ὑποπόδιον ἡ γῆ, ἀλλὰ φθάνει ἡ δύναμις καὶ μέχρι καταχθονίων. 6.9 Εἷς ἐστι πανταχοῦ παρὼν, πάντα βλέπων, πάντα νοῶν, πάντα διὰ Χριστοῦ κατασκευάζων. [Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.] Πηγὴ παντὸς ἀγαθοῦ μεγίστη καὶ ἀνελλιπὴς, ποταμὸς εὐεργεσιῶν, φῶς ἀΐδιον, ἀνελλιπῶς ἀπαστράπτον, δύναμις ἀκαταγώνιστος ταῖς ἀσθενείαις [ἡμῶν] συμπεριφερομένη· οὗ μηδὲ τὸ ὄνομα φέρομεν ἀκοῦσαι. Ἢ ἴχνος Κυρίου εὑρήσεις, φησὶν ὁ Ἰὼβ, ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ; Εἰ τὰ ἔσχατα τῶν ποιημάτων οὐ καταλαμβάνεται, ἆρα ὁ τὰ πάντα ποιήσας καταληφθήσεται; Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, οὐδ' ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐ τόν. Εἰ ἃ ἡτοίμασεν ὁ Θεὸς, ἀπερίληπτα τυγχάνει ταῖς ἡμετέραις διανοίαις, αὐτὸν ἆρα τὸν ἑτοιμάσαντα τῷ νῷ περιλαμβάνειν δυνάμεθα; Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ, φησιν ὁ Ἀπόστολος. Εἰ τὰ κρίματα καὶ αἱ ὁδοὶ ἀκατάληπτα καθέστηκεν, αὐτὸς ἆρα καταληφθήσεται; 6.10 Τοσούτου τοίνυν ὄντος τοῦ Θεοῦ καὶ ἔτι μείζονος (οὐδὲ γὰρ ἐὰν ὅλην μου τὴν ὑπόστασιν εἰς γλῶσσαν μεταβαλῶ, δύναμαι τὸ κατ' ἀξίαν εἰπεῖν· μᾶλλον δὲ οὐδ' εἰ πάντες ἄγγελοι συνέλθοιεν, οὔπω τὸ κατ' ἀξίαν ἐροῦσι)· τοσούτου τοίνυν ὄντος ἀγαθοῦ καὶ μεγάλου τοῦ Θεοῦ, ἄνθρωπος λίθον γλύψας, τῷ λίθῳ εἶπεν, Θεός μου εἶ σύ. Ὦ μεγάλης ἀβλεψίας, ἐκ τοσούτου μεγέθους εἰς τοσαύτην ταπεινότητα κατελθούσης! Τὸ ξύλον ὅπερ ὁ Θεὸς ἐφύτευσεν, καὶ ὑετὸς ἐμήκυνε, καὶ ὕστερον κατακαυθὲν καὶ σποδὸς διάπυρος γινόμενον, τοῦτο μὲν Θεὸς ἀναγορεύεται· ὁ δὲ ἀληθὴς Θεὸς καταφρονεῖται. Ἐπεδαψιλεύσατο δὲ ἡ πονηρία τῆς εἰδωλολατρίας· καὶ αἴλουρος καὶ λύκος καὶ κύων ἀντὶ Θεοῦ προσεκυνήθησαν, καὶ λέων ἀνθρωποβόρος ἀντὶ τοῦ Θεοῦ τοῦ φιλανθρωποτάτου προσεκυνήθη. Ὄφις καὶ δράκων, ἀντίμιμοι τοῦ ἐκβαλόντος ἡμᾶς ἐκ παραδείσου, προσεκυνήθησαν· καὶ ὁ τὸν παράδεισον φυτεύσας κατεφρονήθη. Αἰσχύνομαι λέγειν, πλὴν λέγω· καὶ κρόμμυα γὰρ ἤδη παρά τισι προσεκυνήθη. Οἶνος ἐδόθη, ἵνα εὐφραίνῃ καρδίαν ἀνθρώπου· καὶ ∆ιόνυσος ἀντὶ Θεοῦ προσεκυνήθη. Σῖτον ὁ Θεὸς εἰργάσατο διὰ τοῦ εἰπεῖν, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος [καὶ καθ' ὁμοιότητα], ἵνα ἄρτος στηρίσῃ καρδίαν ἀνθρώπου· καὶ πόθεν ἡ ∆ήμητρα προσεκυνήθη; Τὸ πῦρ ἐκ λίθων συγκρούσεως ἐξέρχεται μέχρι σήμερον· καὶ πόθεν Ἥφαιστος, πυρὸς ποιητής; 6.11 Πόθεν ἡ πολύθεος τῶν Ἑλλήνων πλάνη; Ἀσώματος ὁ Θεός· καὶ πόθεν μοιχεῖαι παρὰ τοῖς ὑπ' αὐτῶν λεγομένοις θεοῖς κατηγοροῦνται; Σιωπῶ τὰς ∆ιὸς εἰς κύκνον μεταβολάς· αἰσχύνομαι λέγων τὰς εἰς ταῦρον μεταμορφώσεις ἀνάξια γὰρ θεοῦ τὰ μυκήματα. Μοιχὸς ὁ παρ' Ἕλλησι θεὸς ηὕρηται, καὶ οὐκ αἰδοῦνται. Εἰ γὰρ μοιχός ἐστι, θεὸς μὴ καλείσθω. Καὶ θανάτους καὶ ἀποπτώσεις καὶ κεραυνώσεις τῶν παρ' αὐτοῖς λέγουσι θεῶν. Βλέπεις ἐκ πόσου μεγέθους ποῦ κατεληλύθασιν; Μή τι ἆρα μάτην Υἱὸς Θεοῦ κατῆλθεν ἐξ οὐρανοῦ, ἢ ἵνα τὸ τηλικοῦτον τραῦμα θεραπεύσῃ; Μή τι μάτην ἦλθεν ὁ Υἱὸς, ἵνα ὁ Πατὴρ ἐπιγνωσθῇ; Ἐπέγνως, τί ἐκίνησεν ἐκ δεξιῶν θρόνων κατελθεῖν τὸν μονογενῆ. Πατὴρ κατεφρονεῖτο, ἔδει Υἱὸν διορθώσασθαι τὴν πλάνην. Ἔδει γὰρ τὸν, δι' οὗ ἐγένετο τὰ πάντα, τῷ δεσπότῃ τῶν ἁπάντων προσενεγκεῖν τὰ πάντα. Ἔδει θεραπευθῆναι τὸ τραῦμα· τί γὰρ ἦν ταύτης τῆς νόσου χεῖρον, ἢ ἵνα λίθος ἀντὶ Θεοῦ προσκυνηθῇ; 6.12 ΠΕΡΙ ΑΙΡΕΣΕΩΝ. Καὶ οὐ μόνον ἐν τοῖς ἐθνικοῖς ἐπηγωνίσατο ταῦτα ὁ διάβολος· ἀλλὰ γὰρ ἤδη καὶ πολλοὶ τῶν χριστιανῶν ψευδῶς λεγομένων, τῶν τῷ εὐωδεστάτῳ Χριστοῦ ὀνόματι κακῶς προσαγορευομένων, ἐτόλμησαν ἀσεβῶς ἀπαλλοτριῶσαι τὸν Θεὸν τῶν οἰκείων ποιημάτων. Τοὺς τῶν αἱρετικῶν λέγω παῖδας, τοὺς δυσωνύμους καὶ ἀθεωτάτους, τοὺς προσποιουμένους μὲν εἶναι φιλοχρίστους, μισοχρίστους δὲ παντελῶς. Ὁ γὰρ τὸν πατέρα τοῦ Χριστοῦ δυσφημῶν, ἐχθρός ἐστι τοῦ υἱοῦ. Ἐτόλμησαν εἰπεῖν οὗτοι δύο θεότητας, μίαν ἀγαθὴν καὶ μίαν κακήν. Ὦ