοιπαῖς παῤῥησίαις καὶ ταύτην τελευτείαν αὐτοῖς ἀπέστειλεν, εἰπών· "Εἰ καὶ ἐν τοῖς ἄλλοις οὐ δεδώκατέ μοι χώραν ἀπολογίας, κἂν γοῦν εἰς τὰ κατὰ τὴν ἐκκλησίαν ἀκουσθῶ, εἴ γε αἴτιος, ὥς φατε, γέγονα τῆς καύσεως." οὕτως μηδ' ἐν τούτῳ ἀκουσθεὶς πέμπεται διὰ στρατιωτῶν εἰς ἐρημοτάτην πολίχνην τῆς Ἀρμενίας, νύκτωρ καὶ μεθ' ἡμέραν πολιορκουμένην ὑπὸ τῶν Ἰσαύρων, ἐπὶ τὸ 64 σφαγῆναι· Κουκουσὸς δέ ἐστιν αὕτη. Ἀρσάκιος δὲ ὁ ἀδελφὸς τοῦ μακαρίου Νεκταρίου ἀντεισήγετο τῷ τόπῳ τοῦ Ἰωάννου,