κελευόμεθα ὑπὸ τοῦ Παύλου μηκέτι ὑποτάσσεσθαι θελούσῃ τῇ ἁμαρτίᾳ βασιλεύειν ἡμῶν, καὶ προστασσόμεθά γε διὰ τούτων· «μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι εἰς τὸ ὑπα κούειν ταῖς ἐπιθυμίαις αὐτῆς.» 25.2 ἀλλ' ἐρεῖ τις πρὸς ἀμφότερα, τό τε «0ἁγιασθήτω τὸ ὄνομά σου20» καὶ τὸ «0ἐλθέτω ἡ βασιλεία σου20,» ὅτι, εἰ ὁ εὐχόμενος ἐπὶ τῷ ἐπακούεσθαι εὔχεται καὶ ἐπακούεταί ποτε, δηλονότι 20ἁγιασ θήσεταί20 ποτε τινὶ κατὰ τὰ προειρημένα «τὸ 20ὄνομα20» τοῦ θεοῦ, ᾧ καὶ «ἡ 20βασιλεία20» τοῦ θεοῦ ἐνστήσεται. εἰ δὲ ταῦτ' αὐτῷ ἔσται, πῶς ἔτι καθηκόντως εὔξεται περὶ τῶν παρόντων ἤδη ὡς μὴ παρόν των λέγων· «0ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου20»; εἰ δὲ τοῦτο, ἔσται ποτὲ καθῆκον μὴ λέγειν· «0ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου20.» λεκτέον πρὸς ταῦτα ὅτι, ὥσπερ ὁ εὐχόμενος λόγου «γνώσεως» τυχεῖν καὶ λόγου «σοφίας» καθηκόντως ἀεὶ περὶ τούτων εὔξεται, ἀεὶ μὲν πλείονα θεωρήματα «σοφίας» καὶ «γνώσεως» ἐν τῷ ἐπακούεσθαι ληψόμενος, πλὴν «ἐκ μέ ρους» γινώσκων μὲν ὅσα ποτ' ἂν χωρῆσαι ἐπὶ τοῦ παρόντος δυνηθῇ, τοῦ <δὲ> τελείου καὶ καταργοῦντος «τὸ ἐκ μέρους» «τότε» φανερω θησομένου, ὅτε «πρόσωπον πρὸς πρόσωπον» ὁ νοῦς προσβάλλει χωρὶς αἰσθήσεως τοῖς νοητοῖς· οὕτως «τὸ τέλειον» τοῦ 20ἁγιασθῆναι20 ἑκάστῳ ἡμῶν «0τὸ ὄνομα20» τοῦ θεοῦ καὶ τοῦ ἐνστῆναι αὐτοῦ 20τὴν βασιλείαν20 οὐχ οἷόν τε ἐστὶν, ἐὰν μὴ «0ἔλθῃ20» καὶ· «τὸ» περὶ τῆς «γνώσεως» καὶ «σοφίας» «τέλειον» τάχα δὲ καὶ τῶν λοιπῶν ἀρετῶν. ὁδεύομεν δὲ ἐπὶ τὴν τελειότητα, ἐὰν «τοῖς» «ἔμπροσθεν» ἐπεκτεινόμε νοι τῶν ὄπισθεν ἐπιλανθανώμεθα. τῇ οὖν ἐν ἡμῖν 20βασιλείᾳ20 τοῦ θεοῦ ἡ ἀκρότης ἀδιαλείπτως προκόπτουσιν ἐνστήσεται, ὅταν πλη ρωθῇ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον, ὅτι ὁ Χριστὸς, πάντων αὐτῷ τῶν ἐχθρῶν ὑποταγέντων, παραδώσει «0τὴν βασιλείαν20 τῷ θεῷ καὶ πατρὶ,» «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι.» διὰ τοῦτο «ἀδιαλείπτως» προσευχόμενοι μετὰ διαθέσεως τῷ λόγῳ θεοποιου μένης λέγωμεν τῷ ἐν οὐρανοῖς πατρὶ ἡμῶν· «0ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου20.» 25.3 ἔτι δὲ περὶ 20τῆς20 τοῦ θεοῦ 20βασιλείας20 καὶ τοῦτο διαληπ τέον, ὅτι, ὥσπερ οὐκ ἔστι «μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ» οὐδὲ «κοινωνία φωτὶ πρὸς σκότος» οὐδὲ «συμφώνησις Χριστῷ πρὸς Βελίαρ,» οὕτως ἀσυνύπαρκτόν ἐστι 20τῇ βασιλείᾳ20 τοῦ θεοῦ 20βασιλεία20 τῆς ἁμαρτίας. εἰ τοίνυν θέλομεν ὑπὸ θεοῦ βασιλεύεσθαι, μηδαμῶς «βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι,» μηδὲ ὑπακούω μεν τοῖς προστάγμασιν αὐτῆς, ἐπὶ «τὰ ἔργα τῆς σαρκὸς» καὶ τὰ ἀλλό τρια τοῦ θεοῦ προκαλουμένης ἡμῶν τὴν ψυχήν· ἀλλὰ νεκρώσαντες «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς» καρποφορῶμεν τοὺς καρποὺς «τοῦ πνεύματος,» ἵνα ὡς «ἐν» «παραδείσῳ» πνευματικῷ κύριος ἡμῖν ἐμπεριπατῇ, βασιλεύων ἡμῶν μόνος σὺν τῷ Χριστῷ αὐτοῦ, ἐν ἡμῖν «ἐκ δεξιῶν» καθημένῳ ἧς εὐχόμεθα λαβεῖν «δυνάμεως» πνευματικῆς καὶ καθεζομένῳ, «ἕως» πάντες οἱ ἐν ἡμῖν ἐχθροὶ αὐτοῦ γένωνται «ὑποπόδιον τῶν ποδῶν» αὐτοῦ καὶ καταργηθῇ ἀφ' ἡμῶν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις. δυνατὸν γὰρ ταῦτα καθ' ἕκαστον ἡμῶν γενέσθαι καὶ τὸν ἔσχατον ἐχθρὸν καταργηθῆναι, τὸν θάνατον, ἵνα καὶ ἐν ἡμῖν λέγηται ὑπὸ τοῦ Χριστοῦ· «ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;» ἤδη τοίνυν «τὸ φθαρτὸν» ἡμῶν ἐνδυσάσθω τὴν ἐν ἁγνείᾳ καὶ πάσῃ καθαρότητι ἁγιωσύνην καὶ «ἀφθαρσίαν,» «καὶ τὸ θνητὸν» ἀμφιεσάσ θω, τοῦ θανάτου κατηργημένου, τὴν πατρικὴν «ἀθανασίαν»· ὥστε ἡμᾶς βασιλευομένους ὑπὸ τοῦ θεοῦ ἤδη εἶναι ἐν τοῖς παλιγγενεσίας καὶ ἀναστάσεως ἀγαθοῖς. 26.1 «0Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς20.» ὁ Λουκᾶς μετὰ τὸ «0ἐλθέτω ἡ βασιλεία σου20» ταῦτα παρασιωπήσας ἔταξε· «0τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ' ἡμέραν20»· διόπερ ἃς προετάξαμεν λέξεις ὡς παρὰ μόνῳ τῷ Ματθαίῳ κειμένας ἐξετάσωμεν ἀκολούθως τοῖς πρὸ τούτων. ἔτι ὄντες «0ἐπὶ γῆς20» οἱ εὐχόμενοι, νοοῦντες «0ἐν οὐρανῷ20» γεγονέναι «0τὸ θέλημα20» τοῦ θεοῦ παρὰ πᾶσι τοῖς οἰκείοις τῶν 20οὐρανῶν20, εὐξώ μεθα καὶ