κατὰ τὸ ἑκάστῳ δοκοῦν ἐρευγόμενοι, πῶς οὐκ ἂν εἶναι νοοῖντο στοχασταὶ μᾶλλον, καὶ οὐ τῆς ἀληθείας ἐπιστήμονες; Οἱ μὲν γὰρ ἕνα τὸν κόσμον, οἱ δὲ πολλούς, ἕτεροι δὲ γενητόν, εἰσὶ δὲ οἳ τούτοις εἰσάπαν ἀνθεστηκότες καὶ διάφοροι τὰς γνώμας ἄφθαρτόν τε καὶ ἀγένητον εἶναι λέγουσιν αὐτόν· καὶ οἱ μὲν προνοίᾳ Θεοῦ διοικούμενον, οἱ δὲ καὶ προνοίας δίχα καὶ τὴν τῶν στοιχείων εὔτακτον κίνησιν αὐτοματισμοῖς καὶ συμβεβηκόσιν ἐκνενεμήκασι· καὶ οἱ μὲν ἐψυχῶσθαί φασιν αὐτόν, οἱ δὲ οὔτε ἔμψυχον οὔτε νοερόν· καὶ ἁπαξαπλῶς κατίδοι τις ἂν οἰονεὶ μεθύοντα τῇδε κἀκεῖσε διαρριπτούμενον τὸν ἐφ' ἑκάστῳ λόγον αὐτοῖς. Ἐπειδὴ δὲ τὸν Πλάτωνα τῶν ἄλλων ἐκκεκρικὼς ταῖς αὐτοῦ μάλιστα δόξαις ἐμφιλοχωρεῖ, φαίην ἂν ὅτι Πλάτων τε καὶ Πυθαγόρας δοξάζουσι μέν πως ἐπιεικέστερον περί τε Θεοῦ καὶ κόσμου· συνειλόχασι δὲ τὴν εἰς τοῦτο παίδευσιν εἴτουν ἐπιστήμην Αἰγυπτίοις ἐμβεβληκότες, παρ' οἷς δὴ πολὺς ὁ περὶ τοῦ πανσόφου Μωσέως λόγος ἦν καὶ τῶν παρ' αὐτῷ δογμάτων τὸ θαῦμα τετίμητο. Πλὴν αὐτόν τέ φασιν ἑαυτῷ τὸν Πλάτωνα τἀναντία δοξάσαι, καὶ αὐτῷ φοιτήσαντα τὸν Ἀριστοτέλη μὴ τὰ αὐτοῦ μᾶλλον ἑλέσθαι φρονεῖν, ἀντιφέρεσθαι δὲ καὶ ἀντεξάγειν αὐτῷ. Φησὶ γὰρ ὁ Πορφύριος δοξάσαι τὸν Πλάτωνα περὶ οὐρανοῦ, φάναι τε ὅτι τὸ σωματοειδὲς αὐτοῦ συνέστη ἀπὸ τῶν τεσσάρων στοιχείων, ἀλλήλοις ὑπὸ ψυχῆς συμπεφωνηκότων· ∆ιό, φησί, καὶ νῦν συμμιγὴς μένει καὶ κατὰ τὸ πλεονάζον ὠνόμασται. 2.17 Ἐτυμολογεῖ δέ, οἶμαι, τοὔνομα καὶ κεκλῆσθαί φησιν οὐρανὸν οἷον ὁρατὸν ὄντα τινά, ἵν' ἐκ τοῦ ὁρᾶσθαι νοοῖτό τις οὐρανός. Ἀριστοτέλει γε μὴν οὐχ ὧδε ταῦτ' ἔχειν ἐδόκει. Πόθεν; Οὐ γάρ τοί φησι συντεθεῖσθαι τὸν οὐρανόν, οὔτε μὴν ἐκ τεσσάρων εἶναι στοιχείων, ἐπινοεῖ δὲ πέμπτον τι σῶμα τῶν τεσσάρων ἀμέτοχον καὶ ὁλοτρόπως ἠμοιρηκός. Καὶ ὁ μὲν Πλάτων ἔμψυχόν τε τὸν κόσμον φησὶ καὶ ζῷον νοερόν, ἐφίστησι δὲ καὶ πρόνοιαν αὐτῷ· ὁ δ' αὐτοῦ πάλιν φοιτητὴς οὐχ ὧδε πεφρόνηκεν· οὔτε γὰρ ἔμψυχον ὅλον δι' ὅλων οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον. Καὶ αὖθις ὁ μὲν γενητόν τε καὶ φθαρτὸν τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν διορίζεται, ὁ δὲ οὐδὲ γενητὸν δίδωσιν αὐτὸν ἀλλ' ὡς ἄφθαρτον καὶ ἀγένητον. Καὶ πάλιν ὁ μὲν δὴ δεινὸς καὶ διαβόητος Πλάτων τρεῖς ἀρχὰς εἶναι τοῦ παντὸς διορίζεται, Θεὸν καὶ ὕλην καὶ εἶδος· καὶ Θεὸν μὲν εἶναί φησι τὸν ποιητήν, ὕλην δὲ τὸ ὑποκείμενον, εἶδος δὲ τὸ ἑκάστου τῶν γινομένων παράδειγμα· ἀντανίσταται δὲ πάλιν Ἀριστοτέλης αὐτῷ καὶ οὐ συμβαίνει καθάπαξ· τὸ γὰρ εἶδος ἀρχὴν ἢ φρονεῖν ἢ λέγειν οὐκ ἀξιοῖ, δύο δὲ εἶναί φησι τὰς ἀρχάς, Θεὸν καὶ ὕλην. Τρεῖς δὲ δὴ πάλιν ὁ Πλάτων τὰς τῶν ὅλων ἀρχὰς εἶναι λέγων, Θεόν τε καὶ ὕλην καὶ εἶδος, προσεπάγει καὶ τετάρτην, ἣν δὴ καθόλου ψυχὴν ὀνομάζει. Καὶ πρός γε δὴ τούτῳ τὴν ὕλην ἀγένητον εἰπών, καὶ γενητὴν αὐτὴν εἶναί φησι· εἶτα τὸ εἶδος, ὅ τί ποτέ ἐστιν, ὑφεστάναι δοὺς αὐτὸ καθ' ἑαυτό, μάχεται τοῖς ἰδίοις αὐτοῦ εὑρήμασιν· ἔφη γὰρ ἐν τοῖς τοῦ Θεοῦ νοήμασιν ὑπάρχειν αὐτὸ καὶ οὐκ ἰδίαν ὕπαρξιν ἔχειν, ἤγουν οὐσίωσιν. 2.18 Τίσιν οὖν ἄρα προσνενευκότες οἱ τῆς ἀληθείας ἐρευνηταὶ τὴν ἀμώμητον καὶ ἀπλανεστάτην διᾴττοιεν τρίβον; Τίνα τῶν ὠνομασμένων τοῦ ψευδοεπεῖν ἀπαλλάξομεν; Τίνι τὴν ψῆφον τοῦ κατὰ μηδένα διαπταῖσαι τρόπον ἀπονέμειν ἄξιον; Μᾶλλον δὲ πῶς ἂν εἶεν ἀξιόχρεῳ πρός γε τὸ δεῖν ἀναπεῖσαί τινας οἵ γε τοσοῦτον διημαρτήκασι τἀληθοῦς ὡς μὴ μόνον ἀλλήλοις ἀλλὰ καὶ αὐτοὺς ταῖς σφῶν ἀντιφέρεσθαι δόξαις; Ἐπαινεῖ δὲ ταῦτα καὶ κατατέθηπεν ὁ πάνσοφος Ἰουλιανός, καὶ κατασκώπτει μὲν τὰ Μωσέως, ἄνω δὲ καὶ κάτω τὰ πάντα κυκῶν τοὺς Πλάτωνος λόγους ἀντιπαρεξάγειν αὐτοῖς ἀποτολμᾷ, καί φησι· {ΙΟΥΛΙΑΝΟΣ} Ἐνταῦθα παραβάλωμεν, εἰ βούλεσθε, τὰ τοῦ