ἐκολλῶντό μοι. Καὶ τοῦτο ἴδιον ἀρετῆς, τὸ μισεῖν μὲν τῶν φαύλων τὰς συν ουσίας, τοὺς δὲ τὴν ἰσότητα τιμῶντας καὶ εὐθύτητι χρωμένους συνήθεις ἔχειν καὶ φίλους· τοῦτο γὰρ καὶ ὁ προφήτης ἔφη πεποιηκέναι, ἅτε δὴ θεραπεύειν τοῦτο τὸν ∆εσπότην ἡγούμενος. Εἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΚΕʹ. Ὑπόθεσις. Τῶν πεπιστευκότων εἰς Χριστὸν εἰσφέρεται τὸ πρόσ ωπον ἀρνουμένων καὶ διισχυριζομένων ἐπὶ τῇ κα ταστάσει τῆς κοινωνίας τῶν Ἰουδαίων τῶν συν εληλυθότων κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπο ρεύθην. Ἀκακίαν καλεῖ τὸ μὴ μετασχεῖν τῆς φαυλό τητος καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων. Καὶ ἐπὶ τῷ 27.148 Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω. Βεβαίαν, φησὶν, ἕξω τὴν στάσιν εἰς σὲ τὰς ἐλπίδας τῆς σωτηρίας ἀπογραψάμενος. ∆οκίμασόν με, Κύριε, καὶ πείρασόν με. Εἰ ἐξ ετάσῃς τῆς ψυχῆς μου τὰ βάθη, φησὶν, ἐπὶ τῷ σῷ μόνῳ εὑρήσεις ἐλέει πάντα μου τῆς διανοίας τὸν πό νον ἐπανέχοντα. Τοῦτο δὲ ποιῶν εὐάρεστος ἔσομαι παρὰ σοὶ τὴν σὴν ἀγαπήσας ἀλήθειαν. Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος. Σαφῶς ἐπὶ τοῦ εἰδότος τὰς καρδίας ἐτάζειν τὸ τῶν παρανομωτάτων ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἀρνεῖ ται συνέδριον. Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Καθαρὸς ἔσομαι, φησὶ, τῶν μιαιφόνων αὐτῶν πράξεων. Καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε. Σαφῶς ἐν τούτοις τὴν λογικὴν ἀνακηρύττει λατρείαν. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου. [Ποθῶ, φησὶ, τὸν θεῖον οἶκον ἰδεῖν, τὸν τὴν σὴν ἀποστίλβοντα χάριν.] Εὐπρέπεια τοῦ οἴκου οἱ διαπρέποντες ἐν τῇ Ἐκκλησίᾳ διὰ θεοσεβείας. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου. Ἔξω τῆς κολάσεως γενέσθαι εὔχεται τῆς ἀποκειμέ νης τοῖς Ἰουδαίοις. Ὧν ἐν χερσὶν αἱ ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλή σθη δώρων. Ἢ ὡς καὶ αὐτῶν δώροις παρακρινόντων τὸ δίκαιον, ἢ διὰ τὸ δώροις τὸν προδότην ἐξωνήσασθαι· ἢ ἐπειδὴ ἡρπάζοντο ἀνομίαν· διὰ τοῦτο τὴν δεξιὰν αὐτῶν ἐπλήρουν δώρων. ΨΑΛΜΟΣ τοῦ ∆αυῒδ πρὸ τοῦ χρισθῆναι. Κʹ. Ὑπόθεσις. Περιέχει ὁ ψαλμὸς κατήχησιν κατ' ἐχθρῶν, ἀφ' ὧν ἤδη ἐδέξατο παρὰ Θεοῦ γινωσκομένην, καὶ αἴτησιν δευτέρων ἀγαθῶν μετ' ἐξομολογήσεως. Τὸ δὲ, πρὸ τοῦ χρισθῆναι, ἐκεῖνο σημαίνει, ὅτι, τῷ Πνεύματι τῷ θείῳ προεωρακὼς, ὡς χρισθήσεται μὲν εἰς βασιλέα, περιπέσει δὲ τοῖς πειρασμοῖς, ἀνδρείᾳ περιζωσάμενος τὴν ὀσφὺν εὖ μάλα περὶ τοὺς κινδύνους ἀντισοῦσθαι διαβεβαιοῦται. Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φο βηθήσομαι; Κατευμεγεθεῖ τῶν ἀντικειμένων δυνά μεων τῷ φωτὶ τοῦ Κυρίου θαῤῥήσας. Ὑπὸ σοῦ, φησὶ, φωτιζόμενος πάντων ὁμοῦ τῶν πολεμούντων καταφρονῶ. 27.149 Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας. Προσῆλθον μὲν, φησὶ, διαφθεῖραι θέλοντες πεπόνθασι δὲ ὃ δρᾶ σαι ἤλπισαν. Τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου. Καὶ γὰρ ἁγιοπρεπὴς ἡ αἴτησις γέγονε, καὶ Θεῷ δοῦναι ἀξία. Τῷ θεωρεῖν με τὴν τερπνότητα Κυρίου. Ἐν ταύτῃ, φησὶν, εὔχομαι διαπαντὸς οἰκεῖν, ἐν ᾗ καὶ τῆς σωτη ρίας ἐπέτυχον. Ἐν πέτρᾳ ὕψωσέν με. Σαφῶς ὁ Παῦλος τὴν πέτραν εἶναι τὸν Χριστὸν διισχυρίζεται. Ἄσω καὶ ψαλῶ τῷ Κυρίῳ. Σαφῶς τὴν τοῦ, Ἅγιος, ἅγιος, ἅγιος, ἀνακηρύττει λατρείαν. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου. Ἀντὶ τοῦ, Εὐχαριστῶ σοι ὑπὲρ τῶν παρεληλυθότων, δεηθήσομαι δὲ ὑπὲρ τῶν ἑξῆς. Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου. Τὸν εὐαγγελικὸν νόμον εὔχεται γυμνωθῆναι αὐτῷ· αὐτὸς δὲ γὰρ ἦν καὶ ἡ εὐθεῖα ὁδός. Καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Τουτέστιν ἠσθέ νησεν ἡ καθ' ἡμῶν ἀδικία. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Τὴν ἄνω Ἱερουσαλήμ φησιν.
29