Ἐπεὶ δὲ τὰς τούτων ὁρμὰς συνέστελλεν, οὐκέτι τὰς ἐπελεύσεις ἐκείνων ἐτήρει, ἀλλ' ἐπιὼν πρὸς τὰ φρούρια τὰ παρ' αὐτοῦ κατεχόμενα ἐνέδρας ἐνίστα καί τινας πρὸς διαρπαγὴν πλησίον τῶν φρουρίων ἐξέπεμπε· τῶν γοῦν πολεμίων ἐξιόντων καὶ διωκόντων τοὺς προνομεύοντας, αὐτὸς ἐξιὼν τῆς ἐνέδρας τὰς εἰς τὰ φρούρια φερούσας ὁδοὺς κατελάμβανε καὶ τοὺς διώκοντας ἀπεῖργε τῆς πρὸς ταῦτα εἰσόδου· ξυνέβαινε γοῦν μικροῦ δεῖν πάντας ζωγρεῖσθαι, ἅτε τῶν πρὸς τὰ φρούρια φερουσῶν ὁδῶν προκατειλημμένων. Τούτων γοῦν συχνάκις γινομένων εἰς ἀμηχανίαν εἰσῆγε τὸν βάρβαρον· ὁ μὲν γὰρ ἀξιόμαχον ἔχων δύναμιν ἐβούλετο μάχῃ μιᾷ κριθῆναι τὰ κατ' αὐτόν, ὁ δὲ στρατοπεδάρχης δυνάμεως ἀπορῶν καταστρατηγεῖν τὸν βάρβαρον ἔσπευδε, καὶ ὁπηνίκα ἐκεῖνος τὸ ἑαυτοῦ συνήθροιζε στράτευμα, οὗτος ἠρεμεῖν προσεποιεῖτο καὶ διασχὼν ἡμέρας τινὰς ἐξῄει λάθρᾳ καὶ οὐ πόρρω τούτου γενόμενος λόχους ἐνίστα καὶ τὰ πλεῖστα ἐνήδρευε καὶ τοὺς τὰ ἀναγκαῖα ἐπὶ τὸ στράτευμα διακομίζοντας ἐζώγρει. Ἀγγελλομένων δὲ τούτων τῷ βαρβάρῳ, στρατιῶται ἐκεῖθεν ἐπέμποντο βοηθήσοντες, ἀλλὰ τοῖς λόχοις καὶ ταῖς ἐνέδραις ἐμπίπτοντες μικροῦ δεῖν ἄρδην ἡλίσκοντο ἅπαντες· ἀναιρεῖσθαι γὰρ τούτους οὐχ ὅσιον ἐνομίζετο τῷ στρατοπεδάρχῃ χριστιανοὺς ὄντας. 2.21 Ταῦτα πολλάκις γινόμενα μεγάλως ἐλύπουν τὸν βάρβαρον· τῶν γὰρ πόλεων ὅσαι προσεῖχον αὐτῷ πρότερον φόβῳ μᾶλλον ἢ εὐνοίᾳ τούτῳ δασμοφοροῦσαι, ἐπειδὴ ἀπογινώσκειν τῶν κατ' αὐτὸν ἤρξαντο, οὐδὲν οὐδεμία παρεῖχεν αὐτῷ, καὶ διὰ τοῦτο χρημάτων σπανίζων βουλὴν ἐβουλεύσατο βαθεῖαν μέν, οὐ συνετὴν δὲ ὅμως, ὡς τὸ τέλος ἀπέδειξεν. Ἄρτι γὰρ τοῦ Τουτὰχ ἐκ Περσίδος κατελθόντος ἐπὶ τῷ τὰ Ῥωμαίων ληΐζεσθαι ξὺν πλήθει Τούρκων πολλῶν, δεῖν ἔγνω προσχωρῆσαι τούτῳ κἀκεῖνον ξύμμαχον λαβεῖν κατὰ τοῦ στρατοπεδάρχου. Πέμψας τοίνυν πρότερον πρέσβεις, ὕστερον καὶ αὐτὸς παρεγένετο εἰς τὸ τῶν Τούρκων στρατόπεδον καὶ τῷ Τουτὰχ συγγενόμενος καὶ πίστεις λαβὼν ἀπῄει ἐπὶ τὸ φρούριον ὑποσχόμενος ἥξειν εἰς νέωτα. Ὁ δὲ στρατοπεδάρχης πυθόμενος τὴν τοῦ Οὐρσελίου πρὸς τὸν Τουτὰχ ἄφιξιν ἐξέπεμψε καὶ αὐτὸς πρέσβεις καὶ δῶρα πολυτελῆ τῷ Τουτὰχ καὶ φιλίας αὐτῷ ἀνεμίμνῃσκε τῆς βασιλείας Ῥωμαίων πρὸς τὸν κρατοῦντα Περσῶν καὶ δὴ καὶ πρέσβεις ἀντιπεμφθῆναι ἠξίου τοὺς μάλα πιστοτάτους αὐτῷ, ὡς ἔχων τι μηνύειν μυστικῶς οὐ μικρὰν αὐτῷ τὴν ὄνησιν φέρον. Ὁ δὲ τοῖς δώροις ἡσθεὶς καὶ ὅστις εἴη μαθὼν εὐθὺς αὐτῷ τὸν πιστότατον πέπομφε· ἐπεὶ δ' εἰς Ἀμάσειαν ἧκε, φιλοφρόνως αὐτὸν ὁ στρατοπεδάρχης ὑπεδέξατο καὶ οὕτως αὐτὸν ᾠκειώσατο δῶρα διδοὺς καὶ θαμὰ ὁμιλῶνἦν γὰρ εἴπερ τις ἄλλος ἐν λόγοις ἡδύςὡς μεγίστην εὔνοιαν πρὸς αὐτὸν τὸν βάρβαρον κτήσασθαι. Τούτου οὖν γενομένου, τοιῶνδε πρὸς αὐτὸν ἤρξατο λόγων· "Φίλοι μέν, λέγων, ὦ τάν, ὅ τε βασιλεὺς Ῥωμαίων καὶ ὁ σουλτάνος, ὁ δὲ Οὐρσέλιος ἀμφοῖν ὑπάρχει ἐχθρός· σίνεται μὲν γὰ τὰ Ῥωμαίων, ἐπιτίθεται δὲ καὶ τοῖς Τούρκοις· καὶ νῦν ἰδὼν τὸν σὸν ἀμυρὰν προσελθόντα, ὥσπερ δείσας μὴ ὑπ' ἀμφοτέρων ἀναλωθείη, προσωπεῖον ὑποδὺς ἀγάπης ἀφίκετο πρὸς αὐτὸν τὸν καιρὸν ἐξαγοραζόμενος· ἐπειδὰν οὗτος παρέλθῃ, ἐχθρὸς ἐσεῖται πάλιν τῶν Τούρκων ὁποῖος καὶ πρότερον ἦν· ἀλλ' εἴ τι ἐμοὶ πείθεται, ἀφικόμενον αὖθις αὐτὸν ἀποδότω μοι χρημάτων πολλῶν· τρία γὰρ ἐκ τούτου κερδανεῖ τὰ μέγιστα, χρημάτων πλῆθος, οἰκειότητα πρὸς βασιλέα Ῥωμαίων ἀφ' ἧς μεγάλας ἕξει εὐεργεσίας, καὶ τρίτον τὸ τὸν σουλτάνον ἡσθῆναι τῶν Τούρκων ἀποσκευασάμενον τὸν ἐχθρόν". 2.22 Πείθεται τοῖς τοῦ στρατοπεδάρχου λόγοις ὁ πρέσβυς καὶ ὑπισχνεῖται πείθειν τὸν ἀμυρὰν ἐπιτελέσαι τὰ τῷ στρατοπεδάρχῃ δόξαντα. Πέμπεται οὖν μετὰ δώρων αὖθις καὶ ἀπαγγέλλει πάντα τῷ Τουτάχ, τήν τε γνώμην παρίστησι τοῦ στρατοπεδάρχου καὶ τὸ ἐν λόγοις μειλίχιον καὶ τὸ ἐν χρήμασιν ἐλευθέριον, καὶ δὴ δουλοῦται τοῖς ἀπαγγελθεῖσιν ὁ βάρβαρος καὶ ὅλος γίνεται τοῖς τοῦ στρατοπεδάρχου λόγοις καὶ γνώμῃ πειθήνιος. Ἐλθόντα τοιγαροῦν τὸν Οὐρσέλιον προσποιεῖται φιλοφρόνως