1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

28

βασιλείαν. Οὗτος εὐθὺς μὲν τῆς ἀσκητικῆς ταύτης ἥψατο πολιτείας, παρά τινι τηνικάδε τὴν ἔρημον οἰκοῦντι, γυμναστῇ τῶν τοιούτων ἀρίστῳ- Μαρωσᾶς δὲ ἦν ὄνομα τούτῳ. Μετὰ δὲ ταῦτα καὶ ἐκεῖνος τὸ ἑτέρων ἡγεμονεύειν καταλιπὼν εἰς ταύτην σὺν τῷ Ἀββᾷ τὴν ἀγέλην ἀφίκετο καὶ χρόνον μὲν οὐ σμικρὸν ἐπεβίω, λαμπρῶς δὲ ἀγωνισάμενος καὶ ἀοίδιμος γενόμενος ὑπεξῆλθε τὸν βίον. Ὁ δὲ ὀκτὼ μὲν ἤδη καὶ τριάκοντα ἐκεῖ διετέλεσεν ἔτη· ὡς ἔναγχος δὲ τοῦ πονεῖν ἀρξάμενος, οὕτως ἐφίεται τοῦ πονεῖν. Μέχρι γὰρ καὶ τήμερον ὑποδήμασι μὲν τοὺς πόδας οὐκ ἐκάλυψε πώποτε· τῇ σκιᾷ δὲ προσεδρεύων ἐν τῷ κρυμῷ, τὸν ἥλιον ἐν τῷ φλογμῷ καταδέχεται, καὶ ὡς ζεφύριον αὖραν τὴν ἐκεῖθεν δέχεται φλόγα. Ἅπαντα δὲ τοῦτον τὸν χρόνον ὕδατος μεταλαχεῖν οὐκ ἠνέσχετο, οὐκ ἐκεῖνα ἐσθίων ἃ τοῖς τὸ μὴ πίνειν ἐπιτηδεύουσι προσφέρεσθαι σύνηθες-ὑγροτέρων γὰρ οὗτοι σιτίων ἀπολαύειν εἰώθασιν-, ἀλλὰ τῶν αὐτῶν τοῖς ἄλλοις ἀπολαύων σιτίων, ἐσθίων δὲ βραχέα, καὶ ὅσα βραχεῖαν ἐντίθησι δύναμιν, περιττὴν ἡγεῖται τὴν τοῦ ὕδατος χρείαν. Σιδήρῳ δὲ βαρεῖ τὴν ὀσφὺν ἐζωσμένος κάθηται μὲν ὀλιγάκις, τῆς δὲ νυκτὸς καὶ τῆς ἡμέρας τὸ πλέον ἢ ἑστηκὼς ἢ ἐπὶ τῶν γονάτων κείμενος τὴν τῆς εὐχῆς τῷ δεσπότῃ λειτουργίαν προσφέρει, τῆς δὲ κατακλίσεως παντελῶς τὴν χρείαν ἠρνήθη· οὐδεὶς γὰρ αὐτὸν κατακλιθέντα μέχρι καὶ τήμερον ἐθεάσατο πώποτε, ἀλλὰ καὶ τοῦ χοροῦ κορυφαῖος ἀποφανθεὶς καὶ προστατεύειν λαχὼν τοῦτον ἅπαντα φέρει προθύμως τὸν πόνον, ἀρχέτυπον ἑαυτὸν φιλοσοφίας τοῖς ὑπηκόοις ἅπασι προτιθείς. 4.13 Τοιούτους νικηφόρους ἀγωνιστὰς ὁ θεῖος Εὐσέβιος ὁ τῶνδε τῶν ἀγώνων παιδοτρίβης καὶ γυμναστὴς παρέστησε τῷ θεῷ· καὶ ἄλλους δὲ πλείστους ἀποφήνας τοιούτους ἑτέραις παλαίστραις διδασκάλους παρέπεμψεν οἳ τὸ ὄρος ἅπαν ἐκεῖνο τὸ ἱερὸν τῶν θείων τούτων καὶ εὐωδῶν λειμώνων ἐπλήρωσαν. Πρὸς ἕω γὰρ τῆς ἐξ ἀρχῆς παγείσης ἀσκητικῆς καλύβης καὶ πρὸς ἑσπέραν καὶ μεσημβρίαν ἐστὶν ἰδεῖν ταύτης τῆς φιλοσοφίας τὰ ἔκγονα οἷόν τινας ἀστέρας περὶ σελήνην χορεύοντας καὶ τοὺς μὲν τῇ ἑλλάδι, ἄλλους δὲ τῇ ἐγχωρίῳ φωνῇ τὸν ποιητὴν ἀνυμνοῦντας. Ἀλλὰ γὰρ ἀδυνά τοις ἐπιχειρῶ τὰ ὑπὸ τῆς θείας ἐκείνης κατορθωθέντα ψυχῆς ἅπαντα διεξελθεῖν ἐφιέμενος· τοιγαροῦν τῷδε τῷ διηγήματι τὸ πέρας ἐπιθετέον, ἐφ' ἕτερον δὲ τρεπτέον καὶ τὴν ἐκεῖθεν πάλιν ὠφέλειαν προσθετέον, τῆς εὐλογίας τῶνδε τῶν μεγάλων ἀνδρῶν μεταλαχεῖν ἱκετεύσαντα. 5.t ΠΟΥΠΛΙΟΣ 5.1 Κατὰ τὸν αὐτὸν χρόνον ἐγένετό τις Πούπλιος καὶ τὸ εἶδος ἀξιοθέατος καὶ τὴν ψυχὴν τῷ εἴδει συμβαίνουσαν ἔχων, μᾶλλον δὲ πολλῷ τοῦ σώματος θαυμαστοτέραν ἐπιδεικνύς. Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων παρ' ἣν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων καὶ τὸν ποταμὸν Εὐφράτην διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναγείρας καὶ ταύτας ἀλλήλαις συζεύξας καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον ὠνόμασε καὶ τὴν ἀπὸ τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει, ἐντεῦθεν ὁρμώμενος καὶ ἀπὸ τοῦ τοιούτου γένους βεβλαστηκὼς ὑψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεως οὐ πλεῖον ἢ τριάκοντα σταδίους ἀφεστηκός. Ἐν τούτῳ βραχύν τινα οἰκίσκον δειμάμενος, ἀπέδοτο μὲν ἅπαντα ὅσα πατρόθεν ἐδέξατο, οἰκίαν φημὶ καὶ κτήματα καὶ βοσκήματα καὶ ἐσθήματα, σκεύη τε ἀργυρᾶ καὶ χαλκᾶ καὶ εἴ τι ἕτερον μετὰ τούτων ἐτύγχανεν. 5.2 ∆ιανείμας δὲ ταῦτα κατὰ τὸν θεῖον νόμον οἷς ἔδει καὶ πάσης ἑαυτὸν φροντίδος γηΐνης ἐλευθερώσας, μίαν ἀντὶ πάντων ἐκείνων ἐδέξατο φροντίδα, τὴν τοῦ