ὑπὸ πολλῶν, καὶ διαφθαρεῖεν, πεδίον στενὸν ἐξελέξαντο, τὸν ἐκ τοῦ Σόφωνος κατιόντα ποταμὸν ἀντὶ χάρακος προβαλλόμενοι. Ὁ δὲ Ἀρτοὺχ περαιωθεὶς τὸν Σαγγάριον καὶ ἐπὶ τὴν Μεταβολὴν φθάσας, ἐπεὶ μὴ εὗρε τὸν καίσαρά τε καὶ τὸν Οὐρσέλιον, διέβαινε καὶ αὐτὸς τὰ ἐκεῖσε στενὰ καὶ πρὸς τῇ κεφαλῇ τοῦ ὄρους γενόμενος, ὃ Μαροξὸς καλεῖται, ἐστρατοπέδευσε κἀκεῖθεν τοὺς πολεμίους περιεσκόπει ἐγγύς που τοῦ χωρίου ὃ Τρισέα καλεῖται στρατοπεδεύοντας. Αὐτίκα γοῦν προσέβαλλε τούτοις καὶ πρῶτον μὲν ἀκροβολισμοῖς διὰ τῶν ὑψηλῶν ἐχρῆτο, ἔπειτα εἰς λόχους τρεῖς τὸ στράτευμα διελὼν κυκλοῦν ἐπειρᾶτο τοὺς περὶ τὸν Οὐρσέλιον καὶ τὸν καίσαρα. Ἀλλὰ κατὰ νώτου μὲν γενέσθαι οὐκ ἠδύναντο οἱ πολέμιοι, ἅτε τοῦ ὄρους τούτους ἀπείργοντος· τοῖς δὲ τρισὶ μέρεσιν ἐπετίθεντο ἰσχυρῶς καὶ οὕτω διασπᾶν τὸ συνεχὲς τῆς τῶν Λατίνων φάλαγγος ἐπεχείρουν. Οἱ δὲ ὀλίγοι ὑπὸ τῶν πολλῶν πιεζόμενοι καὶ τῶν ἵππων αὐτῶν τοῖς βέλεσι βαλλομένων πάντοθεν, δεῖν ᾠήθησαν ὁμόσε χωρῆσαι τοῖς πολεμίοις ὥστε καταπλῆξαι τούτους τῷ σφοδρῷ τῶν ἵππων· παρακαλέσαντες οὖν ἀλλήλους καὶ συνασπίσαντες ἀκρατῶς ἐξήλαυνον· ἐκ τούτου ξυνέβη πολλοὺς μὲν τῶν πολεμίων περιπεσεῖν, αὐτοὺς δὲ κυκλωθέντας ὑπὸ τοῦ πλήθους, πολλοὺς μὲν ἀναιρεθῆναι, τοὺς πλείονας δὲ ληφθῆναι· ἑάλω δὲ σὺν τούτοις καὶ ὁ καῖσαρ καὶ ὁ Οὐρσέλιος. Ὁ γοῦν Ἀρτοὺχ ἡσθεὶς τῇ νίκῃ τὸν μὲν Οὐρσέλιον λύτρον λαβὼν ἀπέδοτο τοῖς αὐτοῦ, τὸν δὲ καίσαρα ἔχων ἀπῄει ὡς ἐπὶ τὴν ἄνω Φρυγίαν. Οἱ δὲ περὶ τὸν βασιλέα Μιχαὴλ πυθόμενοι τὰ ξυμβάντα πέμπουσι τοὺς ἐξωνησομένους τὸν καίσαρα καὶ ἀποδίδωσι τοῦτον ὁ βάρβαρος συχνὰ χρήματα λαβών. Ὁ δὲ πλησίον τῆς βασιλίδος τῶν πόλεων γενόμενος καὶ δείσας μή τι καὶ πάθῃ δεινότερον, διαπεράσας πρὸς τὸ Τραγονήσιον, τὸ μοναδικὸν ἀμφιέννυται σχῆμα τὴν κόμην ἀποκειράμενος καὶ οὕτως εἴσεσι πρὸς τὸν βασιλέα Μιχαήλ· ὁ δὲ τοῦτον ἰδὼν ὑπεκρίθη δεινοπαθεῖν. 2.19 Καὶ τὰ μὲν κατὰ τὸν θαυμασιώτατον καίσαρα τοιοῦτον ἔσχε τὸ τέλος. Ὁ δὲ Οὐρσέλιος τῆς αἰχμαλωσίας ῥυσθεὶς ἀπῄει αὖθις ὡς ἐπὶ τὸν Πόντον καί τινα τῶν φρουρίων κατελάμβανε κἀκεῖθεν ἐλύπει τὰς τοῦ Πόντου πόλεις Ἀμάσειάν τε καὶ τὴν νέαν Καισάρειαν· ἐδῄου γὰρ τὰς χώρας καὶ δασμοφορεῖν κατηνάγκαζεν. Ὃ δὴ μαθὼν ὁ βασιλεὺς Μιχαὴλ τὸν Παλαιολόγον Νικηφόρον πρὸς τὸν ἄρχοντα Ἀλανίας ἐκπέπομφεν ἄξοντα στράτευμα μισθοφόρον· ὁ δὲ ἀπελθὼν καὶ στρατὸν ἐκεῖθεν ἀναλαβὼν περί που τὰς ἓξ χιλιάδας τὸν Πόντον κατείληφε καὶ τὰς ὁρμὰς τοῦ Οὐρσελίου ἀναστέλλειν ἀπεπειρᾶτο. Τῶν δ' Ἀλανῶν ἀπαιτούντων τὸν συμφωνηθέντα μισθόν, ἐπεὶ μὴ εἶχεν ἐκεῖνος, ἠναγκάσθη τῷ Οὐρσελίῳ προσβαλεῖν πρὸ τοῦ παλινοστῆσαι τοὺς Ἀλανούς, ἀλλ' οὗτοι ἐνέκειντο τοὺς μισθοὺς ἀπαιτοῦντες, οὓς δὴ παρασχεῖν ἐκείνου μὴ ἔχοντος, ὑπέστρεφον ἅπαντες, ὀλίγων δηλαδὴ καταλειφθέντων· οἷς δὴ καὶ συμβαλὼν ὁ Οὐρσέλιος ἐτρέψατό τε τούτους καὶ οὐκ ὀλίγους ἀνεῖλεν αὐτῶν, οἱ δὲ λοιποὶ εἰς τὰς τοῦ Πόντου διεσώθησαν πόλεις. Ἀπαγγελθέντων δὲ τούτων τῷ βασιλεῖ Μιχαήλ, ὁ καλὸς νεανίας μετεκαλεῖτο Ἀλέξιος, τῆς θείας προνοίας ἤδη βουλομένης ἐμφανῆ γενέσθαι τὴν αὐτοῦ ἀρετήν· μετακληθεὶς δὲ στρατοπεδάρχης προχειρίζεται καὶ στρατηγὸς αὐτοκράτωρ τοῦ κατὰ Οὐρσελίου πολέμου. 2.20 Ὁ μὲν οὖν ἀσμένως ἐδέχετο τὰ τῷ βασιλεῖ δόξαντα, ἡ δὲ μήτηρ τούτου πυθομένη ταῦτα παραιτεῖσθαι ἠνάγκαζε τὴν ἀρχήν, λέγουσα μὴ νεανικῆς δεῖσθαι φρενὸς καὶ χειρὸς τὰ κατὰ τὸν Οὐρσέλιον, ἀλλ' ἀνδρὸς γενναίου καὶ πολλὰ μὲν εἰδότος, πολλὰ δὲ δράσαντος. Ἀλλ' ἡ μὲν οὕτως, ὁ δὲ παρακλήσεσι χρησάμενος καὶ πείσας αὐτὴν ἐξῄει ταῖς εὐχαῖς αὐτῆς ἐφοδιασθείς, μήτε χρήματα πρὸς τοῦ βασιλέως λαβὼν εἰς τὴν τοῦ πολέμου δαπάνην μήτε στράτευμα ἀξιόμαχον. ∆ιελθὼν δὲ τὸν ἐν Παφλαγονίᾳ Πόντον περὶ τὴν Ἀμάσειαν γέγονε καὶ τοὺς περισωθέντας τῶν Ἀλανῶν εὑρὼν οὐ πλείους ἑκατὸν πρὸς τοῖς πεντήκοντα ὄντας, τοὺς πολεμίους ἀνέστελλε πολλάκις μὲν αὐτοῖς προσβαλών, τοσαυτάκις δ' ἡττήσας.