πρὶν ἢ φθάσαι τὸν στό λον, τοῦ βασιλέως πολλὰ θρηνήσαντος καὶ ἀποδυραμένου. 12. Νικήτα δὲ τοῦ ἐπὶ τῆς τραπέζης τοῦ Ξυλινίτου κατ ηγορηθέντος ὡς φιλουμένου παρὰ τῆς Αὐγούστης, τοῦτον ὁ βα σιλεὺς ἀποκείρας μοναχὸν ἐποίησεν· ὃς ἐπὶ βασιλείᾳ Λέοντος γέγο νεν οἰκονόμος τῆς μεγάλης ἐκκλησίας, καὶ τελευτήσας τίθεται ἐν τῇ μονῇ ἣν αὐτὸς κατεσκεύασε, καὶ ἀπέκειρε τὰς αὐτοῦ ἀδελφάς. 13. Πολλὰ δὲ χαλκουργήματα κατέαξεν ὁ βασιλεὺς λόγῳ τῆς Νέας ἐκκλησίας. ἀλλὰ καὶ μάρμαρα καὶ ψηφῖδας καὶ κίονας ἐκ πολλῶν ἐκκλησιῶν καὶ οἴκων ἀνέλαβεν εἰς κατασκευὴν αὐτῆς. ἐν οἷς στήλη ἵστατο χαλκῆ σχῆμα ἔχουσα ἐπισκόπου· ἐκράτει δὲ ἡ αὐτὴ στήλη ἐν τῇ χειρὶ ῥάβδον ἔχουσαν ὄφιν ἐντετυλιγμένον. ταύτην καταγαγόντες ἀπέθηκαν ἐν τῷ βεστιαρίῳ. κατελθόντος δὲ τοῦ βασιλέως καὶ ἀπελθόντος ἔνθα ἵστατο ἡ στήλη ὀρθή, ἐνέ βαλε τοὺς δακτύλους αὐτοῦ ἐπὶ τὸ στόμα τοῦ ὄφεως, ὢν δὲ ἔνδον 844 ζῶν ὄφις ἔδακνε τοῦ βασιλέως τὸν δάκτυλον· ὃς μόλις δι' ἀντι φαρμάκων ἰάθη, θαυμασάντων ἐπὶ τούτῳ πάντων. 14. Ἀλλὰ καὶ τὴν στήλην Σολομῶντος ἐν τῇ βασιλικῇ οὖσαν μεγίστην κατεάξας προσέταξεν ἐν ὀνόματι αὐτοῦ ἐκτυπωθῆ ναι καὶ τεθῆναι κάτωθεν ἐν τοῖς θεμελίοις τῆς αὐτῆς Νέας ἐκ κλησίας, ὡς θυσίαν ἑαυτὸν τῷ τοιούτῳ κτίσματι τῷ θεῷ προσ άγων. 15. Ἐπεστράτευσε δὲ πάλιν ὁ βασιλεὺς κατὰ Μελιτηνῆς, καὶ αἰχμαλωσίαν ποιησάμενος καὶ πολλοὺς πολέμους κατορθώσας ὑπέστρεψεν. 16. Τελευτᾷ δὲ Ἰγνάτιος ὁ πατριάρχης, καὶ ἀντ' αὐτοῦ πάλιν ἀναβιβάζει Φώτιον πατριάρχην τὸ δεύτερον αὐτοῦ ὁ βασι λεύς. μετὰ δὲ ταῦτα ἐν ἐξορίᾳ τελευτήσαντος Φωτίου πατριάρχου ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν μονῇ τῇ λεγομένῃ τοῦ Ἰερεμίου ἐν τῷ Μαρδοσαγάρῃ, οὔσης πρότερον καθολικῆς ἐκκλησίας, αὐτὸς δὲ Φώτιος ἐποίησεν αὐτὴν μονὴν γυναικείαν. 17. Πάλιν δὲ ἐκστρατεύει ὁ βασιλεὺς εἰς Γερμανικίαν, καὶ ταύτην ἐκπορθήσας καὶ αἰχμαλωτίσας ὑπέστρεψε. 18. Τελευτᾷ δὲ Κωνσταντῖνος ὁ υἱὸς Μιχαὴλ βασιλέως ἐξ Εὐδοκίας, ὡς δὲ λόγος, υἱὸς Βασιλείου· ὃν πολλὰ ἐθρήνησε Βασίλειος, πολλὰ στέργων αὐτόν. καὶ ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν τοῖς τάφοις τῶν βασιλέων. 845 19. Μαΐῳ αʹ ἐγκαινίζεται καὶ ἐνθρονίζεται ἡ Νέα ἐκκλησία, ἣν ἔκτισεν ὁ βασιλεὺς καὶ ἐκαλλώπισε κόσμῳ πολλῷ, παρὰ Φω τίου πατριάρχου, τοῦ βασιλέως λῶρον φορέσαντος καὶ χρήματα πολλὰ δόντος καὶ Νέαν αὐτὴν ἐπονομάσαντος. 20. Ἀπεστάλη δὲ παρὰ τοῦ βασιλέως Προκόπιος πρωτο βεστιάριος μετὰ πάντων τῶν δυτικῶν θεμάτων, ὄντος Εὐπραξίου στρατηλάτου εἰς Σικελίαν, καὶ εἰς Κεφαληνίαν τοῦ Μουσουλίκη, εἰς δὲ τὸ ∆υρράχιον τοῦ Ῥαβδούχου καὶ ἐν τῇ Πελοποννήσῳ τοῦ Ὀνιάτου καὶ τοῦ Ἀποστύππου· ὅστις Προκόπιος πολλὰς πράξεις καὶ ἀνδραγαθίας ἐργασάμενος ἐσχάτως πολέμου γεγονότος καὶ προδοθέντος ὑπὸ τοῦ Ἀποστύππης ἐσφάγη. 21. Λέων δὲ ὁ Σαλιβαρᾶς συνοψίζει Φωτίῳ πατριάρχῃ Θεόδωρον μοναχόν, ἀρχιεπίσκοπον Εὐχαϊτῶν, ὡς εὐλαβῆ καὶ ποιοῦντα τεράστια καὶ προορατικόν. Φώτιος δὲ τοῦτον τῷ βασι λεῖ μεσιτεύει καὶ συνοψίζει. εἰς ὃν ὁ βασιλεὺς ἀρεσθεὶς πρὸς γὰρ τὰς ἐπιθυμίας αὐτοῦ διέκειτο εἶχεν οὖν αὐτὸν ἐν τιμῇ πολλῇ. ὃς ἀθυμοῦντα τὸν βασιλέα περὶ τοῦ τελευτήσαντος υἱοῦ αὐτοῦ Κωνσταντίνου, διὰ τὸ φίλτρον ὅπερ εἰς αὐτὸν εἶχεν, ἐπλάνα, καὶ ἐπηγγέλλετο δεῖξαι ζῶντα τῷ βασιλεῖ. ὃ καὶ ἐποίησεν· ἐν γὰρ λόχμῃ τινὶ διερχομένῳ τῷ βασιλεῖ φάντασμα συνήντησεν ἔφιππον, χρυσοΰφαντον ἐνδεδυμένον, ἐν εἴδει τοῦ Κωνσταντίνου. ὃ καὶ 846 ὀφθαλμοῖς εἶδεν καὶ περιπλακεὶς κατεφίλησε. καὶ γεγονότος ἀφα νοῦς, αὐτὸν ἰδεῖν ὑπελάμβανε, καὶ ὡς οὐ πεπλάνηται. διὸ καὶ μονὴν ἐκεῖσε κτίσας ἐπωνόμασεν αὐτὴν τοῦ ἁγίου Κωνσταντίνου. 22 τούτοις καὶ ἑτέροις πλείστοις, ὡς ἐκ τῶν Ἀπολλωνίου ἀκρι βῶς μεμυημένος, ὁ λεγόμενος Σανταβαρηνὸς ἐποίησε τὸν βασιλέα πίστιν πολλὴν κεκτῆσθαι πρὸς αὐτόν. 23. Ἠγάγετο δὲ ὁ βασιλεὺς Λέοντι τῷ βασιλεῖ θυγατέρα Μαρτινακίου, ἣν καὶ ἔστεψεν, ποιήσας τοὺς γάμους ἐν τῇ Μα γναύρᾳ καὶ ἐν τοῖς ιθʹ ἀκουβίτοις. 24. Ἐκατηγορήθη δὲ Λέων ὁ βασιλεὺς παρὰ Σανταβα ρηνοῦ εἰς τὸν πατέρα αὐτοῦ ὡς ὅτι μαχαίριον ἐπιφέρεται βουλό μενος ἀνελεῖν σε μετ' αὐτοῦ· ὅπερ αὐτὸς μαχαίριον διὰ δολίας συμβουλῆς