πολλῆς ἀβλεψίας! Εἰ θεότης, πάντως ὅτι καὶ ἀγαθή· εἰ δὲ οὐκ ἀγαθὴ, τί καλεῖται θεότης; Εἰ γὰρ Θεοῦ ἡ ἀγαθότης, εἰ Θεῷ πρέπει τὸ φιλάνθρωπον, τὸ εὐεργετικὸν, τὸ παντοδύναμον· [λοιπὸν] δυοῖν θάτερον, ἢ Θεὸν καλείτωσαν σὺν τῷ ὀνόματι καὶ τῇ ἐνεργείᾳ εἰ δὲ ἀποστερεῖσθαι μέλλοιεν τῶν ἐνεργειῶν, μὴ καλείτωσαν μόνῃ τῇ προσηγορίᾳ. 6.13 Ἐτόλμησαν αἱρετικοὶ λέγειν δύο θεοὺς, καὶ δύο πηγὰς ἀγαθοῦ τε καὶ κακοῦ, καὶ ταύτας ἀγεννήτους [εἶναι]. Εἰ ἀγέννητοι ἀμφότεραι, πάντως ὅτι καὶ ἴσαι καὶ ἀμφότεραι κραταιαί. Πῶς οὖν ἀναιρεῖ τὸ σκότος τὸ φῶς; Καὶ, πότερόν ποτε ὁμοῦ εἰσιν ἢ ἀπεσχοινισμέναι; Ὁμοῦ μὲν γὰρ εἶναι οὐ δύνανται. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; φησὶν ὁ Ἀπόστολος. Εἰ δὲ μακρὰν ἀπ' ἀλλήλων εἰσὶν, πάντως ὅτι καὶ ἰδίους τόπους ἔχουσιν. Εἰ δὲ ἰδίους τόπους ἔχουσι, πάντως που ἐν τοῖς τοῦ ἑνὸς Θεοῦ ἐσμεν, πάντως που καὶ ἕνα προσκυνοῦμεν. Συστῆσαι γὰρ οὕτω δεῖ, κἂν τῇ μωρίᾳ ἐκείνων συμπεριενεχθῶμεν, ὅτι ἕνα δεῖ προσκυνεῖν. Ἐξετάσωμεν δὲ αὐτοὺς, καὶ τί λέγουσι περὶ τοῦ ἀγαθοῦ Θεοῦ. ∆υνατός ἐστιν ἢ ἀδύνατος; Εἰ μὲν δυνατός ἐστι, πῶς ἐγένετο τὸ κακὸν, ἄκοντος αὐτοῦ; καὶ πῶς ἐπεισέρχεται ἡ πονηρὰ ὑπόστασις, μὴ θέλοντος αὐτοῦ; Εἰ μὲν γὰρ εἰδὼς οὐ δύναται κωλύσαι, ἀδυναμίαν κατηγοροῦσιν· εἰ δὲ δυνάμενος οὐ κωλύει, προδοσίαν κατηγοροῦσι. Καὶ βλέπε τὴν τούτων ἀνοησίαν. Ποτὲ μὲν λέγουσι τὸν πονηρὸν μηδὲν ἔχειν κοινὸν πρὸς τὸν ἀγαθὸν Θεὸν εἰς τὴν τοῦ κόσμου δημιουργίαν, ποτὲ δὲ λέγουσιν αὐτὸν τὸ τέταρτον μέρος μόνον ἔχειν. Καὶ τὸν μὲν ἀγαθὸν λέγουσιν εἶναι πατέρα τοῦ Χριστοῦ· τὸν δὲ Χριστὸν τὸν ἥλιον τοῦτον καλοῦσιν. Εἰ τοίνυν ὁ κόσμος κατ' αὐτοὺς ὑπὸ τοῦ Πονηροῦ ἐγένετο, ὁ δὲ ἥλιος ἐν κόσμῳ, πῶς ὁ υἱὸς τοῦ Ἀγαθοῦ ἐν τοῖς τοῦ Πονηροῦ ἄκων δουλεύει; Βορβορούμεθα, ταῦτα λέγοντες, ἵνα μή τις τῶν παρόντων ἐξ ἀμαθίας εἰς βόρβορον αἱρετικῶν ἐμπέσῃ. Οἶδα χράνας ἐμαυτοῦ τὸ στόμα καὶ τῶν ἀκουόντων τὰς ἀκοάς· ἀλλὰ συμφέρει. Πολὺ γὰρ κάλλιον ἐν κατηγορίαις ἄλλων ἀκοῦσαι τὰ ἄτοπα, ἢ ἐξ ἀγνοίας εἰς ταῦτα ἐμπεσεῖν. Πολὺ κάλλιον γνῶναί σε τὸν βόρβορον καὶ μισῆσαι τοῦτον, ἢ ἀγνοοῦντα ἐμπεσεῖν εἰς αὐτόν. Ἔστι δὲ πολυσχιδὴς ὁ τῆς ἀθεότητος τῶν αἱρέσεων λόγος· ὅταν γὰρ μιᾶς ὁδοῦ τῆς εὐθείας ἐκπέσῃ [τις], τότε πολλάκις εἰς κρημνοὺς καταπίπτει. 6.14 Καὶ πάσης μὲν αἱρέσεως εὑρετὴς Σίμων ὁ μάγος. Σίμων ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, τὴν ἄπρατον τοῦ Πνεύματος χάριν ἀγοράσαι προσδοκήσας ἀργυρίου καὶ ἀκούσας· Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, καὶ τὰ ἑξῆς. Περὶ οὗ γέγραπται· Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν. Εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν. Οὗτος ἐπὶ τῆς Ῥώμης γενόμενος, μετὰ τὸ ὑπὸ τῶν Ἀποστόλων ἀποβληθῆναι, καὶ Ἑλένην τινὰ πόρνην ἐπαγόμενος, δυσφήμῳ τῷ στόματι πρῶτος ἐτόλμησεν εἰπεῖν, ἑαυτὸν μὲν εἶναι τὸν ἐπὶ ὄρους Σινᾶ ὡς Πατέρα φανέντα· παρὰ δὲ Ἰουδαίοις ὕστερον οὐκ ἐν σαρκὶ, ἀλλὰ δοκήσει ὡς Χριστὸν Ἰησοῦν φανέντα· καὶ μετὰ ταῦτα ὡς Πνεῦμα ἅγιον, τὸ ὑπὸ τοῦ Χριστοῦ ὡς παράκλητον ἀποστέλλεσθαι ἐπαγγελθέν. Καὶ ἐπλάνησέ τε οὕτω τὴν Ῥωμαίων πόλιν, ὥστε Κλαύδιον ἀνδριάντα αὐτοῦ στῆσαι, ὑπογράψαντα τῇ Ῥωμαίων γλώττῃ, ΣΙΜΩΝΙ ∆ΕΩ ΣΑΓΚΤΩ, ὅπερ ἑρμηνευόμενον δηλοῖ, Σίμωνι Θεῷ ἁγίῳ. 6.15 Παρατεινομένης δὲ τῆς πλάνης, ἀγαθῶν ξυνωρὶς διορθοῦται τὸ πταῖσμα, Πέτρος καὶ Παῦλος παραγενόμενοι, οἱ τῆς ἐκκλησίας προστάται· καὶ ἐπιδεικτιῶντα τὸν νομιζόμενον Θεὸν Σίμωνα, νεκρὸν εὐθὺς ἀπέδειξαν. Ἐπαγγελλομένου γὰρ τοῦ Σίμωνος μετεωρίζεσθαι εἰς τοὺς οὐρανοὺς, καὶ ἐπ' ὀχήματος δαιμόνων ἐπ' ἀέρος φερομένου, γόνυ κλίναντες οἱ τοῦ Χριστοῦ δοῦλοι καὶ τὴν συμφωνίαν ἐνδειξάμενοι, ἣν εἶπεν ὁ Ἰησοῦς, Ὅτι ἐὰν δύο ἐξ ὑμῶν συμφωνήσωσι, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς· τὸ τῆς ὁμονοίας βέλος διὰ τῆς προσευχῆς πέμψαντες κατὰ τοῦ μάγου, κατέβαλον αὐτὸν εἰς τὴν γῆν. Καὶ οὐδὲν θαυμαστὸν, καίπερ ὂν θαυμαστόν· Πέτρος γὰρ ἦν, ὁ τὰς κλεῖς τῶν οὐρανῶν περιφέρων. Καὶ οὐ θαύματος ἄξιον· Παῦλος γὰρ ἦν, ὁ εἰς τρίτον οὐρανὸν ἁρπαγεὶς καὶ εἰς παράδεισον