διαπτοοῦντα, καθάπερ τοὺς παῖδας τὰ μορμολυκεῖα; βαβαί! οἱ τὰς κοσμικὰς δυναστείας καὶ τὸν ἐκ κλησιαστικὸν ἐνημμένοι πλοῦτον μετ' ἐξουσίας, μετὰ καὶ τῆς τῶν πραγμάτων ἀρχῆς, τὸν ἱερέα, τὸν μόνον, τὸν ἄπολιν, τὸν ἀσθενῆ τῇ σαρκί, τὸν ἐξόριστον δεδιότες, ὠχριῶσι σφαδά ζοντες." μηκέτι οὖν καρτερήσαντες τῇ σκηνῇ κρύπτειν τὸν ὄφιν, ἀποστείλαντες εἰς τὸ στρατόπεδον ἐκπορίζουσι πάλιν ἀντιγραφὴν σφοδροτέραν μετὰ προστίμου· ἐντὸς στενῆς προ θεσμίας μετενεχθῆναι αὐτὸν εἰς Πιτυοῦντα, τόπον πανέρημον τῶν Τζάνων, ἐπικείμενον τῇ ὄχθῃ τῆς Ποντικῆς θαλάσσης. οἱ δὲ διάγοντες αὐτὸν στρατιῶται τοῦ ἐπάρχου τῶν πραιτωρίων ἐπὶ τοσοῦτον κατήπειγον διὰ τῆς ὁδοῦ, λέγοντες τοιαύτας ἔχειν τὰς ἐντολάς, ὡς, εἰ ἀποθάνοι κατὰ τὴν ὁδόν, μειζόνων ἀξιωθή σονται τῶν βαθμῶν. καὶ ὁ μὲν εἷς ἐξ αὐτῶν, ἔλαττον φροντίσας 67 τῆς παρούσης στρατείας, φιλανθρωπίαν τινὰ ποσῶς διακλέπτων ἐνεδείκνυτο· ὁ δ' ἕτερος ἐπὶ τοσοῦτον ἦν ἀπηνὴς καὶ δύσκολος, ὡς τὰς εἰς αὐτὸν γινομένας κολακείας παρὰ τῶν προστυγχα νόντων ἐπὶ φειδοῖ τοῦ ἁγίου ὕβρεις νομίζειν, τούτου μόνον φροντίζων τὸν Ἰωάννην δυσθανατῆσαι. ὑετοῦ μὲν γὰρ λάβρου ὄντος, ἀφροντίστως ἐξῄει, ὡς διὰ νώτου καὶ στέρνων φέρεσθαι τὰς τῶν ὑδάτων λιβάδας. σφοδρὸν δὲ πάλιν καῦμα ἡλίου ἀντὶ τρυφῆς ἡγεῖτο, εἰδὼς ἐν τούτῳ δυσφορεῖν τὸ Ἐλισσαϊκὸν κρανίον τοῦ μακαρίου. εἰς πόλιν δὲ ἢ κώμην, ἔνθα λουτροῦ παραμυθία ἦν, οὐδὲ στιγμὴν ὁ δύστηνος συνεχώρει ποιεῖν. καὶ ἐν τούτοις πᾶσιν ἐπὶ τρίμηνον τὴν ἀργαλεωτάτην ἐκείνην βαδίζων ὁδόν, ἔμενεν ὁ ἅγιος ὡς ἀστὴρ διαστίλβων, ἔχων τὸ σωμάτιον καθάπερ μῆλον ἐπ' ἄκρων κλάδων ἡλιοφοινισσό μενον. πλησιάσαντες δὲ τῇ Κομάνῃ, καθάπερ γέφυραν, αὐτὴν παρῆλθον, ἔξω τοῦ τείχους ἐν τῷ μαρτυρίῳ μείναντες ἀπὸ πέντε ἢ ἓξ σημείων. κατ' αὐτὴν δὲ τὴν νύκτα παρέστη αὐτῷ ὁ τοῦ τόπου ἐκείνου μάρτυς, Βασιλίσκος ὄνομα αὐτῷ, ὃς μαρτυρεῖ, ἐπίσκοπος ὢν Κομανῶν, ἐν Νικομηδείᾳ ἐπὶ Μαξιμιανοῦ, ἅμα Λουκιανῷ τῷ ἐν Βιθυνίᾳ πρεσβυτέρῳ ὄντι Ἀντιοχείας, φήσας· "Θάρσει, ἀδελφὲ Ἰωάννη· αὔριον γὰρ ἅμα ἐσόμεθα." φασὶ δέ, προειρήκει καὶ τῷ παραμένοντι πρεσβυτέρῳ· "Ἑτοίμασον 68 τόπον τῷ ἀδελφῷ Ἰωάννῃ· ἔρχεται γάρ." ἔχων δὲ πιστῶς τὸν χρησμὸν ὁ Ἰωάννης ἐπὶ τὴν αὔριον παρεκάλει αὐτοὺς ἕως πέμπτης ὥρας ἐκεῖ παραμεῖναι. οἱ δὲ μὴ πεισθέντες ἐξήλαυνον· ἐλθόντες δὲ ὡς σταδίους τριάκοντα πάλιν ὑποστρέφουσιν εἰς τὸν τόπον τοῦ μαρτυρίου, ἀφ' οὗ ἀπῆραν, ἔχοντος αὐτοῦ ὀξέως. οὕτως οὖν ἐλθὼν ἐπιζητεῖ τὰ ἄξια τοῦ βίου λαμπρὰ ἱμάτια, καὶ ἀποδυσάμενος τὰ πρότερα ἐνεδύσατο νήφων, ἀλλάξας ἕως ὑποδημάτων· τὰ λοιπὰ δὲ διένειμεν τοῖς παροῦσιν. καὶ κοινωνήσας τῶν ∆εσποτικῶν συμβόλων ποιεῖ τὴν τελευταίαν ἐπὶ τῶν παρόντων προσευχήν, εἰπὼν τὸ ἐξ ἔθους ῥῆμα· "∆όξα τῷ Θεῷ πάντων ἕνεκεν," ἐπισφραγισάμενός τε τὸ ὕστερον ἀμήν, "ἐξῆρεν τοὺς πόδας," τοὺς ὡραίως δραμόντας ἐπὶ σωτηρίᾳ τῶν τὴν μετάνοιαν ἑλαμένων καὶ ἐλέγχῳ τῶν τὴν ἁμαρτίαν πλουσίως γεωργησάντων (εἰ δὲ οὐδὲν ὤνησαν οἱ ἔλεγχοι τοὺς φαύλους, τοῦτο οὐκ ἀτονία τοῦ παῤῥησιασαμένου, ἀλλ' ἰταμότης τῶν μὴ ἀνασχομένων), "προστεθεὶς πρὸς τοὺς πατέρας αὐτοῦ," τὴν κόνιν ἀπομαξάμενος, καὶ πρὸς Χριστὸν διαπεράσας, ὡς γέγραπται· "Ηξεις δὲ εἰς τὸν τάφον σου ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος· παρανόμων δὲ ψυχαὶ ἄωροι ἀποθανοῦνται." το σοῦτος δὲ ἑσμὸς παρθένων καὶ ἀσκητῶν καὶ τῶν ἐπὶ σεμνότητι μαρτυρουμένων παρῆν ἀπό τε Συρίας καὶ Κιλικίας καὶ Πόντου καὶ Ἀρμενίας, ὡς τοὺς πολλοὺς νομίσαι ἀπὸ συνθήματος αὐτοὺς 69 παραγενέσθαι. ἐνταφιασθεὶς δὲ καὶ ἑορτασθείς, καθάπερ ἀθλη τὴς νικηφόρος τὸ σωμάτιον, θάπτεται μετὰ τοῦ Βασιλίσκου ἐν τῷ αὐτῷ μαρτυρίῳ. <ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ> Πρὸς τούτοις ὁ Θεόδωρος ἐπιθαυμάσας ἤρετο, λέγων τὸ γρα φικόν· {Ο ∆ΙΑΚ.} Ἐπειδὴ γέγραπται, "Μὴ ἀστοχήσῃς διηγήματος γερόντων, καὶ γὰρ καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἔμαθον," ἀόκνως φράσον ἡμῖν τίς ἡ αἰτία τοῦ μόνον αὐτὸν ἐσθίειν, καὶ εἰ ἀληθῶς μόνος, ὡς λέγουσιν, ἤσθιεν. {Ο ΕΠΙΣΚ.} Ὡμολόγηται