ἐστι τὸ ὑψοῦν «0τὸ ὄνομα20» τοῦ θεοῦ «ἐπὶ τὸ αὐτὸ,» <ὅτε> μετα λαβών τις ἀποῤῥοῆς θεότητος τῷ ὑπειλῆφθαι ἀπὸ τοῦ θεοῦ καὶ κεκρατηκέναι τῶν ἐχθρῶν, ἐφησθῆναι πτώσει αὐτοῦ μὴ δυναμένων, ὑψοῖ αὐτὴν τὴν δύναμιν, ἧς μετείληχε, θεοῦ· ὅπερ δηλοῦται ἐν εἰκοστῷ ἐνάτῳ ψαλμῷ διὰ τοῦ «ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ <οὐκ> εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί.» ὑψοῖ δέ τις τὸν θεὸν, ἐγκαι νίσας αὐτῷ οἶκον ἐν ἑαυτῷ, ἐπεὶ καὶ ἡ <ἐπι>γραφὴ τοῦ ψαλμοῦ οὕτως ἔχει· «ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τοῦ ∆αυΐδ.» 24.5 ἔτι περὶ τοῦ «0ἁγιασθήτω τὸ ὄνομά σου20» καὶ τῶν ἑξῆς προστακτικῷ χαρακτῆρι εἰρημένων λεκτέον ὅτι συνεχῶς προστακτι κοῖς ἀντὶ εὐκτικῶν ἐχρήσαντο καὶ οἱ ἑρμηνεύσαντες, ὡς ἐν τοῖς ψαλ μοῖς· «ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν,» ἀντὶ τοῦ γενηθείη καὶ «ἐξερευνησάτω δανειστὴς πάντα τὰ ὑπάρχοντα αὐτῷ·» «μὴ ὑπαρξάτω αὐτᾷ ἀντιλήπτωρ» ἐν τῷ ἑκατοστῷ ὀγδόῳ περὶ Ἰούδα· ὅλος γὰρ ὁ ψαλμὸς αἴτησίς ἐστι περὶ Ἰούδα, ἵνα τάδε τινὰ αὐτῷ συμβῇ. μὴ συνιδὼν δὲ ὁ Τατιανὸς τὸ «γενηθήτω» οὐ πάντοτε σημαίνειν τὸ εὐκτικὸν ἀλλ' ἔσθ' ὅπου καὶ προστακτικὸν, ἀσεβέστατα ὑπείληφε περὶ τοῦ εἰπόντος «γενηθήτω φῶς» θεοῦ, ὡς εὐξαμένου μᾶλλον ἤπερ προστάξαντος γενηθῆναι τὸ φῶς· «ἐπεὶ,» ὥς φησιν ἐκεῖνος ἀθέως νοῶν, «ἐν σκότῳ ἦν ὁ θεός.» πρὸς ὃν λεκτέον, πῶς ἐκλήψεται καὶ τὸ «βλαστησάτω ἡ γῆ βοτάνην χόρτου» καὶ «συναχθήτω τὸ ὕδωρ <τὸ> ὑποκάτω τοῦ οὐρανοῦ» καὶ «ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν» καὶ «ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν.» ἆρα γὰρ ὑπὲρ τοῦ ἐπὶ ἑδραίου στῆναι εὔχε ται συναχθῆναι «τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγω γὴν μίαν,» ἢ ὑπὲρ τοῦ μεταλαβεῖν τῶν βλαστανόντων ἀπὸ γῆς εὔχεται τὸ «βλαστησάτω ἡ γῆ»; ποίαν δὲ χρείαν ὁμοίαν ἔχει τῷ χρῄζειν φωτὸς τῶν ἐνύδρων καὶ πτηνῶν ἢ χερσαίων, ἵνα καὶ περὶ τούτων εὔχηται; εἰ δὲ καὶ κατ' αὐτὸν ἄτοπον τὸ περὶ τούτων εὔχεσθαι, προστακτικαῖς ὀνομασίαις εἰρημένων, πῶς οὐ τὸ ὅμοιον λεκτέον καὶ περὶ τοῦ «γενηθήτω φῶς,» ὡς μὴ εὐκτικῶς ἀλλὰ προσ τακτικῶς εἰρημένου; ἀναγκαίως δέ μοι ἔδοξεν, ἐν ταῖς προστακτικαῖς φωναῖς εἰρημένης εὐχῆς, ὑπομνησθῆναι τῶν παρεκδοχῶν αὐτοῦ διὰ τοὺς ἠπατημένους καὶ παραδεξαμένους τὴν ἀσεβῆ διδασκαλίαν αὐτοῦ, ὧν καὶ ἡμεῖς ποτε πεπειράμεθα. 25.1 «0Ἐλθέτω ἡ βασιλεία σου20.» εἰ «ἡ 20βασιλεία τοῦ θεοῦ20» κατὰ τὸν λόγον τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν «μετὰ παρα τηρήσεως» «οὐκ ἔρχεται,» «οὐδὲ ἐροῦσιν· ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ,» ἀλλὰ «ἡ 20βασιλεία20 τοῦ θεοῦ ἐντὸς» ἡμῶν «ἐστιν» («ἐγγὺς» γὰρ «τὸ ῥῆμά ἐστι σφόδρα ἐν τῷ στόματι» ἡμῶν «καὶ ἐν τῇ καρδίᾳ» ἡμῶν), δῆλον ὅτι ὁ εὐχόμενος 20ἐλθεῖν τὴν βασιλείαν20 τοῦ θεοῦ περὶ τοῦ 20τὴν20 ἐν αὐτῷ 20βασιλείαν20 τοῦ θεοῦ ἀνατεῖλαι καὶ καρποφορῆσαι καὶ τελειωθῆναι εὐλόγως εὔχεται· παντὸς μὲν ἁγίου ὑπὸ θεοῦ βασι λευομένου καὶ τοῖς πνευματικοῖς νόμοις τοῦ θεοῦ πειθομένου, οἱ ονεὶ εὐνομουμένην πόλιν οἰκοῦντος ἑαυτόν· παρόντος αὐτῷ τοῦ πατρὸς καὶ συμβασιλεύοντος τῷ πατρὶ τοῦ Χριστοῦ ἐν τῇ τετελειω μένῃ ψυχῇ κατὰ τὸ εἰρημένον, οὗ πρὸ βραχέος ἐμνημόνευον· «πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα» (καὶ οἶμαι νοεῖσθαι θεοῦ μὲν 20βασιλείαν20 τὴν μακαρίαν τοῦ ἡγεμονικοῦ κατά στασιν καὶ τὸ τεταγμένον τῶν σοφῶν διαλογισμῶν, Χριστοῦ δὲ 20βασι λείαν20 τοὺς προϊόντας σωτηρίους τοῖς ἀκούουσι λόγους καὶ τὰ μὲν ἐπι τελούμενα ἔργα δικαιοσύνης καὶ τῶν λοιπῶν ἀρετῶν· λόγος γὰρ καὶ δικαιοσύνη ὁ υἱὸς τοῦ θεοῦ)· παντὸς <δὲ> ἁμαρτωλοῦ κατατυραννου μένου ὑπὸ τοῦ ἄρχοντος «τοῦ αἰῶνος τούτου,» ἐπεὶ πᾶς ἁμαρτωλὸς τῷ ἐνεστῶτι αἰῶνι πονηρῷ. ᾠκείωται, μὴ ἐμπαρέχων ἑαυτὸν τῷ δόντι «ἑαυτὸν περὶ τῶν ἁμαρτωλῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ» καὶ «ἐξέληται» «κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν» κατὰ τὰ ἐν τῇ πρὸς Γαλάτας εἰρημένα ἐπιστολῇ. ὁ δὲ κατατυραννούμενος ὑπὸ τοῦ ἄρχοντος τούτου τοῦ αἰῶνος τῷ ἑκουσίῳ τῆς ἁμαρτίας καὶ βασιλεύεται ὑπὸ τῆς ἁμαρτίας· διόπερ