Πλάτωνος. Τί τοίνυν οὗτος ὑπὲρ τοῦ δημιουργοῦ λέγει καὶ τίνας περιτίθησιν αὐτῷ φωνὰς ἐν τῇ κοσμογενείᾳ σκόπησον, ἵνα τὴν Πλάτωνος καὶ Μωσέως κοσμογένειαν ἀντιπαραβάλωμεν ἀλλήλαις. Οὕτω γὰρ ἂν φανείη τίς ὁ κρείττων, καὶ τίς ἄξιος τοῦ Θεοῦ μᾶλλον· ἆρ' ὁ τοῖς εἰδώλοις λελατρευκὼς Πλάτων, ἢ περὶ οὗ φησιν ἡ Γραφὴ ὅτι στόμα κατὰ στόμα ὁ Θεὸς ἐλάλησεν αὐτῷ; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τοῦ ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν. Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτως. Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον. Καὶ εἶπεν ὁ Θεός· Γενεθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ἵνα ὦσιν εἰς φαῦσιν ἐπὶ τῆς γῆς· καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. 2.19 Ἐν δὴ τούτοις οὔτε τὴν ἄβυσσόν φησι πεποιῆσθαι ὑπὸ τοῦ Θεοῦ οὔτε τὸ σκότος οὔτε τὸ ὕδωρ· καίτοι χρῆν δήπουθεν εἰπόντα περὶ τοῦ φωτὸς ὅτι προστάξαντος Θεοῦ γέγονεν, εἰπεῖν ἔτι καὶ περὶ τῆς νυκτὸς καὶ περὶ τῆς ἀβύσσου καὶ περὶ τοῦ ὕδατος· ὁ δὲ οὐδὲν εἶπεν ὡς περὶ γεγονότων ὅλως, καίτοι πολλάκις ἐπιμνησθεὶς αὐτῶν. Πρὸς τούτοις οὔτε τῆς τῶν ἀγγέλων μέμνηται γενέσεως ἢ ποιήσεως, οὐδ' ὅντινα τρόπον παρήχθησαν, ἀλλὰ τῶν περὶ τὸν οὐρανὸν μόνον καὶ περὶ τὴν γῆν σωμάτων, ὡς εἶναι τὸν Θεὸν κατὰ τὸν Μωσέα ἀσωμάτων μὲν οὐδενὸς ποιητήν, ὕλης δὲ ὑποκειμένης κοσμήτορα· τὸ γὰρ· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος οὐδὲν ἕτερόν ἐστιν ἢ τὴν μὲν ξηρὰν οὐσίαν ὕλην ποιοῦντος, κοσμήτορα δὲ αὐτῆς τὸν Θεὸν εἰσάγοντος. {ΚΥΡΙΛΛΟΣ} Μωσέως μὲν οὖν πέρι πολὺς ἂν γένοιτο καὶ μακρὸς τοῖς εὐφημεῖν βουλομένοις ὁ λόγος· ἀκήκοε γὰρ Θεοῦ λέγοντος ἐναργῶς· Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὕρηκας παρ' ἐμοί. Τῆς γε μὴν ἐνούσης αὐτῷ πολυειδοῦς ἀρετῆς ἀπόδειξις εἴη ἂν καὶ μάλα σαφὴς τῆς ἐν Αἰγύπτῳ τερατουργίας ἡ δύναμις. Ὑφεστήκει γὰρ τῷ τῶν ὅλων Θεῷ, καὶ ὑπηρέτης ἦν ταῖς τῶν Αἰγύπτων ἀπονοίαις κατεξανιστάντι τὴν κτίσιν. Ὁποῖός γε μὴν ὁ Πλάτων ἦν, κἂν εἰ μή τις λέγοι, διαβοήσειεν ἂν ἡ ἐξ Ἀθηνῶν ἐπὶ Σικελίαν ἄφοδος· οὐ γὰρ ἀρεσθέντα ταῖς παρ' αὐτοῦ θωπείαις τὸν ∆ιονύσιον ἀποδόσθαι φασὶν αὐτόν, ὡς ἀνελευθέρῳ που πάντως ποινὴν ἐπιθέντα τὴν ἀνδραπόδῳ πρεπωδεστάτην. Πλὴν ἀφείσθω τέως ὁ περὶ τούτου λόγος, ἴτω δὲ πάλιν ἐπὶ τὸ ἐν χερσίν. 2.20 Ὁ θεσπέσιος μὲν γὰρ Μωσῆς οὐ λόγους ἡμῖν εἰκαίους ὁρᾶται συντεθεικώς, οὔτε μὴν ἐκ φιλοτιμίας ἁπλῶς εἰς τοῦτο παρωρμημένος, ἀλλά τι τῶν ἀναγκαίων εἰς ὄνησιν ἐπινοήσας τῷ βίῳ. Οὐ γάρ τοι προὔθετο φυσιολογεῖν ἰσχνῶς ἤγουν φάναι τι περὶ τῶν λεγομένων πρώτων ἀρχῶν ἢ τῶν ἐξ αὐτῶν στοιχείων· περιεργότερα γὰρ οἶμαι ταυτὶ καὶ ταῖς τινων διανοίαις οὐχ ἁλώσιμα. Σκοπὸς δὲ γέγονεν αὐτῷ τῶν τὸ τηνικάδε τὸν νοῦν τοῖς τῆς ἀληθείας ἐπιστῆσαι δόγμασι. Πεπλάνηντο γάρ, καὶ τὸ δοκοῦν ἕκαστος προσκυνοῦντες ἡλίσκοντο, καὶ τὸν ἕνα καὶ φύσει Θεὸν ἐξ ἀμαθίας τῆς ἄγαν ἠγνοηκότες λελατρεύκασι τῇ κτίσει. Καὶ οἱ μὲν θεὸν ἐπεγράφοντο τὸν οὐρανόν, ἕτεροι δὲ τὸν ἡλίου κύκλον, εἰσὶ δὲ οἳ καὶ σελήνῃ καὶ ἄστροις καὶ γῇ καὶ φυτοῖς καὶ τῇ τῶν ὑδάτων φύσει, πτηνοῖς τε καὶ ζῴοις ἀλόγοις τὴν τῆς ἀνωτάτω φύσεως δόξαν ἀπονέμειν ἐσπούδαζον. Καθιγμένων δὴ τῶν πραγμάτων εἰς τοῦτο αὐτοῖς, καὶ τῆς οὕτω δεινῆς ἀρρωστίας